Ancient Greek · ~15 min
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-37
Not analysed yet
Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; φησίν· οὐ γὰρ δὴ σάββατον ἐκεῖνος παρέβη. Τὸ μεῖζόν μοι λέγεις, καὶ ὃ μάλιστα δείκνυσι τοῦ Χριστοῦ τὴν σοφίαν, ὅτι τὸ σάββατον ἀφεὶς, ἕτερον ὑπόδειγμα φέρει τοῦ σαββάτου μεῖζον. Οὐδὲ γὰρ ἴσον, παραβῆναι ἡμέραν, καὶ τῆς ἱερᾶς ἐκείνης ἅψασθαι τραπέζης, ἧς μηδενὶ θέμις ἦν. Τὸ μὲν γὰρ σάββατον καὶ ἐλύθη πολλάκις, μᾶλλον δὲ ἀεὶ λύεται, καὶ ἐν τῇ περιτομῇ, καὶ ἐν ἑτέροις πλείοσιν ἔργοις· καὶ ἐν τῇ Ἰεριχῶ δὲ τὸ αὐτὸ γενόμενον ἴδοι τις ἄν· τοῦτο δὲ τότε μόνον ἐγένετο. Ὥστε ἀπὸ τοῦ πλείονος ἡ νίκη. Πῶς οὖν οὐδεὶς ἐνεκάλεσε τῷ Δαυῒδ, καίτοι καὶ τούτου μεῖζον ἔγκλημα ἕτερον ἦν, τὸ τοῦ φόνου τῶν ἱερέων ἐντεῦθεν λαβὸν τὴν ἀρχήν; Ἀλλ' οὐ τίθησιν αὐτό· πρὸς γὰρ τὸ προκείμενον ἵσταται μόνον. Εἶτα πάλιν καὶ ἑτέρως αὐτὸ λύει. Ἐν ἀρχῇ μὲν γὰρ τὸν Δαυῒδ παρήγαγε, τῷ ἀξιώματι τοῦ προσώπου καταστέλλων αὐτῶν τὴν ἀπόνοιαν· ἐπειδὴ δὲ αὐτοὺς ἐπεστόμισε, καὶ τὴν ἀλαζονείαν καθεῖλε, τότε καὶ τὴν κυριωτέραν ἐπάγει λύσιν. Ποία δὲ ἦν αὕτη; Οὐκ οἴδατε, ὅτι ἐν τῷ ἱερῷ οἱ ἱερεῖς τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσιν; Ἐκεῖ μὲν γὰρ, φησὶν, ἡ περίστασις τὴν λύσιν ἐποίησεν· ἐνταῦθα δὲ καὶ χωρὶς περιστάσεως ἡ λύσις. Ἀλλ' οὐκ εὐθέως οὕτως ἔλυσεν· ἀλλὰ πρῶτον κατὰ συγγνώμην, εἶτα κατὰ ἔνστασιν. Τὸ γὰρ ἰσχυρότερον ὕστερον ἐπάγειν ἐχρῆν, καίτοιγε καὶ τὸ πρότερον τὴν οἰκείαν εἶχε δύναμιν. Μὴ γάρ μοι λέγε, ὅτι οὐκ ἔστιν ἀπηλλάχθαι ἐγκλήματος, τὸ καὶ ἕτερον τὸ αὐτὸ ἁμαρτάνοντα εἰς μέσον ἐνεγκεῖν. Ὅταν γὰρ μὴ ἐγκαλῆται ὁ πεποιηκὼς, νόμος ἀπολογίας γίνεται τὸ τολμηθέν. Πλὴν οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ τὸ κυριώτερον ἐπάγει λέγων, ὅτι οὐδὲ ἁμάρτημά ἐστι τὸ γεγενημένον· ὅπερ μάλιστα λαμπρᾶς νίκης ἦν, τὸ δεῖξαι τὸν νόμον ἑαυτὸν παραλύοντα, καὶ διπλῇ τοῦτο ποιοῦντα, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ σαββάτου· μᾶλλον δὲ καὶ τριπλῇ, τῷ καὶ διπλοῦν τὸ ἔργον γενέσθαι, καὶ μετὰ τούτου καὶ ἕτερον, τὸ ὑπὸ τῶν ἱερέων· καὶ τὸ δὴ μεῖζον, τὸ μηδὲ ἔγκλημα εἶναι· Ἀναίτιοι γὰρ, φησὶν, εἰσίν. Εἶδες πόσα τέθεικε; τὸν τόπον· Ἐν τῷ ἱερῷ γάρ φησι· τὸ πρόσωπον· οἱ ἱερεῖς γάρ· τὸν καιρόν· Τὸ σάββατον γάρ φησι· τὸ πρᾶγμα αὐτό· Βεβηλοῦσι γάρ· οὐδὲ γὰρ εἶπε, Λύουσιν, ἀλλὰ τὸ φορτικώτερον, Βεβηλοῦσι· τὸ μὴ μόνον μὴ δίκην διδόναι, ἀλλὰ καὶ αἰτίας ἀπηλλάχθαι· Ἀναίτιοι γάρ εἰσι. Μὴ δὴ νομίσητε τοῦτο ὅμοιον εἶναι, φησὶ, τῷ προτέρῳ. Ἐκεῖνο μὲν γὰρ καὶ ἅπαξ γέγονε, καὶ οὐχ ὑπὸ ἱερέως, καὶ ἀνάγκης ἦν· διὰ τοῦτο καὶ συγγνώμης ἐγένοντο ἄξιοι· τοῦτο δὲ καὶ καθ' ἕκαστον σάββατον, καὶ ὑπὸ ἱερέων, καὶ ἐν ἱερῷ, καὶ κατὰ νόμον. Διόπερ οὐδὲ κατὰ συγγνώμην, ἀλλὰ κατὰ νόμον εἰσὶν ἀπηλλαγμένοι τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ ἐγκαλῶν ταῦτα εἶπον, φησὶν, οὐδὲ κατὰ συγγνώμην αὐτοὺς αἰτίας ἀπαλλάττων, ἀλλὰ κατὰ τὸν τοῦ δικαίου λόγον. Καὶ δοκεῖ μὲν ὑπὲρ ἐκείνων ἀπολογεῖσθαι, τούτους δὲ ἐλευθεροῖ τῶν ἐγκλημάτων. Ὅταν γὰρ εἴπῃ· Ἀναίτιοί εἰσιν ἐκεῖνοι· Πολλῷ μᾶλλον οὗτοι, φησίν. Ἀλλ' οὐκ εἰσὶν ἱερεῖς. Ἀλλ' ἱερέων μείζους. Αὐτὸς γὰρ πάρεστιν ἐνταῦθα ὁ τοῦ ἱεροῦ Δεσπότης· ἡ ἀλήθεια, οὐχ ὁ τύπος. Διὸ καὶ ἔλεγε· Λέγω δὲ ὑμῖν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. Ἀλλ' ὅμως τηλικαῦτα ἀκούσαντες, οὐδὲν εἶπον· οὐ γὰρ ἦν σωτηρία ἀνθρώπου τὸ προκείμενον. Εἶτα ἐπειδὴ βαρὺ τοῖς ἀκούουσιν ἐδόκει εἶναι, ταχέως αὐτὸ συνεκάλυψε, πάλιν ἐπὶ συγγνώμην τὸν λόγον ἄγων, καὶ μετὰ ἐπιπλήξεως καὶ οὕτω λέγων. Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. Εἶδες πῶς πάλιν ἐπὶ συγγνώμην ἄγει τὸν λόγον, καὶ πάλιν συγγνώμης ἀνωτέρους ἀποφαίνει; Οὐ γὰρ ἂν κατεδικάσατε, φησὶ, τοὺς ἀναιτίους. Τὸ μὲν πρότερον συνήγαγε τὸ τῶν ἱερέων εἰς τὸ αὐτὸ λέγων, Ἀναίτιοί εἰσι. Τοῦτο δὲ ἀφ' ἑαυτοῦ τίθησι· μᾶλλον δὲ καὶ τοῦτο ἀπὸ τοῦ νόμου· προφητικὴν γὰρ ἀνέγνω ῥῆσιν.