Ancient Greek · ~27 min
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-3
Not analysed yet
Διὰ τοῦτο κἂν ἑνδεκάτην ὥραν ἐργάσῃ τῆς ἡμέρας, ὁλόκληρον τὸν μισθὸν δίδωσι· Κἂν μηδεμίαν ἔχῃς ἀφορμὴν σωτηρίας, φησὶ, δι' ἐμὲ ποιῶ, ὅπως μὴ τὸ ὄνομά μου βεβηλωθῇ. Κἂν στενάξῃς μόνον, κἂν δακρύσῃς, ἁρπάζει ταῦτα πάντα ταχέως εἰς ἀφορμὴν τῆς σῆς σωτηρίας αὐτός. Μὴ τοίνυν ἐπαιρώμεθα, ἀλλὰ λέγωμεν ἑαυτοὺς ἀχρείους, ἵνα γενώμεθα εὔχρηστοι. Ἂν μὲν γὰρ εἴπῃς σαυτὸν εὐδόκιμον, γέγονας ἄχρηστος, κἂν εὐδόκιμος ᾖς· ἂν δὲ ἀχρεῖον ὀνομάσῃς, γέγονας εὔχρηστος, κἂν ἀδόκιμος ᾖς. Διὸ ἀναγκαῖον ἐπιλαθέσθαι κατορθωμάτων. Καὶ πῶς δυνατὸν, φησὶν, ἅπερ ἐπιστάμεθα, ταῦτα μὴ εἰδέναι; Τί λέγεις; προσκρούων διηνεκῶς τῷ Δεσπότῃ, τρυφᾷς καὶ γελᾷς, καὶ οὐδὲ οἶδας ὅτι ἥμαρτες, λήθῃ παραδοὺς πάντα, κατορθωμάτων δὲ οὐ δύνασαι ἐκβαλεῖν τὴν μνήμην; Καίτοι ἰσχυρότερον ὁ φόβος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν· καθ' ἑκάστην μὲν ἡμέραν προσκρούοντες οὐδὲ εἰς νοῦν βαλλόμεθα· ἂν δὲ μικρὸν ἀργύριον πένητι δῶμεν, ἄνω καὶ κάτω τοῦτο στρέφομεν, ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, καὶ μεγίστη τοῦ συλλέγοντος ζημία· ἀσφαλὲς γὰρ ταμιεῖον κατορθωμάτων λήθη κατορθωμάτων. Καὶ καθάπερ τὰ ἱμάτια καὶ ὁ χρυσὸς, ὅταν μὲν ἐπ' ἀγορᾶς ταῦτα προθῶμεν, πολλοὺς ἐπισπώμεθα τοὺς ἐπιβούλους· ἂν δὲ ἀποθώμεθα οἴκοι καὶ κατακρύψωμεν, ἐν ἀσφαλείᾳ καταθήσομεν ἅπαντα· οὕτω δὴ καὶ τὰ κατορθώματα, ἂν μὲν συνεχῶς ἐπὶ τῆς μνήμης φέρωμεν, παροξύνομεν τὸν Δεσπότην, τὸν Ἐχθρὸν ὁπλίζομεν, ἐπὶ τὴν κλοπὴν καλοῦμεν· ἂν δὲ μηδεὶς εἰδῇ αὐτὰ, ἀλλ' ὃν εἰδέναι χρὴ μόνον, ἐν ἀσφαλείᾳ κείσεται. Μὴ τοίνυν περίστρεφε συνεχῶς, ἵνα μή τις αὐτὰ ἀφέληται· ὃ καὶ ὁ Φαρισαῖος ἔπαθεν, ἐπὶ τῆς γλώττης αὐτὰ περιφέρων· ὅθεν καὶ ἥρπασεν αὐτὰ ὁ διάβολος· καίτοιγε μετ' εὐχαριστίας αὐτῶν ἐμέμνητο, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ. Ἀλλ' οὐδὲ τοῦτο ἤρκεσεν αὐτῷ. Οὐ γὰρ εὐχαριστία τὸ ὀνειδίζειν ἑτέροις, τὸ φιλοτιμεῖσθαι ἐπὶ πολλῶν, τὸ κατεξανίστασθαι τῶν πεπλημμεληκότων. Εἰ γὰρ εὐχαριστεῖς τῷ Θεῷ, ἀρκέσθητι μόνον αὐτῷ, καὶ μὴ ἐξενέγκῃς εἰς ἀνθρώπους, μηδὲ καταδικάσῃς τὸν πλησίον· οὐ γάρ ἐστι τοῦτο εὐχαριστία. Βούλει μαθεῖν εὐχαριστίας λόγους; ἄκουσον τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· δίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, ὅτι ἐν ἀληθινῇ κρίσει πάντα ἐπήγαγες. Τὸ γὰρ τὰ οἰκεῖα ἁμαρτήματα ὁμολογεῖν, τοῦτό ἐστιν εὐχαριστεῖν τῷ Θεῷ ὁμολογοῦντα, ὅπερ δείκνυσι