Ancient Greek · ~18 min
Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἐν τῷ τόπῳ, ὅπου ἀπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ δὲ Ἰουδαῖοι οἱ ὄντες μετ' αὐτῆς, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-23
Not analysed yet
Ὅτι μὲν γὰρ οὐδὲν ὠφελεῖ πίστις ὀρθὴ, βίου ὄντος διεφθαρμένου, καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος δηλοῦσι, τὸ πλεῖον τούτου τοῦ μέρους φροντίσαντες· ὁ μὲν Χριστὸς, ὅταν διδάσκῃ· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Οἱ γὰρ μὴ προσέχοντες ἑαυτοῖς, εὐκόλως εἰς πονηρίαν ἐξολισθαίνουσι, κἂν πίστιν ἔχωσιν ὀρθήν. Ὁ δὲ Παῦλος, ὅταν Ἑβραίοις ἐπιστέλλων οὕτω λέγῃ καὶ παραινῇ· Εἰρήνην μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἁγιασμὸν καλῶν τὴν σωφροσύνην, ὥστε ἕκαστον ἀρκεῖσθαι τῇ ἰδίᾳ γυναικὶ χρὴ, καὶ μὴ περιπίπτειν ἑτέρᾳ. Τὸν γὰρ μὴ ἀρκούμενον, ἀμήχανον σωθῆναι· ἀλλ' ἀνάγκη πάντως ἀπολέσθαι, κἂν μυρία ἔχῃ κατορθώματα. Μετὰ γὰρ πορνείας ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· μᾶλλον δὲ οὐ πορνεία τοῦτο λοιπὸν, ἀλλὰ μοιχεία. Ὥσπερ γὰρ ἡ δεδεμένη ἀνδρὶ, ἂν ἑτέρῳ συνέλθῃ, λοιπὸν μεμοίχευται· οὕτως ὁ δεδεμένος γυναικὶ, ἂν ἑτέραν ἔχῃ, ἐμοίχευσεν. Ὁ δὲ τοιοῦτος οὐ κληρονομήσει βασιλείαν, ἀλλ' εἰς γέενναν ἐμπεσεῖται. Ἄκουσον ἃ περὶ τούτων φησὶν ὁ Χριστός· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Οὐδεμίαν γὰρ ἔχει συγγνώμην ὁ μετὰ γυναῖκα καὶ παραμυθίαν τοσαύτην ἐξυβρίζων εἰς ἑτέραν· τοῦτο γὰρ ἀκρασία λοιπόν. Εἰ δὲ καὶ αὐτῆς ἀπέχονται οἱ πολλοὶ, ὅταν νηστείας καιρὸς ᾖ, ὅταν προσευχῆς· ὁ μηδὲ ταύτῃ ἀρκούμενος, ἀλλὰ καὶ ἑτέρᾳ μιγνύμενος, πόσον οὗτος σωρεύει πῦρ ἑαυτῷ; Εἰ τὸν ἀπολύσαντα τὴν ἑαυτοῦ καὶ ἐκβαλόντα, ἑτέρᾳ μίγνυσθαι οὐκ ἔνι· μοιχεία γὰρ τοῦτό ἐστιν· ὁ ἔνδον αὐτῆς ἑτέραν ἐπεισάγων, πόσον ἐργάζεται κακόν; Μηδεὶς τοίνυν τοῦτο τὸ νόσημα συγχωρείτω μένειν ἐν τῇ ψυχῇ, ἀλλὰ πρόῤῥιζον ἀνασπάτω. Οὐχ οὕτως ἀδικεῖ τὴν γυναῖκα, ὡς ἑαυτόν. Οὕτω γὰρ τὸ ἁμάρτημα τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον, ὅτι, ἂν μὲν εἰδωλολάτρου χωρισθῇ, μὴ βουλομένου ἐκείνου, κολάζει τὴν γυναῖκα ὁ Θεός· πόρνου δὲ ἐὰν χωρισθῇ, οὐκέτι Ὁρᾷς ὅσον ἐστὶ τοῦτο κακόν; Ἐὰν γάρ τις, φησὶ, πιστὴ ἄνδρα ἔχῃ ἄπιστον, καὶ αὐτὸς εὐδοκῇ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Περὶ δὲ πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Εἰ γὰρ ἡ συνουσία σῶμα ἓν ποιεῖ, τὸν συγγινόμενον πόρνῃ ἀνάγκη ἓν σῶμα γίνεσθαι. Πῶς οὖν δέξεται ἡ κοσμία τοῦτον, Χριστοῦ μέλος οὖσα; ἢ πῶς ἑαυτῇ συνάψει τὸ μέλος τῆς πόρνης; Καὶ ὅρα τὴν ὑπερβολήν· Ἡ μὲν τῷ ἀπίστῳ συνοικοῦσα, οὐκ ἔστιν ἀκάθαρτος (Ἡγίασται γὰρ, φησὶν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί)· ἐπὶ δὲ τῆς πόρνης οὐχ οὕτως· ἀλλὰ τί; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω μέλη πόρνης; Ἐκεῖ μὲν γὰρ ὁ ἁγιασμὸς μένει κἀκείνου συνοικοῦντος, καὶ οὐκ ἐξίσταται· ἐνταῦθα δὲ ἀναχωρεῖ. Δεινὸν γὰρ ἡ πορνεία, δεινὸν, καὶ ἀθάνατον προξενοῦσα κόλασιν. Καὶ ἐνταῦθα δὲ μυρία ἐπισπᾶται κακά. Βίον γὰρ ταλαίπωρον καὶ μοχθηρὸν ἀναγκάζεται ζῇν ὁ τοιοῦτος, καὶ τῶν κολαζομένων οὐδὲν ἄμεινον διάκειται, εἰς τὴν ἀλλοτρίαν οἰκίαν ὑπεισιὼν μετὰ δέους καὶ τρόμου πολλοῦ, καὶ πάντας ὁμοῦ ὑποπτεύων, καὶ οἰκέτας, καὶ ἐλευθέρους. Διὸ, παρακαλῶ, σπουδάσατε ἀπηλλάχθαι τοῦ νοσήματος τούτου. Εἰ δὲ μὴ πείθεσθε, τῶν προθύρων μὴ ἐπιβαίνετε τῶν ἱερῶν. Καὶ γὰρ τὰ ψώρας ἐμπεπλησμένα πρόβατα, καὶ νόσου γέμοντα, οὐ δεῖ μετὰ τῶν ὑγιαινόντων ἀγελάζεσθαι, ἀλλ' ἀπελαύνειν τῆς ποίμνης, ἕως ἂν τὴν νόσον ἀποθῶνται. Μέλη γὰρ Χριστοῦ γεγόναμεν· μὴ δὴ μέλη πόρνης γενώμεθα. Οὐκ ἔστι τὰ ἐνταῦθα πορνεῖον, ἀλλ' ἐκκλησία. Τὰ δὲ μέλη τῆς πόρνης ἂν ἔχῃς, μὴ στῇς ἐν ἐκκλησίᾳ, ἵνα μὴ ἐξυβρίσῃς τὸν τόπον. Εἰ γὰρ μὴ γέεννα ἦν, εἰ γὰρ μὴ κόλασις ἦν, μετὰ τὰς συνθήκας ἐκείνας καὶ τὰς γαμηλίους λαμπάδας, μετὰ τὴν εὐνὴν τὴν δικαίαν, μετὰ τὴν παιδοποιίαν, μετὰ τὴν κοινωνίαν, πῶς ἀνέξῃ προσκολλᾶσθαι ἑτέρᾳ; πῶς οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς; Οὐκ οἶδας ὅτι οἱ μετὰ τὴν τελευτὴν τῆς ἑαυτῶν ἑτέραν ἐπεισαγόμενοι, παρὰ πολλῶν καταγινώσκονται, καίτοι οὐ κόλασιν ἔχει τὸ πρᾶγμα; Σὺ δὲ καὶ ζώσης ἑτέραν ἐπεισάγεις. Καὶ πόσης οὐχὶ ταῦτα λαγνείας, Μάθε τί περὶ τῶν τοιούτων εἴρηται· Ὁ σκώληξ, φησὶν, αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Φρίξον τὴν ἀπειλὴν, φοβήθητι τὴν κόλασιν. Οὐκ ἔστιν ἐνταῦθα τοσαύτη ἡ ἡδονὴ, ὅση ἐκεῖ τιμωρία. Ἀλλὰ μὴ γένοιτό τινα ὑπεύθυνον γενέσθαι τῆς κολάσεως ἐκείνης· ἀλλὰ τὴν ἁγιωσύνην ἀσκοῦντας ἰδεῖν τὸν Χριστὸν, καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.