Ancient Greek · ~19 min
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.» Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-9
Not analysed yet
Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν διδαχθῶμεν πάντα πάρεργα τίθεσθαι τῆς θείας ἀκροάσεως, καὶ μηδένα καιρὸν ἄκαιρον εἶναι νομίζειν, ἀλλὰ κἂν εἰς οἰκίαν ἀλλοτρίαν ἀπελθεῖν δέῃ, κἂν γνώριμον ἀνδράσι γενέσθαι μεγάλοις ἀγνῶτα ὄντα, κἂν ἀωρὶ τῆς ἡμέρας, κἂν οἱῳδήποτε καιρῷ, μηδέποτε ταύτης ἀμελεῖν τῆς ἐμπορίας. Τροφὴ μὲν οὖν καὶ λουτρὰ καὶ δεῖπνα, καὶ τὰ ἄλλα τὰ βιωτικὰ, καιρὸν ἐχέτω τὸν ὡρισμένον· διδασκαλία δὲ περὶ φιλοσοφίας τῆς ἄνω, μηδεμίαν ἀφωρισμένην ὥραν ἐχέτω, ἀλλ' ἅπας αὐτῆς ἔστω ὁ καιρός. Εὐκαίρως γὰρ, φησὶν, ἀκαίρως ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ ὁ Προφήτης δέ φησιν, Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ τοῖς Ἰουδαίοις δὲ ὁ Μωϋσῆς διαπαντὸς τοῦτο ποιεῖν ἐκέλευε. Τὰ μὲν γὰρ βιωτικὰ, βαλανεῖα λέγω καὶ δεῖπνα, εἰ καὶ ἀναγκαῖα, ὅμως συνεχῶς γινόμενα τὸ σῶμα ἐξίτηλον ἐργάζεται· ἡ δὲ τῆς ψυχῆς διδασκαλία, ὅσῳπερ ἂν ἐπιτείνηται, τοσούτῳ τὴν δεχομένην ἰσχυροτέραν ποιεῖ ψυχήν. Νῦν δὲ λήροις μὲν καὶ φλυαρίαις ἀνονήτοις πάντα καιρὸν ἀφορίζομεν, καὶ τὸν ὑπὸ τὴν ἕω, καὶ τὸν περὶ δείλης, καὶ μεσημβρίαν, καὶ ἑσπέραν δὲ αὐτὴν συνεδρεύομεν εἰκῆ, καὶ τόπους εἰς τοῦτο ἀπετάξαμεν· τῶν δὲ θείων δογμάτων ἅπαξ ἢ δὶς τῆς ἑβδομάδος ἀκούοντες, ναυτιῶμεν, διακορεῖς γινόμεθα. Τί οὖν τὸ αἴτιον; Κακῶς διακείμεθα τὴν ψυχήν. Τὸ ἐπιθυμητικὸν αὐτῆς τὸ περὶ ταῦτα καὶ ὀρεκτικὸν ἐξελύσαμεν ἅπαν. Διὰ τοῦτο οὐκ ἔῤῥωται πρὸς τὴν τῆς πνευματικῆς τροφῆς ὄρεξιν. Μέγα δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀῤῥωστίας τεκμήριον, τὸ μὴ πεινῇν, μηδὲ διψῇν, ἀλλὰ δυσαρέστως πρὸς ἀμφότερα ἔχειν. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο συμβαῖνον, νοσήματος χαλεποῖ τεκμήριον καὶ ἀῤῥωστίας ποιητικόν· πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς. Πῶς οὖν αὐτὴν ἀναπεπτωκυῖαν καὶ ἐκλελυμένην ἀναῤῥῶσαι δυνησόμεθα; τί ποιοῦντες, φησὶ, καὶ τί λέγοντες; Ἁπτόμενοι τῶν λόγων τῶν θείων, προφητικῶν, ἀποστολικῶν, εὐαγγελικῶν, καὶ τῶν ἄλλων ἁπάντων. Τότε γὰρ εἰσόμεθα, ὅτι πολλῷ βέλτιον ταῦτα σιτεῖσθαι, ἢ τὰς ἀκαθάρτους τροφάς· οὕτω γὰρ χρὴ τὰς ἀκαίρους φλυαρίας καὶ συνόδους καλεῖν. Τί γὰρ ἄμεινον, εἰ τέ μοι, περὶ τῶν κατὰ τὴν ἀγορὰν, περὶ τῶν ἐν τοῖς δικαστηρίοις, περὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ἢ περὶ τῶν ἐν οὐρανοῖς καὶ περὶ τῶν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν; Τί βέλτιον, περὶ τοῦ γείτονος λαλεῖν καὶ τῶν τοῦ γείτονος πραγμάτων, καὶ τὰ ἀλλότρια