Ancient Greek · ~15 min
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-37
Not analysed yet
Ὁρᾷς διὰ πόσων αὐτοὺς ἐνάγει εἰς τὴν πίστιν; Πρῶτον, διὰ τῶν ἐγκωμίων τῶν Ἰωάννου. Δείξας γὰρ αὐτὸν μέγαν καὶ θαυμαστὸν, ἀξιόπιστα καὶ τὰ παρ' αὐτοῦ ἅπαντα ἀπέφηνε, δι' ὧν εἰς τὴν αὐτοῦ γνῶσιν αὐτοὺς ἐφείλκετο. Δεύτερον, τῷ εἰπεῖν, Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν· τοῦτο γάρ ἐστιν ἐπείγοντος καὶ ὠθοῦντος. Τρίτον, διὰ τοῦ δεῖξαι ὅτι οἱ προφῆται πάντες ἀπηρτίσθησαν· καὶ γὰρ καὶ τοῦτο ἐδήλου αὐτὸν εἶναι τὸν δι' ἐκείνων προαναφωνούμενον. Τέταρτον, διὰ τοῦ δεῖξαι ὅτι πάντα ὅσα γενέσθαι ἐχρῆν παρ' αὐτοῦ, πάντα γέγονεν, ὅτε καὶ τῆς παραβολῆς τῶν παίδων ἐμνημόνευσε. Πέμπτον, διὰ τοῦ ὀνειδίσαι τοὺς μὴ πιστεύσαντας, καὶ φοβῆσαι καὶ ἀπειλῆσαι μεγάλα. Ἕκτον, διὰ τοῦ εὐχαριστῆσαι ὑπὲρ τῶν πιστευσάντων. Τὸ γὰρ Ἐξομολογοῦμαί σοι, ἐνταῦθα Εὐχαριστῶ ἐστιν· Εὐχαριστῶ, φησὶν, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν. Τί οὖν; ἐπ' ἀπωλείᾳ χαίρει, καὶ τῷ μὴ μαθεῖν ἐκείνους ταῦτα; Οὐδαμῶς· ἀλλ' αὕτη τῆς σωτηρίας ὁδὸς ἀρίστη, τὸ τοὺς διαπτύοντας καὶ μὴ βουλομένους δέχεσθαι τὰ λεγόμενα μὴ καταναγκάζειν· ἵν' ἐπειδὴ τῷ κληθῆναι βελτίους οὐκ ἐγένοντο, ἀλλ' ἀνέπεσον καὶ κατεφρόνησαν, τῷ ἐκβληθῆναι εἰς ἐπιθυμίαν τούτων ἐμπέσωσιν. Οὕτω γὰρ καὶ οἱ προσέχοντες σπουδαιότεροι γίνεσθαι ἔμελλον. Τὸ μὲν γὰρ ἀποκαλυφθῆναι τούτοις, ἄξιον χαρᾶς· τὸ δὲ κρυβῆναι ἐξ ἐκείνων, οὐκέτι χαρᾶς, ἀλλὰ δακρύων ἄξιον. Τοῦτο γοῦν καὶ ποιεῖ, δακρύων τὴν πόλιν. Οὐ τοίνυν διὰ τοῦτο χαίρει, ἀλλ' ὅτι ἃ σοφοὶ οὐκ ἔγνωσαν, ἔγνωσαν οὗτοι. Ὡς ὅταν λέγῃ Παῦλος· Εὐχαριστῶ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Οὐ τοίνυν οὔτε Παῦλος διὰ τοῦτο χαίρει, ὅτι ἦσαν δοῦλοι τῆς ἁμαρτίας, ἀλλ' ὅτι ὄντες τοιοῦτοι, τοιούτων ἀπέλαυσαν. Σοφοὺς δὲ ἐνταῦθα τοὺς γραμματέας φησὶ καὶ τοὺς Φαρισαίους. Ταῦτα δὲ λέγει, τοὺς μαθητὰς προθυμοτέρους ποιῶν, καὶ δηλῶν τίνων κατηξιώθησαν οἱ ἁλιεῖς, ὧν ἐκεῖνοι πάντες ἐξέπεσον. Εἰπὼν δὲ σοφοὺς, οὐ τὴν ἀληθινὴν σοφίαν λέγει καὶ ἐπαινετὴν, ἀλλὰ ταύτην ἣν ἐδόκουν ἀπὸ δεινότητος ἔχειν (διὰ τοῦτο οὐδὲ εἶπεν, Ἀπεκάλυψας μωροῖς, ἀλλὰ, Νηπίοις· ἀπλάστοις, φησὶν, ἀφελέσι·) καὶ δείκνυσιν οὐ μόνον παρ' ἀξίαν οὐκ ἀπολαύσαντας τούτων, ἀλλὰ καὶ κατὰ τὸ εἰκός· καὶ παιδεύει διὰ πάντων ἡμᾶς, ἀπονοίας μὲν ἀπηλλάχθαι, ἀφέλειαν δὲ ζηλοῦν. Διὰ τοῦτο καὶ Παῦλος αὐτὸ ἔλεγε μετὰ πλείονος τῆς ὑπερβολῆς, οὕτω γράφων· Εἴ τις δοκεῖ ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Οὕτω γὰρ δείκνυται ἡ τοῦ Θεοῦ χάρις. Διατί δὲ εὐχαριστεῖ τῷ Πατρὶ, καίτοιγε αὐτὸς αὐτὸ ἐποίησεν; Ὥσπερ εὔχεται καὶ ἐντυγχάνει τῷ Θεῷ, τὴν πολλὴν ἀγάπην τὴν περὶ ἡμᾶς ἐνδεικνύμενος, οὕτω καὶ τοῦτο ποιεῖ· πολλῆς γὰρ καὶ τοῦτο ἀγάπης· καὶ δείκνυσιν, ὅτι οὐ παρ' αὐτοῦ ἐξέπεσον μόνον, ἀλλὰ καὶ παρὰ τοῦ Πατρός. Ὅπερ γὰρ εἶπε τοῖς μαθηταῖς λέγων, Μὴ βάλητε τὰ ἅγια τοῖς κυσὶ, τοῦτο προλαβὼν αὐτὸς ἐποίησεν. Εἶτα δείκνυσιν ἐκ τούτων καὶ τὸ αὐτοῦ προηγούμενον θέλημα, καὶ τὸ τοῦ Πατρός· αὐτοῦ μὲν γὰρ, τῷ εὐχαριστεῖν καὶ χαίρειν ἐπὶ τῷ γενομένῳ· τοῦ Πατρὸς δὲ, τῷ δεικνύναι, ὅτι οὐδὲ ἐκεῖνος παρακληθεὶς τοῦτο ἐποίησεν, ἀλλ' ὅτι αὐτὸς οἴκοθεν ὁρμηθείς· Οὕτω γὰρ, φησὶν, ἐγένετο εὐδοκία ἔμπροσθέν σου· τουτέστιν, Οὕτω σοι ἤρεσε. Καὶ διατί ἀπεκρύβη ἀπ' ἐκείνων; Ἄκουσον Παύλου λέγοντος, ὅτι Ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἐννόησον τοίνυν τί εἰκὸς εἶναι τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ὅτι ἃ σοφοὶ οὐκ ἔγνωσαν, οὗτοι ἔγνωσαν· καὶ ἔγνωσαν μείναντες νήπιοι, καὶ ἔγνωσαν τοῦ Θεοῦ ἀποκαλύψαντος. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ, ὅτε ἦλθον οἱ ἑβδομήκοντα ἀπαγγέλλοντες περὶ τῶν δαιμόνων, τότε ἠγαλλιάσατο καὶ εἶπε ταῦτα, ἅπερ μετὰ τοῦ σπουδαιοτέρους αὐτοὺς ποιεῖν, καὶ μετριάζειν παρεσκεύαζεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς μέγα φρονεῖν ἐπὶ τῷ τοὺς δαίμονας ἐλαύνειν, καὶ ἐντεῦθεν αὐτοὺς καταστέλλει. Ἀποκάλυψις γὰρ ἦν τὸ γινόμενον, οὐκ ἐκείνων σπουδή.