Ancient Greek · ~15 min
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-5
Not analysed yet
Βούλεσθε καὶ τὸ ἑξῆς ἐπαγάγωμεν, ἢ καὶ ταῦτα ἀπόχρη; Ἔγωγε οἶμαι. Εἰ γὰρ καὶ μὴ κατὰ πλάτος διωρύξαμεν τὸ χωρίον, ὅμως γ' οὖν κατὰ βάθος διεσκάψαμεν· οὐκ ἐλάττονα δὲ καὶ τοῦτο ἐκείνου πόνον ἔχει· καὶ δεδοίκαμεν μὴ κατατείναντες ὑμᾶς ἀμέτρως, ποιήσωμεν ἀναπεσεῖν. Διὸ τέλος ἐπιθῶμεν τῷ λόγῳ τὸ προσῆκον. Ποῖον δέ ἐστι τὸ προσῆκον; Δοξολογία ἡ πρέπουσα τῷ Θεῷ· πρέπει δὲ οὐχ ἡ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἡ διὰ τῶν πραγμάτων. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ οὐδὲν φωτεινότερον τῆς ἀρίστης πολιτείας, ἀγαπητέ. Τοῦτο δηλῶν καί τίς φησι τῶν σοφῶν· Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι. Λάμπουσι δὲ οὐκ αὐτοῖς μόνον τοῖς τὸ φῶς ἀνάπτουσι διὰ τῶν ἔργων, καὶ ὁδηγοῦσι πρὸς τὴν ὀρθὴν ὁδὸν, ἀλλὰ καὶ τοῖς πλησίον οὖσιν ἐκείνων. Ἐκχέωμεν τοίνυν τὸ ἔλαιον ταῖς λαμπάσι ταύταις, ὥστε μετεωρότερον γενέσθαι τὸ πῦρ, ὥστε πλούσιον φανῆναι τὸ φῶς. Τὸ γὰρ ἔλαιον τοῦτο οὐ νῦν μόνον πολλὴν ἔχει τὴν ἰσχύν· ἀλλ' ὅτε καὶ αἱ θυσίαι ἤνθουν, παρευδοκίμησε πολλῷ τῷ τρόπῳ τὴν ἐκείνων δύναμιν· Ἔλεον γὰρ, φησὶ, θέλω καὶ οὐ θυσίαν καὶ μάλα εἰκότως. Ἐκεῖνο μὲν γὰρ ἄψυχον τὸ θυσιαστήριον, τοῦτο δὲ ἔμψυχον· κἀκεῖ μὲν τὸ ἐπικείμενον ἅπαν τοῦ πυρὸς γίνεται δαπάνη, καὶ τελευτᾷ εἰς κόνιν, καὶ διαχεῖται εἰς τέφραν, καὶ εἰς τὴν τοῦ ἀέρος ὁ καπνὸς ἀναλύεται φύσιν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· ἀλλ' ἑτέρους φέρει τοὺς καρπούς. Καὶ ταῦτα ὁ Παῦλος ἐδήλωσε λέγων (τῆς γὰρ φιλοπτωχίας τῶν Κορινθίων τοὺς θησαυροὺς διηγούμενος, οὕτως ἔγραφεν)· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· καὶ πάλιν, Δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας τῆς εἰς αὐτοὺς καὶ εἰς πάντας, καὶ τῇ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς. Ὁρᾷς εἰς εὐχαριστίαν ἀναλυομένην αὐτὴν, καὶ αἶνον τοῦ Θεοῦ, καὶ συνεχεῖς εὐχὰς τῶν εὖ παθόντων, καὶ θερμοτέραν ἀγάπην; Θύωμεν τοίνυν, ἀγαπητοὶ, θύωμεν εἰς ταῦτα τὰ θυσιαστήρια καθ' ἑκάστην ἡμέραν. Αὕτη γὰρ καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων ἐστὶ μείζων ἡ θυσία· μόνον ἂν ἐκ δικαίου κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας. Τοιαύτας γὰρ προσίεται προσφορὰς ὁ Θεὸς, τὰς ἑτέρας καὶ ἀποστρέφεται καὶ μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν. Ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη θυσία, καὶ παροξύνειεν ἂν μᾶλλον, ἢ ἐξιλεώσειε τὸν Θεόν. Διὸ πάσῃ δεῖ κεχρῆσθαι σπουδῇ, ὥστε μὴ ἐν τάξει θεραπείας τὸν τιμώμενον ἐξυβρίζειν. Εἰ γὰρ τὰ δευτερεῖα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην τὴν ἐσχάτην, ὅταν καὶ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας προσφέρωμέν τι, πῶς οὐ πεισόμεθα χαλεπώτερα; Διὰ γὰρ τοῦτο καὶ τὸ εἶδος τῆς ἐντολῆς ταύτης ὑπέδειξεν ἡμῖν ὁ Θεὸς, ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων, καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ' ἐτιμωρήσατο, καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Ὥσπερ οὖν ἔλαιον οὐκ ἂν τέκοι λίθος, οὕτως οὐδὲ ἀπήνεια φιλανθρωπίαν. Ὅταν γὰρ τοιαύτην ἔχῃ ῥίζαν, οὐκ ἔτι ἐλεημοσύνη τὸ τοιοῦτόν ἐστι. Διὸ παρακαλῶ μὴ πρὸς τοῦτο ὁρᾷν μόνον, ὅπως παρέχωμεν τοῖς δεομένοις, ἀλλὰ καὶ ὅπως μὴ ἐκ τῆς τῶν ἑτέρων ἁρπαγῆς. Εἷς γὰρ εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος φωνῆς ἀκούσεται ὁ Δεσπότης; Ἂν οὕτως ἑαυτοὺς μετὰ ἀκριβείας ἄγωμεν, δυνησόμεθα τῇ τοῦ Θεοῦ χάριτι πολλῆς φιλανθρωπίας καὶ ἐλέους καὶ συγγνώμης τυχεῖν ἐφ' οἷς ἡμάρτομεν πάντα τὸν μακρὸν τοῦτον χρόνον, καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἐκφυγεῖν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, εἰς τὴν τῶν οὐρανῶν ἀνελθεῖν βασιλείαν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.