Ancient Greek · ~17 min
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-22
Not analysed yet
Ὁρᾷς πῶς αὗται αἱ δύο ἐντολαὶ καὶ κοῦφαι καὶ μεγάλων αἴτιαι ἀγαθῶν τοῖς πειθομένοις, ὥσπερ οὖν καὶ κακῶν τοῖς μὴ προσέχουσιν; Ὅ τε γὰρ ἀφιεὶς τῷ πλησίον, ἑαυτὸν πρὸ ἐκείνου τῶν ἐγκλημάτων ἀπήλλαξεν, οὐδὲν καμών· ὅ τε μετὰ φειδοῦς καὶ συγγνώμης τὰ πεπλημμελημένα ἑτέροις ἐξετάσας, πολὺν ἑαυτῷ τῆς συγγνώμης τὸν ἔρανον ἀπὸ τῆς ψήφου προαπέθετο. Τί οὖν; ἂν πορνεύῃ, φησὶ, μὴ εἴπω ὅτι κακὸν ἡ πορνεία, μηδὲ διορθώσωμαι τὸν ἀσελγαίνοντα; Διόρθωσον μὲν, ἀλλὰ μὴ ὡς πολέμιος, μηδὲ ὡς ἐχθρὸς ἀπαιτῶν δίκην, ἀλλ' ὡς ἰατρὸς φάρμακα κατασκευάζων. Οὐδὲ γὰρ εἶπε, μὴ παύσῃς ἁμαρτάνοντα, ἀλλὰ, μὴ κρίνῃς· τουτέστι, μὴ πικρὸς γίνου δικαστής. Ἄλλως δὲ οὐδὲ περὶ τῶν μεγάλων καὶ ἀπηγορευμένων, ὅπερ ἔφθην εἰπὼν, ἀλλὰ περὶ τῶν οὐδὲ δοκούντων εἶναι πλημμελημάτων τοῦτο εἴρηται. Διὸ καὶ ἔλεγε· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου; Καὶ γὰρ πολλοὶ νῦν τοῦτο ποιοῦσι· κἂν ἴδωσι μοναχὸν περιττὸν ἱμάτιον ἔχοντα, τὸν νόμον αὐτῷ προβάλλονται τὸν δεσποτικὸν, αὐτοὶ μυρία ἁρπάζοντες καὶ καθ' ἑκάστην πλεονεκτοῦντες τὴν ἡμέραν· κἂν ἴδωσι δαψιλεστέρας τροφῆς ἀπολαύοντα, πικροὶ γίνονται κατήγοροι καθ' ἡμέραν αὐτοὶ μεθύοντες καὶ κραιπαλῶντες, οὐκ εἰδότες ὅτι μετὰ τῶν οἰκείων ἁμαρτημάτων μεῖζον ἑαυτοῖς ἐντεῦθεν συνάγουσι τὸ πῦρ, καὶ πάσης ἑαυτοὺς ἀποστεροῦσιν ἀπολογίας. Ὅτι μὲν γὰρ δεῖ μετὰ ἀκριβείας ἐξετάζειν τὰ σὰ, σὺ πρῶτος νόμον ἔθηκας, οὕτω τοῖς τοῦ πλησίον δικάσας. Μὴ τοίνυν βαρὺ νόμιζε εἶναι, εἰ καὶ αὐτὸς μέλλεις τοιαύτας ὑπέχειν εὐθύνας. Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου. Ἐνταῦθα τὴν ὀργὴν ἐνδείξασθαι βούλεται τὴν πολλὴν, ἢν ἔχει πρὸς τοὺς τὰ τοιαῦτα ποιοῦντας. Καὶ γὰρ ὅπουπερ ἂν βουληθῇ δεῖξαι τὸ ἁμάρτημα μέγα ὂν, καὶ πολλὴν τὴν ἐπ' αὐτῷ κόλασιν καὶ ὀργὴν, ἀπὸ ὕβρεως ἄρχεται. Ὥσπερ οὖν καὶ πρὸς ἐκεῖνον τὸν τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντα ἀγανακτῶν ἔλεγε· Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι· οὕτω καὶ ἐνταῦθα, Ὑποκριτά. Οὐ γὰρ κηδεμονίας ἡ τοιαύτη ψῆφος, ἀλλὰ μισανθρωπίας ἐστί· καὶ προσωπεῖον μὲν φιλανθρωπίας προβάλλεται, ἔργον δὲ ἐσχάτης πονηρίας πληροῖ, ὀνείδη περιττὰ καὶ ἐγκλήματα προστριβόμενος τοῖς