Ancient Greek · ~17 min
Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-23
Not analysed yet
Διὸ καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν χάριν ἐδίδου. Δυνάμεις γὰρ, φησὶ, πολλὰς ἐποιήσαμεν. Ἀλλ' ὁμολογήσω αὐτοῖς τότε, ὅτι Οὐκ οἶδα ὑμᾶς. Νῦν μὲν γὰρ νομίζουσιν εἶναί μοι φίλοι· τότε δὲ εἴσονται, ὅτι οὐχ ὡς φίλοις ἔδωκα. Καὶ τί θαυμάζεις εἰ ἀνδράσι πεπιστευκόσι μὲν εἰς αὐτὸν, βίον δὲ οὐκ ἔχουσι τῇ πίστει συμβαίνοντα, χαρίσματα δέδωκεν, ὅπου γε καὶ εἰς τοὺς ἀμφοτέρων τούτων ἐκπεπτωκότας εὑρίσκεται ἐνεργῶν; Καὶ γὰρ ὁ Βαλαὰμ καὶ πίστεως καὶ πολιτείας ἀρίστης ἀλλότριος ἦν· ἀλλ' ὅμως ἐνήργησεν εἰς αὐτὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονομίαν. Καὶ ὁ Φαραὼ τοιοῦτος· ἀλλ' ὅμως κἀκείνῳ τὰ μέλλοντα ἔδειξε. Καὶ ὁ Ναβουχοδονόσορ παρανομώτατος, καὶ τούτῳ πάλιν τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἀπεκάλυψε. Καὶ τῷ παιδὶ πάλιν τῷ ἐκείνου νικῶντι τὸν πατέρα τῇ παρανομίᾳ, τὰ μέλλοντα ἔδειξε, θαυμαστὰ καὶ μεγάλα οἰκονομῶν πράγματα. Ἐπεὶ οὖν καὶ τότε ἀρχὰς τὸ κήρυγμα εἶχε, καὶ πολλὴν ἔδει γενέσθαι τῆς δυνάμεως αὐτοῦ τὴν ἐπίδειξιν, πολλοὶ καὶ τῶν ἀναξίων δῶρα ἐλάμβανον. Ἀλλ' ὅμως ἀπὸ τῶν σημείων τούτων οὐδὲν ἐκέρδαναν ἐκεῖνοι, ἀλλὰ καὶ μᾶλλον κολάζονται. Διὸ καὶ τὸ φοβερὸν ἐκεῖνο ῥῆμα εἶπεν αὐτοῖς· Οὐδέποτε ἔγνων ὑμᾶς. Πολλοὺς γὰρ καὶ ἐντεῦθεν ἤδη μισεῖ, καὶ πρὸ τῆς κρίσεως ἀποστρέφεται. Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, καὶ πολλὴν ἐπιμέλειαν ποιησώμεθα βίου, μηδὲ νομίζωμεν ἔλαττον ἔχειν, ἐπειδὴ σημεῖα οὐ ποιοῦμεν νῦν. Οὐδὲν γὰρ ἐκ τούτου πλέον ἔσται ἡμῖν ποτε, ὥσπερ οὖν οὐδὲ ἔλαττον ἐκ τοῦ μὴ ποιεῖν, ἐὰν ἀρετῆς ἐπιμελώμεθα πάσης. Τῶν μὲν γὰρ σημείων αὐτοὶ ὀφειλέται ἐσμὲν, τοῦ δὲ βίου καὶ τῶν πράξεων τὸν Θεὸν ἔχομεν ὀφειλέτην. Ἐπειδὴ τοίνυν πάντα ἀπήρτισε, καὶ περὶ ἀρετῆς διελέχθη μετὰ ἀκριβείας ἁπάσης, καὶ τοὺς ὑποκρινομένους αὐτὴν ἔδειξε διαφόρους ὄντας, τούς τε νηστεύοντας πρὸς ἐπίδειξιν καὶ εὐχομένους, τούς τε ἐν δορᾷ προβάτων παραγενομένους, τούς τε λυμαινομένους αὐτὴν, οὓς καὶ χοίρους καὶ κύνας ἐκάλεσε, δεικνὺς λοιπὸν πόσον μὲν τῆς ἀρετῆς καὶ ἐνταῦθα τὸ κέρδος, πόσον δὲ τῆς κακίας τὸ βλάβος, φησί· Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Ἃ μὲν γὰρ οἱ μὴ ποιοῦντες, κἂν σημεῖα ἐργάζωνται, πείσονται, ἀκηκόατε· δεῖ δὲ ὑμᾶς εἰδέναι, καὶ τίνων οἱ πειθόμενοι τοῖς εἰρημένοις ἅπασιν ἀπολαύσονται, οὐκ ἐν τῷ μέλλοντι αἰῶνι μόνον, ἀλλὰ καὶ ἐνταῦθα. Πᾶς γὰρ, φησὶν, ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Εἶδες πῶς ποικίλλει τὸν λόγον, ποτὲ μὲν λέγων, Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, καὶ ἑαυτὸν ἐκκαλύπτων· ποτὲ δὲ λέγων, Ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ πάλιν κριτὴν ἑαυτὸν εἰσάγων· Πολλοὶ γὰρ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; Καὶ ἐρῶ· Οὐκ οἶδα ὑμᾶς. Καὶ ἐνταῦθα πάλιν δείκνυσιν ἑαυτὸν τὴν ἐξουσίαν ἔχοντα τοῦ παντός· διὸ καὶ ἔλεγεν· Ὅστις ἀκούει μου τοὺς λόγους τούτους. Ἐπειδὴ γὰρ πάντα περὶ τῶν μελλόντων διελέχθη, καὶ βασιλείαν λέγων, καὶ μισθὸν ἄφατον, καὶ παράκλησιν, καὶ ὅσα τοιαῦτα, βούλεται καὶ ἐντεῦθεν αὐτοῖς δοῦναι τοὺς καρποὺς, καὶ δεῖξαι πόση καὶ κατὰ τὸν παρόντα βίον ἡ ἰσχὺς τῆς ἀρετῆς. Τίς οὖν ἐστιν ἡ ἰσχύς; Τὸ μετὰ ἀσφαλείας ζῇν, τὸ μηδενὶ τῶν δεινῶν εὐχείρωτον εἶναι, τὸ πάντων ἀνώτερον ἑστάναι τῶν ἐπηρεαζόντων· οὗ τί γένοιτ' ἂν ἴσον; Τοῦτο γὰρ οὐδὲ αὐτὸς ὁ τὸ διάδημα περικείμενος ἑαυτῷ κατασκευάσαι δύναιτ' ἂν, ἀλλ' ὁ ἀρετὴν μετιών. Αὐτὸς γὰρ μόνος μετὰ πολλῆς κέκτηται τῆς περιουσίας, ἐν τῷ τῶν παρόντων εὐρίπῳ πραγμάτων πολλῆς ἀπολαύων γαλήνης. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ εὐδίας οὔσης, ἀλλὰ σφοδροῦ τοῦ χειμῶνος, καὶ πολλῆς τῆς ταραχῆς, καὶ συνεχῶν τῶν πειρασμῶν, αὐτὸς οὐδὲ μικρὸν σαλευθῆναι δύναται. Κατέβη γὰρ ἡ βροχὴ, φησὶν, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν· βροχὴν ἐνταῦθα καὶ ποταμοὺς καὶ ἀνέμους μεταφορικῶς τὰς ἀνθρωπίνας λέγων συμφορὰς καὶ δυσπραγίας, οἷον συκοφαντίας, ἐπιβουλὰς, πένθη, θανάτους, οἰκείων ἀποβολὰς, ἀλλοτρίων ἐπηρείας, πάντα ὅσα ἂν εἴποι τις τὰ ἐν τῷ βίῳ κακά. Ἀλλ' οὐδενὶ εἴκει, φησὶν, ἡ τοιαύτη ψυχή· τὸ δὲ αἴτιον, ὅτι ἐπὶ τῆς πέτρας τεθεμελίωται. Πέτραν δὲ τὴν ἀσφάλειαν τῆς ἑαυτοῦ διδασκαλίας καλεῖ. Καὶ γὰρ πέτρας ἰσχυρότερα τὰ προςτάγματα, ὑψηλότερον πάντων ποιοῦντα τῶν ἀνθρωπίνων κυμάτων. Ὁ γὰρ ταῦτα μετὰ ἀκριβείας φυλάττων, οὐκ ἀνθρώπων περιέσται μόνον ἐπηρεαζόντων, ἀλλὰ καὶ αὐτῶν τῶν δαιμόνων ἐπιβουλευόντων αὐτῷ.