Ancient Greek · ~16 min
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἰσελθὼν προσεκύνει αὐτὸν λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτὴν, καὶ ζήσεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-30
Not analysed yet
Κατέλαβε τοὺς λόγους τὸ ἔργον, ὥστε πλέον τοὺς Φαρισαίους ἐπιστομισθῆναι. Καὶ γὰρ ὁ ἐλθὼν ἀρχισυνάγωγος ἦν, καὶ τὸ πένθος δεινόν. Καὶ γὰρ μονογενὲς ἦν τὸ παιδίον, καὶ ἐτῶν δώδεκα γεγονὸς αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος· ὃ δὴ μάλιστα καὶ εὐθέως αὐτὸ ἀνέστησεν. Εἰ δὲ ὁ Λουκᾶς λέγει, ὅτι ἦλθον λέγοντες· Μὴ σκύλλε τὸν Διδάσκαλον· τέθνηκε γάρ· ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ, Ἄρτι ἐτελεύτησε, στοχαζομένου ἦν ἀπὸ τοῦ καιροῦ τῆς ὁδοιπορίας, ἢ αὔξοντος τὴν συμφοράν. Καὶ γὰρ ἔθος τοῖς δεομένοις ἐπαίρειν τῷ λόγῳ τὰ οἰκεῖα κακὰ καὶ πλέον τι τῶν ὄντων λέγειν, ὥστε μᾶλλον ἐπισπάσασθαι τοὺς ἱκετευομένους. Ὅρα δὲ αὐτοῦ τὴν παχύτητα. Δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν, καὶ τὴν χεῖρα ἐπιθεῖναι· ὅπερ σημεῖον ἦν τοῦ καταλιπεῖν αὐτὴν ἐμπνέουσαν ἔτι. Τοῦτο καὶ ὁ Σύρος ἐκεῖνος ὁ Νεεμὰν τὸν προφήτην ἀπῄτει. Ἔλεγον γὰρ, φησὶν, ὅτι καὶ ἐξελεύσεται, καὶ τὴν χεῖρα αὐτοῦ ἐπιθήσει. Καὶ γὰρ καὶ ὄψεως δέονται καὶ αἰσθητῶν πραγμάτων οἱ παχύτερον διακείμενοι. Καὶ ὁ μὲν Μάρκος φησὶν, ὅτι τοὺς τρεῖς ἔλαβε μαθητὰς, καὶ ὁ Λουκᾶς· οὗτος δὲ ἁπλῶς φησι τοὺς μαθητάς. Τίνος οὖν ἕνεκεν τὸν Ματθαῖον οὐ παρέλαβε, καίτοιγε ἄρτι προσελθόντα; Εἰς πλείονα αὐτὸν ἐπιθυμίαν ἐμβάλλων, καὶ διὰ τὸ ἀτελέστερον ἔτι διακεῖσθαι. Διὰ γὰρ τοῦτο ἐκείνους τιμᾷ, ἵνα οὗτοι κατ' ἐκείνους γένωνται. Τούτῳ δὲ ἤρκει τέως τὰ κατὰ τὴν αἱμοῤῥοοῦσαν ἰδεῖν, καὶ τὸ τραπέζῃ τιμηθῆναι, καὶ κοινωνίᾳ ἁλῶν. Ἀναστάντι δὲ ἠκολούθουν πολλοὶ, ὡς ἐπὶ θαύματι μεγάλῳ, καὶ διὰ τὸ πρόσωπον τὸ παραγεγονὸς, καὶ ὅτι οἱ πλείους παχύτερον διακείμενοι οὐχ οὕτω ψυχῆς ἐπιμέλειαν, ὡς σώματος ἰατρείαν ἐζήτουν καὶ συνέῤῥεον, οἱ μὲν ὑπὸ τῶν οἰκείων συνωθούμενοι παθῶν, οἱ δὲ τῆς τῶν ἀλλοτρίων διορθώσεως σπεύδοντες θεαταὶ γενέσθαι· λόγων δὲ ἕνεκεν καὶ διδασκαλίας προηγουμένως ὀλίγοι οἱ παρ' αὐτὸν φοιτῶντες ἦσαν τέως. Οὐ μὴν εἴασεν αὐτοὺς εἰς τὴν οἰκίαν εἰσελθεῖν, ἀλλὰ τοὺς μαθητὰς μόνον, καὶ οὐδὲ τούτους πάντας, πανταχοῦ παιδεύων ἡμᾶς τὴν παρὰ τῶν πολλῶν διακρούεσθαι δόξαν. Καὶ ἰδοὺ, φησὶ, γυνὴ ἐν ῥύσει αἵματος δώδεκα ἔτη ἔχουσα, προσῆλθεν ὄπισθεν, καὶ ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Τίνος ἕνεκεν οὐ μετὰ παῤῥησίας αὐτῷ προσῆλθεν; ᾘσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἶναι νομίζουσα. Εἰ γὰρ ἡ ἐν καταμηνίοις οὖσα οὐκ ἐδόκει εἶναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἂν ἐνόμισε· καὶ γὰρ πολλὴ παρὰ τῷ νόμῳ ἀκαθαρσία ἐνομίζετο εἶναι τὸ πάθος. Διὰ τοῦτο λανθάνει καὶ κρύπτεται. Οὐδέπω γὰρ οὐδὲ αὐτὴ τὴν προσήκουσαν καὶ ἀπηρτισμένην περὶ αὐτοῦ δόξαν εἶχεν· ἐπεὶ οὐκ ἂν ἐνόμισε λανθάνειν. Καὶ πρώτη προσέρχεται δημοσίᾳ αὕτη ἡ γυνή· καὶ γὰρ ἤκουσεν ὅτι καὶ γυναῖκας θεραπεύει, καὶ ὅτι ἐπὶ τὸ θυγάτριον ἀπέρχεται τὸ τετελευτηκός. Καὶ εἰς τὴν οἰκίαν μὲν αὐτὸν καλέσαι οὐκ ἐτόλμησε, καίτοιγε εὔπορος οὖσα· ἀλλ' οὔτε δημοσίᾳ προσῆλθε, λάθρα δὲ μετὰ πίστεως τῶν ἱματίων ἥψατο. Οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἶπεν ἐν ἑαυτῇ· Ἆρα ἀπαλλαγήσομαι τοῦ νοσήματος; ἆρα οὐκ ἀπαλλαγήσομαι; ἀλλὰ θαῤῥήσασα περὶ τῆς ὑγιείας οὕτω προσῆλθεν. Ἔλεγε γὰρ, φησὶν, ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Καὶ γὰρ εἶδεν ἐκ ποίας ἐξῆλθεν οἰκίας, τῆς τῶν τελωνῶν, καὶ τίνες ἦσαν οἱ ἑπόμενοι, ἁμαρτωλοὶ καὶ τελῶναι· καὶ ταῦτα πάντα εὐέλπιδα αὐτὴν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν, ἀλλ' εἰς μέσον ἄγει καὶ δήλην καθίστησι, πολλῶν ἕνεκεν. Καίτοιγέ τινες τῶν ἀναισθήτων φασὶ, δόξης αὐτὸν ἐρῶντα τοῦτο ποιεῖν. Διατί γὰρ, φησὶν, οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν; Τί λέγεις, ὦ μιαρὲ καὶ παμμίαρε; ὁ κελεύων σιγᾷν, ὁ μυρία παρατρέχων θαύματα, οὗτος δόξης ἐρᾷ; Τίνος οὖν ἕνεκεν εἰς μέσον ἄγει; Πρῶτον λύει τὸ δέος τῆς γυναικὸς, ἵνα μὴ ὑπὸ τοῦ συνειδότος κεντουμένη, καθάπερ κεκλοφυῖα τὴν δωρεὰν, ἐν ἀγωνίᾳ διατρίβῃ. Δεύτερον, αὐτὴν διορθοῦται, ἐπειδὴ ἐνόμισε λανθάνειν. Τρίτον, πᾶσι τὴν πίστιν αὐτῆς ἐπιδείκνυται, ὥστε καὶ τοὺς ἄλλους ζηλῶσαι· καὶ τοῦ στῆσαι τὰς πηγὰς τοῦ αἵματος οὐκ ἔλαττον σημεῖον παρέχεται, τὸ δεῖξαι ὅτι πάντα ἐπίσταται. Ἔπειτα, τὸν ἀρχισυνάγωγον μέλλοντα διαπιστεῖν, καὶ ταύτῃ τὸ πᾶν διαφθείρειν, κατορθοῖ διὰ τῆς γυναικός. Καὶ γὰρ οἱ ἐλθόντες ἔλεγον· Μὴ σκύλλε τὸν Διδάσκαλον, ὅτι τέθνηκε τὸ κοράσιον· καὶ οἱ ἐν τῇ οἰκίᾳ κατεγέλων αὐτοῦ εἰπόντος, ὅτι Καθεύδει· καὶ εἰκὸς ἦν καὶ τὸν πατέρα τοιοῦτόν τι πεπονθέναι.