μυρίων μὲν ὄντα αὐτὸν ὑπεύθυνον, οὐκ ἀπαιτούμενον δὲ τὴν ἀξίαν δίκην· οὗτος μάλιστά ἐστιν ὁ εὐχαριστῶν. Φυλαξώμεθα τοίνυν τὸ περὶ ἑαυτῶν τι λέγειν· τοῦτο γὰρ καὶ παρὰ ἀνθρώποις μισητοὺς καὶ παρὰ Θεῷ βδελυροὺς ἐργάζεται. Διὰ τοῦτο ὅσῳ ἂν μεγάλα κατορθώσωμεν, τοσούτῳ μικρὰ περὶ ἑαυτῶν λέγωμεν· οὕτω γὰρ μεγίστην καρπωσόμεθα δόξαν, καὶ παρὰ ἀνθρώποις καὶ παρὰ Θεῷ· μᾶλλον δὲ οὐδὲ δόξαν μόνον παρὰ Θεῷ, ἀλλὰ καὶ μισθὸν καὶ ἀντίδοσιν μεγάλην. Μὴ τοίνυν ἀπαίτει μισθὸν, ἵνα λάβῃς μισθόν. Χάριτι ὁμολόγει σώζεσθαι, ἵνα σοι αὐτὸς ὀφειλέτην ἑαυτὸν ὁμολογήσῃ, οὐχὶ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῆς τοιαύτης εὐγνωμοσύνης. Ὅταν μὲν γὰρ κατορθῶμεν, τῶν κατορθωμάτων ὀφειλέτην ἔχομεν μόνον· ὅταν δὲ μηδὲ ἡγούμεθά τι κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι, καὶ μειζόνως ἢ ἐκείνων· ὥστε ἀντίῤῥοπον τῶν κατορθωμάτων τοῦτό ἐστιν. Ἂν γὰρ μὴ τοῦτο παρῇ, οὐδ' ἐκεῖνα φανεῖται μεγάλα. Καὶ γὰρ καὶ ἡμεῖς οἰκέτας ἔχοντες, τότε αὐτοὺς μάλιστα ἀποδεχόμεθα, ὅταν πάντα μετ' εὐνοίας διακονησάμενοι, μηδὲν ἡγῶνται πεποιηκέναι μέγα. Ὥστε εἰ βούλει μεγάλα σου ποιῆσαι τὰ κατορθώματα, μὴ νόμιζε αὐτὰ εἶναι μεγάλα, καὶ τότε ἔσται μεγάλα. Οὕτω καὶ ὁ ἑκατοντάρχης ἔλεγεν· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· διὰ τοῦτο ἄξιος γέγονε, καὶ ὑπὲρ πάντας Ἰουδαίους ἐθαυμάζετο. Οὕτω καὶ ὁ Παῦλός φησιν· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο καὶ πρῶτος πάντων ἐγένετο. Οὕτω καὶ Ἰωάννης· Οὐκ εἰμὶ ἱκανὸς λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος· διὰ τοῦτο καὶ φίλος ἧν τοῦ νυμφίου, καὶ τὴν χεῖρα, ἢν ἀναξίαν ἔφησεν εἶναι τῶν ὑποδημάτων, ταύτην ὁ Χριστὸς ἐπὶ τὴν κεφαλὴν εἵλκυσε τὴν ἑαυτοῦ. Οὕτω καὶ Πέτρος ἔλεγεν· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι· διὰ τοῦτο θεμέλιος τῆς Ἐκκλησίας γέγονεν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμεῖν. Τοῦτο φιλοσοφίας πάσης ἀρχή. Ὁ γὰρ τεταπεινωμένος καὶ συντετριμμένος, οὐ κενοδοξήσει, οὐκ ὀργιεῖται, οὐ φθονήσει τὸν πλησίον, οὐκ ἄλλο τι δέξεται πάθος. Οὐδὲ γὰρ χεῖρα συντετριμμένην, κἂν μυριάκις φιλονεικήσωμεν, εἰς ὕψος ἆραι δυνησόμεθα. Ἂν τοίνυν καὶ τὴν ψυχὴν οὕτω συντρίψωμεν, κἂν μυρία αὐτὴν ἐπάρῃ φυσῶντα πάθη, οὐδὲ μικρὸν ἀρθῆναι δυνήσεται. Εἰ γὰρ περὶ βιωτικῶν τις πενθῶν πραγμάτων, πάντα ἐξορίζει τὰ νοσήματα τῆς ψυχῆς· πολλῷ μᾶλλον ὁ ὑπὲρ ἁμαρτιῶν τοῦτο ποιῶν ἀπολαύσεται τῆς φιλοσοφίας. Καὶ τίς οὕτω δυνήσεται συντρῖψαι τὴν ἑαυτοῦ καρδίαν· φησίν. Ἄκουσον