Ancient Greek · ~14 min
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-38
Not analysed yet
Ὁ δὲ Λουκᾶς φησιν, Ἐν σαββάτῳ δευτεροπρώτῳ. Τί δέ ἐστιν ἐν δευτεροπρώτῳ; Ὅταν διπλῆ ἡ ἀργία ᾖ, καὶ τοῦ σαββάτου τοῦ κυρίου, καὶ ἑτέρας ἑορτῆς διαδεχομένης. Σάββατον γὰρ ἑκάστην ἀργίαν καλοῦσι. Καί τι δήποτε ἐκεῖθεν αὐτοὺς ἤγαγεν ὁ πάντα προειδὼς, εἰ μὴ ἐβούλετο λυθῆναι τὸ σάββατον; Ἐβούλετο μὲν, ἀλλ' οὐχ ἁπλῶς· διόπερ οὐδέποτε χωρὶς αἰτίας αὐτὸ λύει, ἀλλὰ διδοὺς προφάσεις εὐλόγους, ἵνα καὶ τὸν νόμον ἀναπαύσῃ, καὶ ἐκείνους μὴ πλήξῃ. Ἔστι δὲ ὅπου καὶ προηγουμένως αὐτὸ λύει, οὐ μετὰ περιστάσεως· ὡς ὅταν τὸν πηλὸν χρίῃ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· ὡς ὅταν λέγῃ· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ποιεῖ δὲ ταῦτα, τούτῳ μὲν δοξάζων τὸν ἑαυτοῦ Πατέρα, ἐκείνῳ δὲ τὴν ἀσθένειαν τῶν Ἰουδαίων παραμυθούμενος. Ὃ δὴ καὶ ἐνταῦθα κατασκευάζει, τὴν τῆς φύσεως ἀνάγκην προβαλλόμενος· καίτοιγε ἐπὶ τῶν ἁμαρτημάτων τῶν ὡμολογημένων οὐκ ἂν γένοιτό ποτε ἀπολογία. Οὔτε γὰρ ὁ φονεύων τὸν θυμὸν ἂν σχοίη προβαλέσθαι, οὔτε ὁ μοιχεύων τὴν ἐπιθυμίαν, μᾶλλον δὲ οὐδὲ ἄλλην οὐδεμίαν αἰτίαν εἰπεῖν· ἐνταῦθα δὲ τὴν πεῖναν εἰπὼν, παντὸς ἀπήλλαξεν αὐτοὺς ἐγκλήματος. Σὺ δέ μοι θαύμασον τοὺς μαθητὰς, τοὺς οὕτω συνεσταλμένους καὶ μηδένα τῶν σωματικῶν ποιουμένους λόγον, ἀλλὰ πάρεργον τιθεμένους τὴν τῆς σαρκὸς τράπεζαν, καὶ λιμῷ μαχομένους διηνεκεῖ, καὶ οὐδὲ οὕτως ἀφισταμένους. Εἰ γὰρ μὴ ἠνάγκαζεν αὐτοὺς σφόδρα τὸ πεινᾷν, οὐκ ἂν οὐδὲ τοῦτο ἐποίησαν. Τί οὖν οἱ Φαρισαῖοι; Ἰδόντες, φησὶν, εἶπον αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. Ἐνταῦθα μὲν οὐ πάνυ σφοδρῶς (καίτοιγε ἀκόλουθον ἦν τοῦτο)· ἀλλ' ὅμως οὐ σφόδρα παροξύνονται, ἀλλ' ἐγκαλοῦσιν ἁπλῶς. Ὅτε δὲ τὴν χεῖρα τὴν ξηρὰν ἐξέτεινε καὶ διώρθωσε, τότε οὕτως ἐξεθηριώθησαν, ὡς καὶ περὶ σφαγῆς αὐτοῦ βουλεύεσθαι καὶ ἀναιρέσεως. Ἔνθα μὲν γὰρ οὐδὲν γίνεται μέγα καὶ γενναῖον, ἡσυχάζουσιν· ἔνθα δὲ ὁρῶσί τινας σωζομένους, ἀγριαίνουσι καὶ ταράττονται, καὶ πάντων εἰσὶ φορτικώτεροι· οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων σωτηρίας εἰσί. Πῶς οὖν ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἰησοῦς; Οὐκ ἀνέγνωτε, φησὶ, τί ἐποίησε Δαυῒδ ἐν τῷ ἱερῷ, ὅτε ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ' αὐτοῦ πάντες; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν; Ὅταν μὲν γὰρ ὑπὲρ τῶν μαθητῶν ἀπολογῆται, τὸν Δαυῒδ εἰς μέσον παράγει· ὅταν δὲ ὑπὲρ ἑαυτοῦ, τὸν Πατέρα. Καὶ ὅρα πῶς ἐπιπληκτικῶς· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυΐδ; Καὶ γὰρ πολλὴ τοῦ Προφήτου ἦν ἡ δόξα, ὡς καὶ Πέτρον μετὰ ταῦτα ἀπολογούμενον πρὸς Ἰουδαίους οὕτως εἰπεῖν· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Διατί δὲ αὐτὸν οὐχὶ μετὰ τοῦ ἀξιώματος καλεῖ, οὔτε ἐνταῦθα, οὔτε μετὰ ταῦτα; Ἴσως ἐπειδὴ ἐκεῖθεν τὸ γένος κατῆγεν. Εἰ μὲν οὖν συγγνωμονικοί τινες ἦσαν, ἐπὶ τὸ πάθος ἂν τῆς πείνης τὸν λόγον ἤγαγεν· ἐπειδὴ δὲ μιαροὶ καὶ ἀπάνθρωποι, καὶ ἱστορίαν αὐτοῖς ἀναγινώσκει. Ὁ δὲ Μάρκος, Ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως, φησὶν, οὐκ ἐναντία λέγων τῇ ἱστορίᾳ, ἀλλὰ δεικνὺς ὅτι διώνυμος ἦν· καὶ προστίθησιν ὅτι ἐκεῖνος ἔδωκεν αὐτῷ· δεικνὺς καὶ ἐντεῦθεν μεγάλην οὖσαν ἀπολογίαν, ὅπου γε καὶ ὁ ἱερεὺς ἐπέτρεψε· καὶ οὐ μόνον ἐπέτρεψεν, ἀλλὰ καὶ διηκονήσατο. Μὴ γάρ μοι λέγε, ὅτι προφήτης ἦν ὁ Δαυΐδ· οὐδὲ γὰρ οὕτως ἐξῆν, ἀλλὰ τῶν ἱερέων ἦν τὸ προτέρημα· διὸ καὶ προσέθηκεν, Εἰ μὴ τοῖς ἱερεῦσι μόνοις. Εἰ γὰρ καὶ μυριάκις ἦν προφήτης, ἀλλ' οὐχ ἱερεύς· εἰ δὲ καὶ ἐκεῖνος προφήτης, ἀλλ' οὐχὶ καὶ οἱ μετ' αὐτοῦ· καὶ γὰρ καὶ ἐκείνοις ἔδωκε. Τί οὖν; φησίν· ἴσον Δαυῒδ καὶ οὗτοι; Τί μοι λέγεις ἀξίαν, ὅπου νόμου παράβασις εἶναι δοκεῖ, κἂν φύσεώς ἐστιν ἀνάγκη; Καὶ γὰρ καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἀπήλλαξε τῶν ἐγκλημάτων, ὅταν ὁ μείζων φαίνηται τὸ αὐτὸ πεποιηκώς.