πολυπραγμονεῖν, ἢ τὰ τῶν ἀγγέλων καὶ τὰ ἡμῖν αὐτοῖς διαφέροντα ἀναζητεῖν; Τὰ μὲν γὰρ τοῦ γείτονος, οὐ πάντως σά· τὰ δὲ τῶν οὐρανῶν, σά. Ἀλλ' ἔνεστι, φησὶν, ἅπαξ εἰπόντα ταῦτα, πληρῶσαι τὸ πᾶν. Τί δὲ περὶ ὧν διαλέγεσθε μάτην καὶ εἰκῆ, οὐκ ἐννοεῖτε τοῦτο, ἀλλὰ πάντα τὸν βίον εἰς τοῦτο καταναλίσκοντες, τὴν ὑπόθεσιν τὴν περὶ τούτων οὐδέποτε κατεδαπανήσατε; Καὶ οὔπω λέγω τὰ πολλῷ τούτων φορτικώτερα. Οἱ μὲν γὰρ ἐπιεικέστεροι, ταῦτα πρὸς ἀλλήλους διαλέγονται· οἱ δὲ ῥᾳθυμότεροι καὶ μᾶλλον ἠμελημένοι, μίμους καὶ ὀρχηστὰς καὶ ἡνιόχους ἐν τοῖς αὐτῶν περιφέρουσι λόγοις, τὴν ἀκοὴν μολύνοντες, τὴν ψυχὴν διαφθείροντες, τὴν φύσιν ἐκβακχεύοντες τούτοις τοῖς διηγήμασιν, ἅπαν κακίας εἶδος εἰς τὴν ἑαυτῶν διάνοιαν διὰ ταύτης εἰσάγοντες τῆς διαλέξεως. Ἅμα γὰρ ἐφθέγξατο ἡ γλῶττα τοῦ ὀρχουμένου τὸ ὄνομα, καὶ εὐθέως ἀνετύπωσεν ἡ ψυχὴ τὴν ὄψιν, τὴν κόμην, τὴν ἐσθῆτα τὴν ἁπαλὴν, αὐτὸν ἐκεῖνον τούτων μαλακώτερον ὄντα. Ἕτερος πάλιν ἑτέρωθεν ἀνεῤῥίπισε τὴν φλόγα, γυναῖκα πόρνην εἰς τὴν διάλεξιν εἰσαγαγὼν, κἀκείνης τὰ ῥήματα, τὰ σχήματα, τῶν ὀμμάτων τὰς διαστροφὰς, τῆς ὄψεως τὸ ὑγρὸν, τῶν τριχῶν τὰς στρεβλώσεις, τῶν παρειῶν τὰ ἐπιτρίμματα, τὰς ὑπογραφάς. Ἆρα οὐκ ἐπάθετέ τι καὶ ἐμοῦ ταῦτα διηγουμένου; Ἀλλὰ μὴ αἰσχυνθῆτε, μηδὲ ἐρυθριάσητε· ἡ γὰρ τῆς φύσεως ἀνάγκη τοῦτο ἀπαιτεῖ, καὶ οὕτω διατίθησι τὴν ψυχὴν, ὡς ἂν ἡ τῶν ἀπαγγελλομένων δύναμις ἔχῃ. Εἰ δὲ ἐμοῦ φθεγγομένου, εἰ δὲ ἐν ἐκκλησίᾳ ἑστῶτες, εἰ δὲ ἐκείνων ἀπέχοντες ἐπάθετέ τι πρὸς τὴν ἀκρόασιν· ἐννόησον πῶς εἰκὸς διακεῖσθαι τοὺς ἐν αὐτῷ τῷ θεάτρῳ καθημένους, τοὺς ἄδειαν πολλὴν ἔχοντας, τοὺς ἐκτὸς τοῦ σεμνοῦ τούτου καὶ φρικτοῦ συνεδρίου, τοὺς μετὰ πολλῆς ἀναισχυντίας καὶ ὁρῶντας ἐκεῖνα καὶ ἀκούοντας· Καὶ τί δήποτε, φήσειεν ἂν ἴσως τις τῶν οὐ προσεχόντων, εἰ τῆς φύσεως ἡ ἀνάγκη τὴν ψυχὴν οὕτω διατίθησιν, ἐκείνην ἀφεὶς, ἡμῖν ἐγκαλεῖς; Ὅτι τὸ μὲν, ἀκούοντα τοιαῦτα μαλάττεσθαι, τῆς φύσεως ἔργον· τὸ δὲ τοιαῦτα ἀκούειν, οὐκ ἔτι τῆς φύσεως, ἀλλὰ τῆς προαιρέσεως ἁμάρτημα. Ἐπεὶ καὶ τὸν ὁμιλοῦντα πυρὶ, διαφθείρεσθαι δεῖ, καὶ τοῦτο ἡ τῆς φύσεως ἀσθένεια βούλεται· ἀλλ' οὐκ ἔτι καὶ πρὸς τὸ πῦρ ἡμᾶς καὶ τὴν ἐκεῖθεν ἄγει διαφθορὰν ἡ φύσις· τοῦτο γὰρ τῆς κατὰ προαίρεσιν μόνης ἂν εἴη διαστροφῆς. Τοῦτο οὖν ἀνελεῖν ἀξιῶ καὶ διορθῶσαι, ὥστε μὴ ἑκόντας ἑαυτοὺς κατακρημνίζειν, μηδὲ πρὸς τὰ βάραθρα τῆς κακίας ὠθεῖν, μηδὲ αὐτομάτως τρέχειν ἐπὶ τὴν πυράν· ἵνα μὴ καὶ τῇ τῷ διαβόλῳ κατεσκευασμένῃ φλογὶ καταστήσωμεν ὑπευθύνους ἑαυτούς. Γένοιτο δὲ πάντας ἡμᾶς, καὶ ταύτης κἀκείνης ἀπαλλαγέντας, πρὸς αὐτοὺς τοῦ Ἀβραὰμ χωρῆσαι τοὺς κόλπους, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.