Ancient Greek · ~19 min
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-36
Not analysed yet
Διὸ καὶ οἱ γραμματεῖς καὶ οἱ σοφοὶ, συνετοὶ νομίζοντες εἶναι παρ' ἑαυτοῖς, ἐξέπεσον διὰ τὸν οἰκεῖον τῦφον. Οὐκοῦν εἰ διὰ τοῦτο ἐξ αὐτῶν ἀπεκρύβη, φοβήθητε, φησὶ, καὶ ὑμεῖς, καὶ μείνατε νήπιοι. Τοῦτο γὰρ ὑμᾶς ἐποίησε τῆς ἀποκαλύψεως ἀπολαῦσαι, ὥσπερ οὖν καὶ ἐκείνους τὸ ἐναντίον ἀποστερηθῆναι. Οὐδὲ γὰρ ὅταν λέγῃ, Ἀπέκρυψας, τοῦ Θεοῦ τὸ πᾶν εἶναί φησιν· ἀλλ' ὥσπερ ὅταν λέγῃ Παῦλος, ὅτι παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, καὶ ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, οὐκ αὐτὸν εἰσάγων ταῦτα ἐνεργοῦντα τοῦτό φησιν, ἀλλ' ἐκείνους τοὺς τὴν αἰτίαν παρέχοντας· οὕτω καὶ ἐνταῦθά φησι τὸ, Ἀπέκρυψας. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξομολογοῦμαί σοι, ὅτι ἀπέκρυψας, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, ἵνα μὴ νομίσῃς, ὅτι ὡς αὐτὸς ἀπεστερημένος τῆς δυνάμεως ταύτης, καὶ μὴ δυνάμενος αὐτὸ κατορθῶσαι, οὕτως εὐχαριστεῖ, φησί· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Πρὸς δὲ τοὺς χαίροντας, ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει, Τί γὰρ θαυμάζετε, φησὶν, ὅτι δαίμονες ὑμῖν ὑπείκουσιν; Ἐμὰ πάντα ἐστὶ, Πάντα μοι παρεδόθη. Ὅταν δὲ ἀκούσῃς, Παρεδόθη, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς· ἵνα γὰρ μὴ δύο θεοὺς ἀγεννήτους νομίσῃς, ταύτην τὴν λέξιν τίθησιν. Ἐπεὶ ὅτι ὁμοῦ τε ἐγεννήθη καὶ πάντων Δεσπότης ἦν, πολλαχόθεν καὶ ἀλλαχόθεν δηλοῖ. Εἶτα λέγει τι καὶ τούτου μεῖζον, ἀνορθῶν σου τὴν διάνοιαν· Καὶ οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Καὶ δοκεῖ μὲν ἀπηρτῆσθαι τῶν ἔμπροσθεν τοῖς ἀγνοοῦσι, πολὺ δὲ ἔχει τὸ σύμφωνον. Ἐπειδὴ γὰρ εἶπε, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, ἐπάγει· Καὶ τί θαυμαστὸν, φησὶν, εἰ πάντων εἰμὶ Δεσπότης, ὅπου γε καὶ ἕτερόν τι μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτῆς οὐσίας εἶναι; Καὶ γὰρ καὶ τοῦτο λανθανόντως δείκνυσιν ἐκ τοῦ μόνος αὐτὸν οὕτως εἰδέναι. Ὅταν γὰρ εἴπῃ, Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, τοῦτο λέγει. Καὶ ὅρα πότε λέγει ταῦτα. Ὅτε διὰ τῶν ἔργων ἔλαβον αὐτοῦ τῆς δυνάμεως τὴν ἀπόδειξιν, οὐχὶ θαυματουργοῦντα ἰδόντες μόνον, ἀλλὰ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ τοσαῦτα δυνηθέντες. Εἶτα, ἐπειδὴ εἶπεν ὅτι Ἀπεκάλυψας αὐτὰ νηπίοις, δείκνυσι καὶ τοῦτο αὐτοῦ ὄν· Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι· οὐχ ᾧ ἂν ἐπιτάττηται, οὐδὲ ᾧ ἂν κελεύηται. Εἰ δὲ ἐκεῖνον ἀποκαλύπτει, καὶ ἑαυτόν. Ἀλλὰ τοῦτο μὲν ὡς ὡμολογημένον