Ancient Greek · ~17 min
Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-23
Not analysed yet
Διὰ τί μὴ εἶπεν, Ἀλλ' ὁ ποιῶν τὸ θέλημα τὸ ἐμόν; Ὅτι τέως ἀγαπητὸν ἦν καὶ τοῦτο πρότερον δέξασθαι· καὶ γὰρ πολὺ μέγα ἦν πρὸς τὴν ἀσθένειαν τὴν ἐκείνων. Ἄλλως δὲ καὶ τοῦτο δι' ἐκείνου ᾐνίξατο. Μετὰ δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐδέ ἐστιν ἕτερον θέλημα τοῦ Υἱοῦ παρὰ τὸ τοῦ Πατρός. Ἐνταῦθα δέ μοι τῶν Ἰουδαίων μάλιστα καθάπτεσθαι δοκεῖ, ἐν τοῖς δόγμασι τιθεμένων τὸ πᾶν, καὶ τοῦ βίου πρόνοιαν οὐδεμίαν ποιουμένων. Διὸ καὶ ὁ Παῦλος αὐτοῖς ἐγκαλεῖ λέγων· Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις τὸ θέλημα· ἀλλ' οὐδέν σοι πλέον ἐντεῦθεν, ὅταν ἡ τοῦ βίου καὶ τῶν ἔργων ἐπίδειξις μὴ παρῇ. Αὐτὸς δὲ οὐ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ τὸ πολλῷ πλέον εἶπε. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Οὐ γὰρ δὴ μόνον, φησὶν, ὁ πίστιν ἔχων, τοῦ βίου ἠμελημένου, τῶν οὐρανῶν ἐκβάλλεται, ἀλλὰ κἂν μετὰ τῆς πίστεως σημεῖα πολλὰ πεποιηκὼς ᾖ, καὶ οὐδὲν ἀγαθὸν ἐργασάμενος, καὶ οὗτος ὁμοίως τῶν ἱερῶν εἴργεται προθύρων ἐκείνων. Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Ὁρᾷς πῶς λανθανόντως ἑαυτὸν συνεισάγει λοιπὸν, ἐπειδὴ τὴν πᾶσαν ἀπήρτισε δημηγορίαν, καὶ δείκνυσιν ἑαυτὸν ὄντα κριτήν; Ὅτι μὲν γὰρ κόλασις ἐκδέξεται τοὺς ἁμαρτάνοντας, ἐν τοῖς ἔμπροσθεν ἔδειξε· τίς δὲ καὶ ὁ κολάζων, ἐνταῦθα λοιπὸν ἐκκαλύπτει. Καὶ οὐκ εἶπε φανερῶς, ὅτι Ἐγώ εἰμι· ἀλλὰ Πολλοὶ ἐροῦσί μοι, τὸ αὐτὸ τοῦτο πάλιν κατασκευάζων. Εἰ γὰρ μὴ αὐτὸς ἦν ὁ κριτὴς, πῶς ἂν πρὸς αὐτοὺς εἶπε· Καὶ τότε ὁμολογήσω αὐτοῖς· Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς; Οὐχὶ μόνον ἐν τῷ καιρῷ τῆς κρίσεως, ἀλλ' οὐδὲ τότε, ἡνίκα ἐθαυματουργεῖτε, φησί. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ἔλεγε· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ πανταχοῦ πολλὴν κελεύει τοῦ βίου σπουδὴν ποιεῖσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον ὀρθῶς βιοῦντα, καὶ πάντων ἀπηλλαγμένον τῶν παθῶν, περιοφθῆναί ποτε· ἀλλὰ κἂν πλανώμενος τύχῃ, ταχέως αὐτὸν ὁ Θεὸς πρὸς τὴν ἀλήθειαν ἐπισπάσεται. Ἀλλ' εἰσί τινες οἵ φασιν, ὅτι ψευδόμενοι οὗτοι ταῦτα