Ancient Greek · ~15 min
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-22
Not analysed yet
Τί οὖν; οὐ χρὴ τοῖς ἁμαρτάνουσιν ἐγκαλεῖν; Καὶ γὰρ ὁ Παῦλος τὸ αὐτὸ τοῦτό φησι· μᾶλλον δὲ κἀκεῖ ὁ Χριστὸς διὰ Παύλου, λέγων· Σὺ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ σὺ, τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Καὶ, Σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην; Καὶ πάλιν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος. Πῶς οὖν ἑτέρωθί φησιν· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον; Καὶ, Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε; καὶ ὁ Χριστὸς δὲ τῷ Πέτρῳ· Ὕπαγε, ἔλεγξον αὐτὸν μεταξύ σου καὶ αὐτοῦ μόνου· κἂν παρακούσῃ, καὶ ἕτερον σαυτῷ πρόσθες· ἂν δὲ μηδὲ οὕτως ἐνδῷ, καὶ τῇ ἐκκλησίᾳ κατάγγειλον· καὶ τοσούτους ἐπέστησε τοὺς ἐπιτιμῶντας, καὶ οὐ μόνον τοὺς ἐπιτιμῶντας, ἀλλὰ καὶ κολάζοντας; Τὸν γὰρ οὐδενὸς τούτων ἀκούσαντα, ἐκέλευσεν ὡς ἐθνικὸν εἶναι καὶ τελώνην. Πῶς δὲ αὐτοῖς καὶ τὰς κλεῖς ἔδωκεν; Εἰ γὰρ μὴ μέλλουσι κρίνειν, ἁπάντων ἔσονται ἄκυροι, καὶ μάτην τοῦ δεσμεύειν καὶ τοῦ λύειν ἐξουσίαν εἰλήφασι. Καὶ ἄλλως δὲ, εἰ τοῦτο κρατήσειεν, ἅπαντα οἰχήσεται, καὶ τὰ ἐν ταῖς ἐκκλησίαις, καὶ τὰ ἐν ταῖς πόλεσι, καὶ τὰ ἐν ταῖς οἰκίαις. Καὶ γὰρ ὁ δεσπότης τὸν οἰκέτην, καὶ ἡ δέσποινα τὴν θεραπαινίδα, καὶ ὁ πατὴρ τὸν υἱὸν, καὶ ὁ φίλος τὸν φίλον ἐὰν μὴ κρίνωσιν, ἐπιδώσει τὰ τῆς κακίας. Καὶ τί λέγω, ὁ φίλος τὸν φίλον; Τοὺς ἐχθροὺς ἐὰν μὴ κρίνωμεν, οὐδέποτε καταλῦσαι δυνησόμεθα τὴν ἔχθραν, ἀλλ' ἄνω καὶ κάτω πάντα γενήσεται. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Προσέχωμεν μετὰ ἀκριβείας, ἵνα μὴ τὰ φάρμακα τῆς σωτηρίας καὶ τοὺς τῆς εἰρήνης νόμους νομίζῃ τις ἀνατροπῆς εἶναι καὶ συγχύσεως νόμους. Μάλιστα μὲν γὰρ καὶ διὰ τῶν ἑξῆς ἐνεδείξατο τοῖς νοῦν ἔχουσι τοῦ νόμου τούτου τὴν ἀρετὴν, εἰπών· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Εἰ δὲ πολλοῖς τῶν ῥᾳθυμοτέρων ἀσαφέστερον ἔτι εἶναι δοκεῖ, ἄνωθεν αὐτὸ διαλῦσαι πειράσομαι. Ἐνταῦθα γὰρ, ὡς ἔμοιγε δοκεῖ, οὐχ ἁπλῶς ἅπαντα τὰ ἁμαρτήματα κελεύει μὴ κρίνειν, οὐδὲ ἁπλῶς ἀπαγορεύει τὸ τοιοῦτον ποιεῖν, ἀλλὰ τοῖς μυρίων γέμουσι κακῶν, καὶ ἄλλοις ὑπὲρ τῶν τυχόντων ἐπεμβαίνουσι. Δοκεῖ δέ μοι καὶ Ἰουδαίους ἐνταῦθα αἰνίττεσθαι, ὅτι πικροὶ τῶν πλησίον ὄντες κατήγοροι, μικρῶν ἕνεκεν καὶ οὐδαμινῶν, αὐτοὶ τὰ μεγάλα ἀνεπαισθήτως ἡμάρτανον· ὃ καὶ πρὸς τῷ τέλει ὀνειδίζων αὐτοὺς ἔλεγεν, ὅτι Δεσμεύετε φορτία βαρέα καὶ δυσβάστακτα, ὑμεῖς δὲ τῷ δακτύλῳ οὐ θέλετε κινῆσαι αὐτά· καὶ, Ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ κατελίπετε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸν ἔλεον, καὶ τὴν πίστιν. Δοκεῖ μὲν οὖν καὶ πρὸς τούτους ἀποτείνεσθαι, προαναστέλλων αὐτοὺς ἐν οἷς ἔμελλον τῶν μαθητῶν κατηγορεῖν. Εἰ γὰρ καὶ μηδὲν ἥμαρτον ἐκεῖνοι τοιοῦτον, ἀλλ' ὅμως ἐκείνοις πλημμελήματα ἐνομίζετο εἶναι· οἷον, τὸ Σάββατον μὴ τηρεῖν, τὸ χερσὶν ἀνίπτοις ἐσθίειν, τὸ μετὰ τελωνῶν κατακεῖσθαι· ὃ καὶ ἀλλαχοῦ φησιν· Οἱ τὸν κώνωπα διϋλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες. Πλὴν καὶ κοινὸν τὸν περὶ τούτων τίθησι νόμον. Καὶ Κορινθίοις δὲ ὁ Παῦλος οὐχ ἁπλῶς ἐκέλευσε μὴ κρίνειν, ἀλλὰ τοὺς ὑπὲρ ἑαυτοὺς μὴ κρίνειν, καὶ δι' ὑπόθεσιν μὴ ὡμολογημένην· οὐχ ἁπλῶς τοὺς ἁμαρτάνοντας μὴ διορθοῦν. Καὶ οὐδὲ ἀδιορίστως ἅπασι τότε ἐπετίμα, ἀλλὰ μαθηταῖς περὶ διδασκάλων τοῦτο ποιοῦσιν ἐπέπληττε, καὶ τοῖς μυρίων κακῶν ὑπευθύνοις οὖσι, τοὺς ἀνευθύνους διαβάλλουσιν. Ὅπερ οὖν καὶ ὁ Χριστὸς ἐνταῦθα ᾐνίξατο· καὶ οὐχ ἁπλῶς ᾐνίξατο, ἀλλὰ καὶ πολὺν ἐπέστησε τὸν φόβον. καὶ τὴν κόλασιν ἀπαραίτητον. Ἐν ᾧ γὰρ κρίματι κρίνετε, φησὶ, κριθήσεσθε. Οὐ γὰρ ἐκεῖνον καταδικάζεις, φησὶν, ἀλλὰ σαυτὸν, καὶ φοβερόν σοι ποιεῖς τὸ δικαστήριον, καὶ ἀκριβεῖς τὰς εὐθύνας. Ὥσπερ οὖν ἐν τῇ τῶν ἁμαρτημάτων ἀφέσει παρ' ἡμῶν αἱ ἀρχαὶ, οὕτω καὶ ἐν ταύτῃ τῇ κρίσει παρ' ἡμῶν τὰ μέτρα τῆς καταδίκης τίθεται. Οὐδὲ γὰρ ὀνειδίζειν δεῖ, οὐδὲ ἐπεμβαίνειν, ἀλλὰ νουθετεῖν· οὐ κακηγορεῖν, ἀλλὰ συμβουλεύειν· οὐδὲ μετὰ ἀπονοίας ἐπιτίθεσθαι, ἀλλὰ μετὰ φιλοστοργίας διορθοῦν. Οὐ γὰρ ἐκεῖνον, ἀλλὰ σαυτὸν ἐσχάτῃ παραδίδως τιμωρίᾳ, μὴ φειδόμενος αὐτοῦ, ἡνίκα ἂν δεήσῃ ψηφίζεσθαι περὶ τῶν πεπλημμελημένων αὐτῷ.