ἀφῆκεν· ἐκεῖνο δὲ τέθεικε. Καὶ πανταχοῦ τοῦτό φησιν, ὡς ὅταν λέγῃ· Οὐδεὶς δύναται πρὸς τὸν Πατέρα ἐλθεῖν, εἰ μὴ δι' ἐμοῦ. Διὰ δὲ τούτων καὶ ἄλλο κατασκευάζει, τὸ σύμφωνος αὐτῷ εἶναι καὶ ὁμογνώμων. Τοσοῦτον γὰρ, φησὶν, ἀπέχω τοῦ μάχεσθαι αὐτῷ καὶ πολεμεῖν, ὅτι οὐδὲ δυνατὸν ἐλθεῖν τινα πρὸς ἐκεῖνον, εἰ μὴ δι' ἐμοῦ. Ἐπειδὴ γὰρ μάλιστα τοῦτο αὐτοὺς ἐσκανδάλιζε, τὸ δοκεῖν ἀντίθεον αὐτὸν εἶναι, διὰ πάντων τοῦτο ἀναιρεῖ, καὶ τῶν σημείων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῶ πλέον περὶ τούτου ἐσπούδακεν. Ὅταν δὲ λέγῃ· Οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, οὐ τοῦτό φησιν, ὅτι πάντες αὐτὸν ἠγνόησαν, ἀλλ' ὅτι τὴν γνῶσιν, ἣν αὐτὸς αὐτὸν οἶδεν, οὐδεὶς αὐτὸν ἐπίσταται· ὃ καὶ περὶ τοῦ Υἱοῦ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ περὶ ἀγνώστου τινὸς Θεοῦ καὶ μηδενὶ γενομένου γνωρίμου ταῦτα ἔφασκεν, ὥς φησιν ὁ Μαρκίων, ἀλλὰ τὴν ἀκριβῆ γνῶσιν ἐνταῦθα αἰνιττόμενος· ἐπεὶ οὐδὲ τὸν Υἱὸν ἴσμεν ὡς χρὴ εἰδέναι· καὶ τοῦτο γοῦν αὐτὸ Παῦλος δηλῶν ἔλεγεν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Εἶτα καταστήσας διὰ τῶν εἰρημένων εἰς ἐπιθυμίαν αὐτοὺς, καὶ δείξας αὐτοῦ τὴν δύναμιν ἄφατον, τότε καλεῖ λέγων· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλὰ πάντες οἱ ἐν φροντίσιν, οἱ ἐν λύπαις, οἱ ἐν ἁμαρτίαις. Δεῦτε, οὐχ ἵνα ἀπαιτήσω εὐθύνας, ἀλλ' ἵνα λύσω τὰ ἁμαρτήματα. Δεῦτε, οὐκ ἐπειδὴ δέομαι ὑμῶν τῆς δόξης, ἀλλ' ἐπειδὴ δέομαι ὑμῶν τῆς σωτηρίας. Ἐγὼ γὰρ, φησὶν, ἀναπαύσω ὑμᾶς. Οὐκ εἶπε, Σώσω, μόνον· ἀλλὰ καὶ ὃ πολλῷ πλέον ἦν, Ἐν ἀδείᾳ καταστήσω πάσῃ. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Μὴ γὰρ φοβηθῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστι· μὴ δείσητε, ἐπειδὴ φορτίον εἶπον· ἐλαφρὸν γάρ ἐστι. Καὶ πῶς ἔμπροσθεν ἔλεγε· Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδός; Ὅταν ῥᾴθυμος ᾖς, ὅταν ἀναπεπτωκώς· ὡς ἐὰν κατορθώσῃς τὰ εἰρημένα, ἐλαφρὸν ἔσται τὸ φορτίον· διὸ καὶ νῦν αὐτὸ τοιοῦτον ἐκάλεσε. Πῶς δὲ κατορθοῦται; Ἂν ταπεινὸς γένῃ καὶ πρᾶος καὶ ἐπιεικής. Αὕτη γὰρ μήτηρ ἐστὶν ἡ ἀρετὴ φιλοσοφίας ἁπάσης. Διὸ καὶ ἀρχόμενος τῶν θείων νόμων ἐκείνων, ἐντεῦθεν ἤρξατο. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, καὶ μέγιστον τίθησι τὸ ἔπαθλον. Οὐ γὰρ ἑτέρῳ γίνῃ χρήσιμος μόνον, ἀλλὰ καὶ σαυτὸν πρὸ πάντων ἀναπαύεις, φησίν. Εὑρήσετε γὰρ ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Καὶ πρὸ τῶν μελλόντων ἐντεῦθεν δίδωσί σοι τὴν ἀμοιβὴν, καὶ τὸ βραβεῖον ἤδη παρέχει, καὶ ταύτῃ καὶ τῷ ἑαυτὸν ὑπόδειγμα θεῖναι εἰς μέσον, εὐπαράδεκτον ποιῶν τὸν λόγον.