ἔλεγον· διόπερ οὐδὲ ἐσώθησαν, φησίν. Οὐκοῦν τὸ ἐναντίον οὗ βούλεται κατασκευάζει. Καὶ γὰρ βούλεται ἐνταῦθα δεῖξαι, ὅτι ἡ πίστις οὐδὲν ἰσχύει χωρὶς ἔργων. Εἶτα ἐπιτείνων αὐτὰ, προσέθηκε καὶ τὰ σημεῖα· δηλῶν ὅτι οὐ μόνον ἡ πίστις, ἀλλ' οὐδὲ ἡ τῶν σημείων ἐπίδειξις ὀνίνησί τι τὸν θαυματουργοῦντα ἀρετῆς χωρίς. Εἰ δὲ μὴ ἐποίησαν, πῶς ἂν ἐδυνήθη τοῦτο συστῆναι ἐνταῦθα; Ἄλλως δὲ οὐδ' ἂν ἐτόλμησαν, τῆς κρίσεως παρούσης, πρὸς αὐτὸν ταῦτα εἰπεῖν. Καὶ αὑτὴ δὲ ἡ ἀπόκρισις, καὶ τὸ κατ' ἐρώτησιν λέγειν, δείκνυσιν αὐτοὺς πεποιηκότας. Ἐπειδὴ γὰρ ἐναντίον τῇ προσδοκίᾳ τὸ τέλος εἶδον, καὶ ἐνταῦθα μὲν θαυμαστοὶ ἦσαν παρὰ πᾶσι θαυματουργοῦντες, ἐκεῖ δὲ ὁρῶσιν ἑαυτοὺς λοιπὸν κολαζομένους, ὡς ἐκπληττόμενοι καὶ θαυμάζοντες λέγουσι· Κύριε, οὐχὶ ἐν τῷ σῷ ὀνόματι προεφητεύσαμεν; πῶς οὖν ἡμᾶς ἀποστρέφῃ νῦν; τί βούλεται τὸ ξένον καὶ παράδοξον τοῦτο τέλος; Ἀλλ' ἐκεῖνοι μὲν θαυμάζουσιν, ὅτι τοιαῦτα θαυματουργήσαντες ἐκολάσθησαν· σὺ δὲ μὴ θαύμαζε. Ἡ γὰρ χάρις πᾶσα τῆς τοῦ δεδωκότος δωρεᾶς· ἐκεῖνοι δὲ οὐδὲν παρ' ἑαυτῶν εἰσήνεγκαν· διὸ καὶ κολάζεσθαι δίκαιοι, ὅτι περὶ τὸν οὕτω τιμήσαντα, ὡς καὶ ἀναξίοις δοῦναι τὴν χάριν, ἀγνώμονες γεγόνασι καὶ ἀναίσθητοι. Τί οὖν, φησὶν, ἐργαζόμενοι τὴν ἀνομίαν, τοιαῦτα ἐποίουν; Τινὲς μέν φασιν, ὅτι οὐκ ἐν τῷ καιρῷ, ἐν ᾧ ταῦτα ἐθαυματούργουν, καὶ ἠνόμουν, ἀλλ' ὕστερον μετεβάλοντο, καὶ τὴν ἀνομίαν ἐποίουν. Ἀλλ' ἐὰν τοῦτο ᾖ, πάλιν τὸ σπουδαζόμενον οὐχ ἵσταται. Ὃ γὰρ δεῖξαι ἐσπούδακε, τοῦτό ἐστιν· ὅτι οὔτε πίστις, οὔτε θαύματα ἰσχύει, βίου μὴ παρόντος· ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Τίνες οὖν εἰσιν οὗτοι; φησί. Πολλοὶ τῶν πιστευσάντων ἔλαβον χαρίσματα, οἷος ἦν ὁ τὰ δαιμόνια ἐκβάλλων, καὶ οὐκ ὢν μετ' αὐτοῦ, οἷος ἦν ὁ Ἰούδας· καὶ γὰρ καὶ οὗτος, πονηρὸς ὢν, χάρισμα εἶχε. Καὶ ἐν τῇ Παλαιᾷ δὲ τοῦτο εὕροι τις ἂν, εἰς ἀναξίους τὴν χάριν ἐνεργήσασαν πολλάκις, ἵνα ἑτέρους εὐεργετήσῃ. Ἐπειδὴ γὰρ οὐ πάντες πρὸς πάντα ἐπιτηδείως εἶχον, ἀλλ' οἱ μὲν ἦσαν βίου καθαροῦ, πίστιν δὲ οὐ τοσαύτην εἶχον, οἱ δὲ τοὐναντίον· κἀκείνους διὰ τούτων προτρέπει, ὥστε πολλὴν ἐπιδείξασθαι πίστιν, καὶ τούτους διὰ τῆς ἀφάτου ταύτης δωρεᾶς ὥστε γενέσθαι βελτίους ἐξεκαλεῖτο.