Ancient Greek · ~18 min
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἰσελθὼν προσεκύνει αὐτὸν λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτὴν, καὶ ζήσεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-29
Not analysed yet
Διὰ τοῦτο προδιορθούμενος ταύτην τὴν ἀσθένειαν. ἄγει τὸ γύναιον εἰς μέσον. Ὅτι γὰρ τῶν σφόδρα παχυτέρων ἦν ἐκεῖνος, ἄκουσον τί φησι πρὸς αὐτόν· Μὴ φοβοῦ, σὺ μόνον πίστευε, καὶ σωθήσεται. Καὶ γὰρ τὸν θάνατον ἐπίτηδες ἔμενεν ἐπελθεῖν, καὶ τότε παραγενέσθαι, ὥστε σαφῆ γενέσθαι τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Διὰ τοῦτο καὶ σχολαιότερον βαδίζει, καὶ διαλέγεται τῇ γυναικὶ πλείονα, ἵνα συγχωρήσῃ τελευτῆσαι ἐκείνην, καὶ παραγενέσθαι τοὺς ταῦτα ἀπαγγέλλοντας καὶ λέγοντας· Μὴ σκύλλε τὸν Διδάσκαλον. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἐπισημαίνεται λέγων, ὅτι Ἔτι λαλοῦντος αὐτοῦ, ἦλθον οἱ ἀπὸ τῆς οἰκίας λέγοντες· Τέθνηκεν ἡ θυγάτηρ σου, μὴ σκύλλε τὸν Διδάσκαλον. Ἐβούλετο γὰρ πιστευθῆναι τὸν θάνατον, ἵνα μὴ ὑποπτευθῇ ἡ ἀνάστασις. Καὶ τοῦτο πανταχοῦ ποιεῖ. Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου, καὶ μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἔμεινε. Διὰ δὴ ταῦτα πάντα ἄγει αὐτὴν εἰς μέσον, καί φησι· Θάρσει, θύγατερ· ὥσπερ καὶ τῷ παραλύτῳ ἔλεγε· Θάρσει, τέκνον. Καὶ γὰρ περιδεὴς ἦν ἡ γυνή· διὰ τοῦτό φησι, Θάρσει, καὶ θυγατέρα καλεῖ· ἡ γὰρ πίστις αὐτὴν θυγατέρα ἐποίησεν. Εἶτα καὶ τὸ ἐγκώμιον· Ἡ πίστις σου σέσωκέ σε. Ὁ δὲ Λουκᾶς καὶ πλείονα τούτων ἡμῖν ἕτερα ἀπαγγέλλει περὶ τῆς γυναικός. Ἐπειδὴ γὰρ προσῆλθε, φησὶ, καὶ τὴν ὑγίειαν ἔλαβεν, οὐκ εὐθέως ἐκάλεσεν αὐτὴν ὁ Χριστὸς, ἀλλὰ πρότερόν φησι· Τίς ἐστιν ὁ ἁψάμενός μου; Εἶτα τοῦ Πέτρου καὶ τῶν μετ' αὐτοῦ λεγόντων· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; (ὃ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περικεῖσθαι, καὶ πάντα τύφον καταπατεῖν· οὐδὲ γὰρ πόῤῥωθεν εἵποντο, ἀλλὰ συνεῖχον αὐτὸν πάντοθεν·) αὐτὸς δὲ ἐπέμενε, φησὶ, λέγων, ὅτι Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν· πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων παχύτερον ἀποκρινόμενος. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ ἐκείνην ἀφ' ἑαυτῆς ὁμολογῆσαι πείσῃ. Διὰ γὰρ τοῦτο οὐδὲ εὐθέως αὐτὴν ἤλεγξεν, ἵνα δείξας ὅτι πάντα οἶδε σαφῶς, αὐτόματον πείσῃ πάντα ἐξειπεῖν, καὶ αὐτὴν ἀνακηρῦξαι τὸ γεγενημένον παρασκευάσῃ, καὶ μὴ λέγων ὕποπτος εἶναι δόξῃ. Εἶδες τοῦ ἀρχισυναγώγου βελτίονα τὴν γυναῖκα; Οὐ κατέσχεν, οὐκ ἐκράτησεν· ἀλλ' ἄκροις τοῖς δακτύλοις ἥψατο μόνον, καὶ ὑστέρα ἐλθοῦσα, προτέρα θεραπευθεῖσα ἀπῆλθε. Καὶ ἐκεῖνος μὲν ὅλον τὸν ἰατρὸν ἦγεν εἰς τὴν οἰκίαν· ταύτῃ δὲ ἤρκεσε καὶ ἁφὴ μόνον. Εἰ γὰρ καὶ τῷ πάθει ἦν συνδεδεμένη, ἀλλὰ τῇ πίστει ἦν ἀνεπτερωμένη. Σκόπει δὲ πῶς αὐτὴν παραμυθεῖται λέγων· Ἡ πίστις σου σέσωκέ σε. Καίτοιγε εἰ ἐπιδείξεως ἕνεκεν αὐτὴν εἵλκυσεν εἰς τὸ μέσον, οὐκ ἂν τοῦτο προσέθηκεν· ἀλλ' ὁμοῦ τὸν ἀρχισυνάγωγον παιδεύων πιστεῦσαι, ταῦτά φησι, καὶ τὴν γυναῖκα ἀνακηρύττων, καὶ οὐκ ἐλάττω τῆς τοῦ σώματος ὑγιείας διὰ τῶν ῥημάτων τούτων παρέχων αὐτῇ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν. Ὅτι γὰρ ἐκείνην δοξάσαι βουλόμενος ταῦτα ἐποίει, καὶ ἑτέρους διορθῶσαι, ἀλλ' οὐχ ἑαυτὸν ἀποφῆναι λαμπρὸν, δῆλον ἐντεῦθεν. Αὐτὸς μὲν γὰρ ὁμοίως ἔμελλεν εἶναι θαυμαστὸς καὶ τούτου χωρὶς (ὑπὲρ γὰρ τὰς νιφάδας αὐτὸν περιέῤῥει τὰ θαύματα, καὶ πολλῷ τούτου μείζονα καὶ εἰργάσατο καὶ ποιήσειν ἔμελλεν)· ἡ δὲ γυνὴ, εἰ μὴ τοῦτο γέγονε, λαθοῦσα ἂν ἀπῆλθε, τῶν μεγάλων τούτων ἀπεστερημένη ἐπαίνων. Διὰ τοῦτο αὐτὴν εἰς μέσον ἀγαγὼν ἀνεκήρυξε, καὶ τὸ δέος ἐξέβαλε (καὶ γὰρ τρέμουσα, φησὶ, προσῆλθε), καὶ θαῤῥεῖν αὐτὴν παρεσκεύασε, καὶ μετὰ τῆς ὑγιείας τοῦ σώματος καὶ ἕτερα αὐτῇ δέδωκεν ἐφόδια, εἰπὼν, Πορεύου ἐν εἰρήνῃ. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς, καὶ τὸν ὄχλον θορυβούμενον, ἔλεγεν· Ἀποχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. Καλά γε τῶν ἀρχισυναγώγων τὰ τεκμήρια, ἐν τῷ ἀποθανεῖν αὐλοὶ καὶ κύμβαλα θρῆνον ἐγείροντες. Τί οὖν ὁ Χριστός; Τοὺς μὲν ἄλλους ἅπαντας ἐξέβαλε, τοὺς δὲ γεγεννηκότας εἰσήγαγεν, ὥστε μὴ ἐγγενέσθαι εἰπεῖν, ὅτι ἄλλως ἐθεράπευσε· καὶ πρὸ τῆς ἀναστάσεως δὲ ἐγείρει τῷ λόγῳ, λέγων· Οὐ τέθνηκε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ πολλαχοῦ δὲ τοῦτο ποιεῖ. Ὥσπερ οὖν καὶ ἐπὶ τῆς θαλάττης ἐπιτιμᾷ τοῖς μαθηταῖς πρῶτον· οὕτω δὴ καὶ ἐνταῦθα τὸν θόρυβον ἐκβάλλει τῆς διανοίας τῶν παρόντων, ὁμοῦ καὶ δεικνὺς ὅτι εὔκολον αὐτῷ τοὺς τεθνηκότας ἐγεῖραι (ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου πεποίηκε, λέγων· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται), καὶ ἅμα παιδεύων μὴ δεδιέναι τὸν θάνατον· οὐ γὰρ εἶναι θάνατον αὐτὸν, ἀλλ' ὕπνον λοιπὸν γεγενῆσθαι. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἔμελλεν ἀποθνήσκειν, ἐν τοῖς ἑτέρων σώμασι προπαρασκευάζει τοὺς μαθητὰς θαῤῥεῖν, καὶ πράως φέρειν τὴν τελευτήν. Καὶ γὰρ αὐτοῦ παραγενομένου λοιπὸν ὕπνος ὁ θάνατος ἦν. Ἀλλ' ὅμως κατεγέλων αὐτοῦ· αὐτὸς δὲ οὐκ ἠγανάκτησεν ἀπιστούμενος ἐφ' οἷς μικρὸν ὕστερον ἔμελλε θαυματουργεῖν· οὐδὲ ἐπετίμησε τῷ γέλωτι, ἵνα καὶ αὐτὸς, καὶ οἱ αὐλοὶ, καὶ τὰ κύμβαλα, καὶ τὰ ἄλλα πάντα ἀπόδειξις γένηται τοῦ θανάτου.