πλησίον, καὶ διδασκάλου τάξιν ἁρπάζων, οὐδὲ μαθητὴς ἄξιος ὢν εἶναι· διὰ τοῦτο ὑποκριτὴν αὐτὸν ἐκάλεσεν. Ὁ γὰρ ἐν τοῖς ἑτέρων οὕτως ὢν πικρὸς, ὡς καὶ τὰ μικρὰ ἰδεῖν, πῶς ἐν τοῖς σοῖς οὕτω γέγονας ῥᾴθυμος, ὡς καὶ τὰ μεγάλα παραδραμεῖν; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου. Ὁρᾷς, ὅτι οὐ κωλύει τὸ κρίνειν, ἀλλὰ κελεύει ἐκβάλλειν πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ, καὶ τότε τὰ τῶν ἄλλων διορθοῦν; Καὶ γὰρ τὰ ἑαυτοῦ τις μᾶλλον οἶδεν, ἢ τὰ ἑτέρων· καὶ τὰ μείζονα μᾶλλον ὁρᾷ, ἢ τὰ ἐλάττω· καὶ ἑαυτὸν μᾶλλον φιλεῖ, ἢ τὸν πλησίον. Ὥστε εἰ κηδόμενος ποιεῖς, σαυτοῦ κήδου πρότερον, ἔνθα καὶ σαφέστερον καὶ μεῖζον τὸ ἁμάρτημα. Εἰ δὲ σαυτοῦ καταφρονεῖς, εὔδηλον ὅτι καὶ τὸν ἀδελφὸν οὐ κηδόμενος κρίνεις, ἀλλὰ μισῶν καὶ ἐκπομπεῦσαι βουλόμενος. Εἰ γὰρ καὶ δέοι τοῦτον κρίνεσθαι, παρὰ τοῦ μηδὲν τοιοῦτον ἁμαρτάνοντος, οὐ παρὰ σοῦ. Ἐπειδὴ γὰρ μεγάλα καὶ ὑψηλὰ φιλοσοφίας ἐνέθηκε δόγματα, ἵνα μή τις λέγῃ, ὅτι τὰ τοιαῦτα φιλοσοφεῖν λόγοις εὔκολον, δεῖξαι βουλόμενος τὴν παῤῥησίαν, καὶ τὸ μηδενὶ τῶν εἰρημένων ὑπεύθυνον εἶναι, ἀλλὰ πάντα κατορθωκέναι, ταύτην εἶπε τὴν παραβολήν. Καὶ γὰρ καὶ αὐτὸς ἔμελλε κρίνειν μετὰ ταῦτα, Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, λέγων· ἀλλ' οὐκ ἦν ὑπεύθυνος τοῖς εἰρημένοις· οὔτε γὰρ κάρφος ἐξέβαλεν, οὔτε δοκὸν εἶχεν ἐπὶ τῶν ὀμμάτων, ἀλλὰ πάντων τούτων ὢν καθαρὸς, οὕτω τὰ πάντων διώρθου πλημμελήματα. Οὐδὲ γὰρ δεῖ, φησὶ, κρίνειν ἑτέρους, ὅταν τις τῶν αὐτῶν ὑπεύθυνος ᾖ. Καὶ τί θαυμάζεις, εἰ τὸν νόμον τοῦτον αὐτὸς ἔθηκεν, ὅπου γε καὶ ὁ λῃστὴς αὐτὸν ἐγίνωσκεν ἐπὶ τοῦ σταυροῦ, τῷ ἑτέρῳ λῃστῇ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεὸν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; τὰ αὐτὰ τῷ Χριστῷ νοήματα λέγων. Σὺ δὲ τὴν μὲν σαυτοῦ δοκὸν οὐ μόνον οὐκ ἐκβάλλεις, ἀλλ' οὐδὲ ὁρᾷς· τὸ δὲ ἑτέρου κάρφος οὐ μόνον ὁρᾷς, ἀλλὰ καὶ κρίνεις, καὶ ἐκβάλλειν ἐπιχειρεῖς· ὥσπερ εἴ τις ὑδέρῳ συνεχόμενος χαλεπῷ, ἢ καὶ ἑτέρῳ τινὶ νοσήματι ἀνιάτῳ, τούτου μὲν ἀμελοίη, ἐγκαλοίη δὲ ἑτέρῳ φυσήματος ἀμελοῦντι μικροῦ. Εἰ δὲ κακὸν τὸ μὴ ὁρᾷν τὰ ἑαυτοῦ ἁμαρτήματα, διπλοῦν καὶ τριπλοῦν κακὸν τὸ καὶ ἑτέροις δικάζειν, αὐτοὺς ἀναλγήτως ἐπὶ τῶν ὀφθαλμῶν περιφέροντας τὰς δοκούς. Καὶ γὰρ δοκοῦ βαρύτερον ἁμαρτία.