Ancient Greek
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-4
Not analysed yet
Εἰς τρεῖς διεῖλε μερίδας τὰς γενεὰς ἁπάσας, δεικνὺς ὅτι οὐδὲ τῶν πολιτειῶν μεταβληθεισῶν ἐγένοντο βελτίους, ἀλλὰ καὶ ἀριστοκρατούμενοι, καὶ βασιλευόμενοι, καὶ ὀλιγαρχούμενοι, ἐν τοῖς αὐτοῖς ἦσαν κακοῖς· καὶ οὔτε δημαγωγῶν, οὔτε ἱερέων, οὔτε βασιλέων αὐτοὺς διεπόντων, ἔσχον τι πλέον εἰς ἀρετῆς λόγον. Τίνος δὲ ἕνεκεν ἐν μὲν τῇ μέσῃ μερίδι τρεῖς παρέδραμε βασιλεῖς, ἐν δὲ τῇ ἐσχάτῃ δώδεκα θεὶς γενεὰς, δεκατέσσαρας αὐτὰς εἶναι ἔφησε; Τὸ μὲν πρότερον ὑμῖν ἀφίημι ζητεῖν· οὐδὲ γὰρ πάντα ἐπιλύειν ὑμῖν ἀναγκαῖον, ἵνα μὴ ἀναπέσητε· τὸ δὲ δεύτερον ἡμεῖς ἐροῦμεν. Ἐμοὶ γὰρ ἐνταῦθα δοκεῖ καὶ τὸν χρόνον τῆς αἰχμαλωσίας ἐν τάξει γενεᾶς τιθέναι, καὶ αὐτὸν τὸν Χριστὸν, πανταχόθεν συνάπτων ἡμῖν αὐτόν. Ἀναμιμνήσκει δὲ καὶ τῆς αἰχμαλωσίας ἐκείνης καλῶς, δηλῶν ὅτι οὐδὲ ἐκεῖ κατελθόντες, ἐγένοντο σωφρονέστεροι· ὥστε πάντοθεν ἀναγκαίαν φανῆναι τὴν αὐτοῦ παρουσίαν. Τί οὖν ὁ Μάρκος, φησὶν, οὐ ποιεῖ τοῦτο, οὐδὲ γενεαλογεῖ τὸν Χριστὸν, ἀλλ' ἐπιτόμως ἅπαντα φθέγγεται; Ἐμοὶ δοκεῖ ὁ μὲν Ματθαῖος πρὸ τῶν ἄλλων ἦρχθαι τοῦ πράγματος· διὸ καὶ τὴν γενεαλογίαν τίθησι μετὰ ἀκριβείας, καὶ πρὸς τὰ κατεπείγοντα ἵσταται· ὁ δὲ Μάρκος μετ' ἐκεῖνον, διὸ ἐπὶ σύντομον ἦλθεν ὁδὸν, ἅτε τοῖς ἤδη λεχθεῖσι καὶ δήλοις ἔθνος, οἷς καὶ μᾶλλον προσεῖχεν ὁ τῶν Ἰουδαίων δῆμος. Διόπερ ἀναγκαῖος οὗτος τῶν προοιμίων ὁ τρόπος ἦν παρ' αὐτοῖς. Εἰ δέ ποτε καὶ ἐγένετο σημεῖα, τῶν βαρβάρων ἕνεκεν ἐγένετο, ὥστε πολλοὺς γενέσθαι τοὺς προσηλύτους, καὶ εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ δυνάμεως, εἴ ποτε αὐτοὺς οἱ πολέμιοι λαβόντες, ὡς τῶν παρ' αὐτοῖς θεῶν ἰσχυρῶν ὄντων, ἐνόμισαν κεκρατηκέναι· καθάπερ ἐν Αἰγύπτῳ, ὅθεν καὶ πολὺς ὁ σύμμικτος ἀνέβη· καὶ μετὰ ταῦτα ἐν Βαβυλῶνι, τὰ κατὰ τὴν κάμινον καὶ τὰ ὀνείρατα. Ἐγένετο δὲ καὶ ἡνίκα καθ' ἑαυτοὺς ἦσαν, σημεῖα ἐν τῇ ἐρήμῳ, καθάπερ καὶ ἐφ' ἡμῶν· καὶ γὰρ καὶ ἐφ' ἡμῶν, ἡνίκα τῆς πλάνης ἐξῄειμεν, πολλὰ θαύματα ἐδείχθη· μετὰ δὲ ταῦτα ἔστη, πανταχοῦ τῆς εὐσεβείας φυτευθείσης. Εἰ δὲ καὶ μετὰ ταῦτα γέγονεν, ὀλίγα καὶ σποράδην· οἷον, ἡνίκα ὁ ἥλιος ἔστη τοῦ γεγενημένοις ἐπιχειρῶν. Πῶς οὖν ὁ Λουκᾶς, καὶ γενεαλογεῖ, καὶ διὰ πλειόνων τοῦτο ποιεῖ; Ἅτε τοῦ Ματθαίου προοδοποιήσαντος, βούλεταί τι τῶν εἰρημένων διδάξαι πλέον ἡμᾶς. Καὶ ἕκαστος δὲ ὁμοίως τὸν διδάσκαλον ἐμιμήσατο· ὁ μὲν τὸν Παῦλον, ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα· ὁ δὲ τὸν Πέτρον, βραχυλογίας ἐπιμελούμενον. Καὶ τί δήποτε ἀρχόμενος ὁ Ματθαῖος οὐκ εἶπεν, ὥσπερ ὁ προφήτης· Ὅρασις ἢν εἶδον· καὶ, Ὁ λόγος ὁ γενόμενος πρός με; Ὅτι πρὸς εὐγνώμονας ἔγραφε, καὶ σφόδρα αὐτῷ προσέχοντας. Καὶ γὰρ καὶ τὰ γενόμενα θαύματα ἐβόα, καὶ οἱ δεχόμενοι σφόδρα ἦσαν πιστοί. Ἐπὶ δὲ τῶν προφητῶν οὔτε θαύματα ἦν τοσαῦτα αὐτοὺς ἀνακηρύττοντα, καὶ πολὺ τὸ τῶν ψευδοπροφητῶν ἐπεκώμαζεν δρόμου, καὶ πάλιν ἀνεχαίτισεν εἰς τὰ ὀπίσω. Ἴδοι δ' ἄν τις τοῦτο καὶ ἐφ' ἡμῶν γεγενημένον. Καὶ γὰρ καὶ ἐν τῇ γενεᾷ τῇ ἡμετέρᾳ, ἐπὶ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος Ἰουλιανοῦ, πολλὰ καὶ παράδοξα συνέβη. Καὶ γὰρ τῶν Ἰουδαίων τὸν ἐν Ἱεροσολύμοις ναὸν ἀναστῆσαι ἐπιχειρούντων, πῦρ τῶν θεμελίων ἐκπηδῆσαν ἅπαντας διεκώλυσε· καὶ ὅτε ἐπὶ τὰ σκεύη τὰ ἱερὰ τὴν αὑτοῦ παροινίαν ἐπεδείξατο ὅ τε ταμίας, ὅ τε θεῖος καὶ ὁμώνυμος ἐκείνου, ὁ μὲν σκοληκόβρωτος γενόμενος ἐξέψυξεν, ὁ δὲ ἐλάκισε μέσος· καὶ τὸ τὰς πηγὰς δὲ ἐπιλιπεῖν, θυσιῶν ἐκεῖ γενομένων, καὶ μετ' αὐτοῦ τοῦ βασιλέως τὸν λιμὸν εἰς τὰς πόλεις συνεμπεσεῖν, σημεῖον μέγιστον ἦν.