τοῦ Δαυῒδ τοῦ διὰ τοῦτο μάλιστα λάμψαντος, καὶ βλέπε αὐτοῦ τὴν συντριβὴν τῆς ψυχῆς. Μετὰ γὰρ μυρία κατορθώματα, καὶ πατρίδος καὶ οἰκίας καὶ αὐτῆς μέλλων ἐκπίπτειν τῆς ζωῆς, παρ' αὐτὸν τὸν καιρὸν τῆς συμφορᾶς, στρατιώτην εὐτελῆ καὶ ἀπεῤῥιμμένον ὁρῶν ἐπεμβαίνοντα αὐτοῦ τῷ καιρῷ καὶ λοιδορούμενον, οὐ μόνον οὐκ ἀντελοιδόρησεν, ἀλλὰ καὶ τῶν στρατηγῶν τινα βουλόμενον αὐτὸν ἀνελεῖν διεκώλυσεν, εἰπών· Ἄφετε αὐτὸν, ὅτι Κύριος ἐνετείλατο αὐτῷ. Καὶ πάλιν, τῶν ἱερέων ἀξιούντων μετ' αὐτοῦ τὴν κιβωτὸν συμπεριφέρειν, οὐκ ἐδέξατο· ἀλλὰ τί φησιν; Ἐπὶ τοῦ ναοῦ καθίσω, κἂν ἀπαλλάξῃ με τῶν ἐν χερσὶ δεινῶν ὁ Θεὸς, ὄψομαι τὴν εὐπρέπειαν αὐτῆς· ἂν δὲ εἴπῃ μοι, Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. Τὸ δὲ ἐπὶ τοῦ Σαοὺλ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις γεγενημένον, ποίαν οὐκ ἐνδείκνυται φιλοσοφίας ὑπερβολήν; Καὶ γὰρ καὶ τὸν παλαιὸν ὑπερέβη νόμον, καὶ τῶν ἀποστολικῶν ἐγγὺς ἐγένετο προσταγμάτων. Διὰ τοῦτο πάντα ἔστεργε τὰ παρὰ τοῦ Δεσπότου, οὐ δικάζων τοῖς γινομένοις, ἀλλ' ἓν μόνον σπουδάζων, πανταχοῦ πείθεσθαι καὶ ἕπεσθαι τοῖς παρ' αὐτοῦ κειμένοις νόμοις. Καὶ ὁρῶν μετὰ τοσαῦτα αὐτοῦ κατορθώματα τὸν τύραννον, τὸν πατραλοίαν, τὸν ἀδελφοκτόνον, τὸν ὑβριστὴν, τὸν μαινόμενον, ἀντ' αὐτοῦ τὴν αὐτοῦ ἔχοντα βασιλείαν, οὐδὲ οὕτως ἐσκανδαλίζετο· ἀλλ', Ἂν τῷ Θεῷ ταῦτα δοκῇ, φησὶν, ἐμὲ μὲν ἐλαύνεσθαι καὶ πλανᾶσθαι καὶ φεύγειν, ἐκεῖνον δὲ εἶναι ἐν τιμῇ, στέργω καὶ δέχομαι, καὶ χάριν ἔχω τῶν μυρίων αὐτοῦ κακῶν. Οὐχ ὡς πολλοὶ τῶν ἀναισχύντων καὶ ἰταμῶν, οὐδὲ τὸ πολλοστὸν κατορθοῦντες τῶν ἐκείνῳ κατωρθωμένων, ἂν ἴδωσί τινας ἐν εὐημερίαις ὄντας, ἑαυτοὺς δὲ μικρὰν ὑπομείναντας ἀθυμίαν, μυρίαις τὰς ἑαυτῶν ψυχὰς ἀπολλύουσι βλασφημίαις. Ἀλλ' οὐχ ὁ Δαυῒδ τοιοῦτος, ἀλλὰ πᾶσαν ἐπεδείκνυτο ἐπιείκειαν. Διὸ καὶ ἔλεγεν ὁ Θεός· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Τοιαύτην καὶ ἡμεῖς κτησώμεθα ψυχὴν, καὶ ὅπερ ἂν πάθωμεν, οἴσομεν ῥᾳδίως, καὶ πρὸ τῆς βασιλείας ἐντεῦθεν καρπωσόμεθα τῆς ταπεινοφροσύνης τὴν πρόσοδον. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἵν' οὖν ἀπολαύσωμεν ἀναπαύσεως, καὶ ἐνταῦθα καὶ ἐκεῖ, μετὰ πολλῆς τῆς σπουδῆς τὴν πάντων μητέρα τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην λέγω, ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς. Οὕτω γὰρ καὶ τὸ τοῦ βίου τούτου πέλαγος χωρὶς κυμάτων δυνησόμεθα διαβῆναι, καὶ εἰς τὸν γαληνὸν ἐκεῖνον καταπλεῦσαι λιμένα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.