Ancient Greek · ~14 min
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-8
Not analysed yet
Ὅπερ οὖν ἔφην, εἰ ὁμοῦ καὶ τῶν ῥημάτων τούτων ἤκουσαν, καὶ αὐτὸν ἐθεάσαντο, κἂν κατεγέλασαν τῆς μαρτυρίας τοῦ Ἰωάννου. Νῦν δὲ πρὶν ἢ φανῆναι τὸν Χριστὸν πολλάκις ἀκούοντες, καὶ ἐρεθιζόμενοι τοῖς λεγομένοις περὶ αὐτοῦ, τοὐναντίον ἔπασχον, οὐ τὴν τῶν ῥημάτων διδασκαλίαν ἀπὸ τῆς ὄψεως τοῦ μαρτυρηθέντος ἐκβάλλοντες, ἀλλὰ ἀπὸ τῆς πίστεως τῶν ἤδη λεχθέντων καὶ αὐτὸν λαμπρότερον εἶναι νομίζοντες. Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, ὁ μετ' ἐμὲ κηρύσσων, οὐχ ὁ μετ' ἐμὲ γενόμενός ἐστι. Τοῦτο γοῦν καὶ ὁ Ματθαῖος αἰνίττεται λέγων, Ὀπίσω μου ἔρχεται ἀνήρ· οὐ περὶ τῆς ἐκ Μαρίας γεννήσεως αὐτοῦ λέγων, ἀλλὰ περὶ τῆς παρουσίας τῆς κατὰ τὸ κήρυγμα. Εἰ γὰρ περὶ τῆς γεννήσεως ἔλεγεν, οὐκ ἂν εἶπεν, Ἔρχεται, ἀλλ', Ἦλθε· γεγεννημένος γὰρ ἦν ὅτε ταῦτα ἐλέγετο. Τί οὖν ἐστι τὸ, Ἔμπροσθέν μου γέγονε; Λαμπρότερος, ἐντιμότερος. Μὴ γὰρ, ἐπειδὴ πρῶτος ἦλθον κηρύττων ἐγὼ, ἀπὸ τούτου μείζονα ἐκείνου με εἶναι νομίσητε· πολὺ γὰρ ἐλάττων ἐγὼ, καὶ τοσοῦτον ἐλάττων, ὡς μηδὲ εἰς δούλου τάξιν ἄξιος εἶναι καταλέγεσθαι. Τοῦτο γάρ ἐστι τὸ, Ἔμπροσθέν μου γέγονεν· ὅπερ ἑτέρως παραδηλῶν ὁ Ματθαῖος, ἔλεγεν. Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Ὅτι δὲ οὐδὲ τὸ, Ἔμπροσθέν μου γέγονε, περὶ τῆς εἰς τὸ εἶναι παρόδου εἴρηται, διὰ τῆς ἐπαγωγῆς δῆλόν ἐστιν. Εἰ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν, περιττὸν τὸ ἐπαγόμενον ἦν τὸ, Ὅτι πρῶτός μου ἦν. Τίς γὰρ οὕτως ἠλίθιος καὶ ἀνόητος, ὡς ἀγνοῆσαι ὅτι ὁ ἔμπροσθεν αὐτοῦ γενόμενος, πρῶτος αὐτοῦ ἦν; Εἰ γὰρ περὶ ὑπάρξεως τῆς προαιωνίου, οὐδὲν ἕτερόν ἐστι τὸ λεγόμενον, ἀλλ' ἢ, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν. Ἄλλως δὲ καὶ ἀπερινόητον τὸ τοιοῦτον, καὶ ἡ αἰτία εἰκῆ προσέῤῥιπται. Τοὐναντίον γὰρ, εἰ τοῦτο ἐβούλετο δηλῶσαι, ἐχρῆν εἰπεῖν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, πρῶτός μου ἦν, ἐπειδὴ καὶ ἔμπροσθέν μου γέγονε. Τοῦ μὲν γὰρ πρῶτον εἶναι εἰκότως ἄν τις ταύτην δοίη τὴν αἰτίαν τὴν τοῦ γενέσθαι· τοῦ δὲ πρῶτον γενέσθαι, οὐκ ἔτι τὸ πρῶτον εἶναι αἴτιον. Ὃ δὲ ἡμεῖς λέγομεν σφόδρα ἂν ἔχοι λόγον. Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι οὐ τὰ δῆλα, ἀλλὰ τὰ ἄδηλα ἀεὶ αἰτιολογίας δεῖται. Εἰ δὲ περὶ οὐσιώσεως ὁ λόγος ἦν, οὐκ ἦν ἄδηλον, ὅτι πρῶτον γενόμενον πρῶτον ἔδει εἶναι· ἐπειδὴ δὲ περὶ τιμῆς διαλέγεται, εἰκότως τὴν δοκοῦσαν ἀπορίαν εἶναι λύει. Καὶ γὰρ εἰκὸς ἦν πολλοὺς ἀπορεῖν, πόθεν καὶ ἐκ ποίας προφάσεως ὁ ὕστερον ἐρχόμενος ἔμπροσθεν γέγονε· τουτέστιν, ἐντιμότερος ἐφάνη. Ταύτης τοίνυν τῆς ζητήσεως τίθησιν εὐθέως τὴν αἰτίαν· ἡ δὲ αἰτία, τὸ πρῶτον εἶναι αὐτόν. Οὐδὲ γὰρ ἔκ τινος, φησὶ, προκοπῆς πρῶτόν με ὄντα ὀπίσω ῥίψας ἔμπροσθεν γέγονεν, ἀλλὰ Πρῶτός μου ἦν, εἰ καὶ ὕστερος παραγίνεται. Καὶ πῶς, φησὶν, εἰ περὶ τῆς ἐκφάνσεως τῆς εἰς ἀνθρώπους ἦν, καὶ τῆς μελλούσης ἕψεσθαι παρ' αὐτῶν δόξης ὁ λόγος, τὸ μηδέπω τέλος εἰληφὸς ὡς ἤδη γεγενημένον λέγει; οὐ γὰρ εἶπε, Γενήσεται, ἀλλὰ, Γέγονεν. Ὅτι ἔθος τοῦτο τοῖς προφητεύουσιν ἄνωθέν ἐστιν, ὡς περὶ γεγενημένων πολλαχοῦ περὶ τῶν μελλόντων διαλέγεσθαι. Ὁ γοῦν Ἡσαΐας περὶ τῆς σφαγῆς αὐτοῦ λέγων, οὐκ εἶπεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεται, ὅπερ ἦν μέλλοντος· ἀλλ', Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καίτοι οὐδέπω σαρκωθεὶς ἦν, ἀλλ' ὅμως τὸ ἐσόμενον ὁ Προφήτης ὡς γεγενημένον λέγει. Καὶ ὁ Δαυῒδ τὸν σταυρὸν δηλῶν, οὐκ εἶπεν, Ὀρύξουσι χεῖράς μου καὶ πόδας· ἀλλ', Ὤρυξαν χεῖράς μου καὶ πόδας· καὶ, Διεμερίσαντο τὰ ἱμάτιά μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ περὶ τοῦ προδότου διαλεγόμενος τοῦ μηδέπω γεννηθέντος, οὕτω πώς φησιν· Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ὁμοίως καὶ περὶ τῶν ἐν τῷ σταυρῷ γενομένων λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.