Ancient Greek
Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-48
Not analysed yet
Ὅρα πανταχοῦ αὐτὸν ἀναχωροῦντα, καὶ ὅτε παρεδόθη Ἰωάννης, καὶ ὅτε ἀνῃρέθη, καὶ ὅτε ἤκουσαν οἱ Ἰουδαῖοι ὅτι πλείους μαθητὰς ποιεῖ. Τὰ γὰρ πλείονα ἀνθρωπινώτερον βούλεται διοικεῖν, οὐδέπω τοῦ καιροῦ καλοῦντος ἀπογυμνῶσαι τὴν θεότητα σαφῶς. Διὸ καὶ τοῖς μαθηταῖς ἔλεγε, μηδενὶ εἰπεῖν, ὅτι αὐτός ἐστιν ὁ Χριστός· μετὰ γὰρ τὴν ἀνάστασιν ἐβούλετο τοῦτο γενέσθαι γνωριμώτερον. Ὅθεν τοῖς τέως διαπιστήσασι τῶν Ἰουδαίων οὐ σφόδρα ἦν βαρὺς, ἀλλὰ καὶ συγγνωμονικός. Ἀναχωρήσας δὲ οὐκ ἄπεισιν εἰς πόλιν, ἀλλ' εἰς ἔρημον, καὶ ἐν πλοίῳ, ὥστε μηδένα ἀκολουθῆσαι. Σὺ δέ μοι σκόπει πῶς οἱ μαθηταὶ Ἰωάννου λοιπὸν μᾶλλον ᾠκειώθησαν τῷ Ἰησοῦ. Αὐτοὶ γάρ εἰσιν οἱ ἀπηγγελκότες αὐτῷ τὸ γεγενημένον· καὶ γὰρ πάντας ἀφέντες, ἐπ' αὐτὸν καταφεύγουσι λοιπόν. Οὕτως οὐ μικρὸν μετὰ τῆς συμφορᾶς καὶ τὰ ἤδη παρ' αὐτοῦ διὰ τῆς ἀποκρίσεως ἐκείνης οἰκονομηθέντα κατώρθωσεν Ἀλλὰ τίνος ἕνεκεν πρὶν ἢ ἀπαγγεῖλαι αὐτοὺς οὐκ ἀνεχώρησε, καίτοιγε ᾔδει καὶ πρὶν ἢ ἀπαγγεῖλαι τὸ γεγενημένον; Δεικνὺς διὰ πάντων τῆς οἰκονομίας τὴν ἀλήθειαν. Οὐ γὰρ δὴ μόνον τῇ ὄψει, ἀλλὰ καὶ τοῖς ἔργοις τοῦτο πιστοῦσθαι ἐβούλετο, διὰ τὸ εἰδέναι τοῦ διαβόλου τὴν κακουργίαν, καὶ ὅτι πάντα ἐργάσεται, ὥστε ταύτην ἀνελεῖν τὴν δόξαν. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀναχωρεῖ· οἱ δὲ ὄχλοι οὐδὲ οὕτως ἀφίστανται, ἀλλ' ἕπονται προσηλωμένοι, καὶ οὐδὲ τὸ δρᾶμα αὐτοὺς ἐφόβησε τὸ Ἰωάννου. Τοσοῦτόν ἐστι πόθος, τοσοῦτον ἀγάπη· οὕτω πάντα νικᾷ καὶ διακρούεται τὰ δεινά. Διὰ δὴ τοῦτο καὶ τὴν ἀμοιβὴν εὐθέως ἀπελάμβανον. Ἐξελθὼν γὰρ, φησὶν, ὁ Ἰησοῦς εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς, καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους αὐτῶν. Εἰ γὰρ καὶ πολλὴ ἦν αὐτῶν ἡ προσεδρεία, ἀλλ' ὅμως τὰ παρ' αὐτοῦ γινόμενα πάσης σπουδῆς ὑπερέβαινεν ἀμοιβήν. Διὸ καὶ αἰτίαν τῆς τοιαύτης θεραπείας τὸν ἔλεον τίθησιν, ἔλεον ἐπιτεταμένον· καὶ θεραπεύει πάντας. Καὶ οὐκ ἀπαιτεῖ πίστιν ἐνταῦθα. Καὶ γὰρ τῷ προσελθεῖν, καὶ τῷ τὰς πόλεις ἀφεῖναι, καὶ τῷ μετὰ ἀκριβείας αὐτὸν ζητῆσαι, καὶ τῷ παραμένειν, καὶ τοῦ λιμοῦ καταναγκάζοντος, τὴν πίστιν ἐπιδείκνυνται τὴν ἑαυτῶν. Μέλλει δὲ καὶ τρέφειν αὐτούς. Καὶ οὐ ποιεῖ τοῦτο ἀφ' ἑαυτοῦ, ἀλλ' ἀναμένει παρακληθῆναι, ὅπερ ἔφην, πανταχοῦ τοῦτο διατηρῶν, τὸ μὴ πρότερος ἐπιπηδᾷν τοῖς θαύμασιν, ἀλλὰ καλούμενος. Καὶ διατί μηδεὶς τῶν ὄχλων προσελθὼν ὑπὲρ αὐτῶν διελέχθη; ᾘδοῦντο αὐτὸν μεθ' ὑπερβολῆς, καὶ οὐδὲ τῆς πείνης ἐλάμβανον αἴσθησιν τῷ πόθῳ τῆς προσεδρείας. Ἀλλ' οὐδὲ οἱ μαθηταὶ αὐτοῦ προσελθόντες λέγουσι, Θρέψον αὐτούς· ἔτι γὰρ ἀτελέστερον διέκειντο· ἀλλὰ τί; Ὀψίας δὲ γενομένης, φησὶ, προσῆλθον οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Εἰ γὰρ καὶ μετὰ τὸ θαῦμα ἐπελάθοντο τοῦ γεγενημένου, καὶ μετὰ τὰς σπυρίδας ἐνόμιζον αὐτὸν περὶ ἄρτων λέγειν, ἡνίκα ζύμην τὴν διδασκαλίαν τῶν Φαρισαίων ἐκάλεσε· πολλῷ μᾶλλον μηδέπω πεῖραν λαβόντες τοιούτου σημείου, οὐκ ἂν προσεδόκησάν τι τοιοῦτον ἔσεσθαι. Καίτοιγε προλαβὼν καὶ ἀῤῥώστους πολλοὺς ἐθεράπευσεν· ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν τὸ τῶν ἄρτων προσεδόκησαν· οὕτως ἦσαν ἀτελεῖς τέως. Σὺ δέ μοι σκόπει τοῦ Διδασκάλου τὴν σοφίαν, πῶς αὐτοὺς ἐκκαλεῖται σαφῶς πρὸς τὸ πιστεῦσαι. Οὐδὲ γὰρ εἶπεν εὐθέως, Τρέφω αὐτούς· οὐδὲ γὰρ ἔμελλεν εὐπαράδεκτον εἶναι· ἀλλὰ τί; Ὁ δὲ Ἰησοῦς, φησὶν, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οὐκ εἶπε, Δίδωμι αὐτοῖς· ἀλλ', Ὑμεῖς δότε. Ἔτι γὰρ ὡς ἀνθρώπῳ προσεῖχον. Αὐτοὶ δὲ οὐδὲ οὕτω διανέστησαν, ἀλλ' ἔτι ὡς ἀνθρώπῳ διαλέγονται, λέγοντες· Οὐκ ἔχομεν, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. Διὸ καὶ ὁ Μάρκος φησὶν, ὅτι Οὐ συνῆκαν τὸ λεχθέν· καὶ γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη. Ἐπεὶ οὖν ἔτι χαμαὶ ἐσύροντο, τότε τὰ παρ' ἑαυτοῦ λοιπὸν εἰσάγει, καί φησι· Φέρετέ μοι αὐτοὺς ὧδε. Εἰ γὰρ καὶ ἔρημος ὁ τόπος, ἀλλ' ὁ τρέφων τὴν οἰκουμένην πάρεστιν· εἰ δὲ καὶ ἡ ὥρα παρῆλθεν, ἀλλ' ὁ μὴ ὑποκείμενος ὥρᾳ ὑμῖν διαλέγεται. Ὁ δὲ Ἰωάννης καὶ κριθίνους αὐτοὺς εἶναι λέγει, οὐ παρέργως τοῦτο διηγούμενος, ἀλλὰ τὸν τῦφον τῆς πολυτελείας παιδεύων ἡμᾶς καταπατεῖν. Τοιαύτη καὶ ἡ τῶν προφητῶν τράπεζα ἦν. Λαβὼν τοίνυν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ κελεύσας τοὺς ὄχλους, φησὶν, ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε· καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις· καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.