Ancient Greek · ~17 min
Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-47
Not analysed yet
Διατί ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εὐλόγησεν; Ἔδει πιστευθῆναι αὐτὸν, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι, καὶ ὅτι ἴσος ἐστί. Τὰ δὲ τούτων κατασκευαστικὰ ἀλλήλοις ἐδόκει μάχεσθαι. Τὴν μὲν γὰρ ἰσότητα τὸ μετ' ἐξουσίας πάντα ποιεῖν ἐδείκνυ· τὸ δὲ παρὰ τοῦ Πατρὸς εἶναι οὐκ ἂν ἑτέρως ἐπείσθησαν, εἰ μὴ μετὰ πολλῆς τῆς ταπεινότητος καὶ εἰς αὐτὸν πάντα ἀναφέρων ἐποίει, καὶ καλῶν αὐτὸν εἰς τὰ γινόμενα. Διὰ δὴ τοῦτο οὔτε ταῦτα μόνον ἐποίει, οὔτε ἐκεῖνα, ἵνα βεβαιωθῇ ἀμφότερα· καὶ νῦν μὲν μετ' ἐξουσίας, νῦν δὲ εὐχόμενος θαυματουργεῖ. Εἶτα ἵνα μὴ δόξῃ πάλιν μάχη εἶναι τὸ γινόμενον, ἐν μὲν τοῖς ἐλάττοσιν ἀναβλέπει εἰς τὸν οὐρανὸν, ἐν δὲ τοῖς μείζοσι μετ' ἐξουσίας πάντα ποιεῖ· ἵνα μάθῃς καὶ ἐν τοῖς ἐλάττοσιν ὅτι οὐκ ἐνδυναμούμενος ἑτέρωθεν, ἀλλὰ τιμῶν τὸν γεγεννηκότα οὕτω ποιεῖ. Ὅτε γοῦν ἁμαρτήματα ἀφῆκε, καὶ τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε, καὶ τὸν παλαιὸν μετὰ πολλῆς τῆς περιουσίας ἔλυσε νόμον, καὶ νεκροὺς μυρίους ἀνέστησε, καὶ θάλατταν ἐχαλίνωσε, καὶ τὰ ἀπόῤῥητα τῶν ἀνθρώπων ἤλεγξε, καὶ ὀφθαλμὸν ἐδημιούργησεν, ἃ Θεοῦ μόνου κατορθώματά ἐστι, καὶ ἑτέρου οὐδενὸς, οὐδαμοῦ φαίνεται εὐχόμενος· ὅτε δὲ τοὺς ἄρτους πηγάσαι παρεσκεύασεν, ὃ πολὺ τούτων ἁπάντων ἔλαττον ἦν, τότε ἀναβλέπει εἰς τὸν οὐρανόν· ὁμοῦ μὲν ταῦτα κατασκευάζων, ἅπερ εἶπον, ὁμοῦ δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης, ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν ταύτην παρέχοντι. Καὶ διατί οὐ ποιεῖ ἐκ μὴ ὄντων; Ἐμφράττων τὸ Μαρκίωνος καὶ Μανιχαίου στόμα, τῶν τὴν κτίσιν ἀλλοτριούντων αὐτοῦ, καὶ διὰ τῶν ἔργων αὐτῶν παιδεύων, ὅτι καὶ τὰ ὁρώμενα ἅπαντα αὐτοῦ ἔργα καὶ κτίσματά εἰσι, καὶ δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ τοὺς καρποὺς διδοὺς, ὁ εἰπὼν ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Οὐδὲ γὰρ ἔλαττον τοῦτο ἐκείνου. Εἰ γὰρ καὶ ἐξ οὐκ ὄντων ἐκεῖνα, ἀλλ' ὅμως ἐξ ὕδατος· οὐκ ἔλαττον δὲ τοῦ ἀπὸ γῆς δεῖξαι καρπὸν καὶ ἀπὸ ὑδάτων ἑρπετὰ ἔμψυχα, τὸ ἀπὸ ἄρτων πέντε ποιῆσαι ἄρτους τοσούτους, καὶ ἀπὸ ἰχθύων πάλιν· ὃ σημεῖον ἦν τοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάττης αὐτὸν κρατεῖν. Ἐπειδὴ γὰρ ἐν τοῖς ἀσθενοῦσιν ἀεὶ ἐποίει τὰ θαύματα, ποιεῖ καὶ καθολικὴν εὐεργεσίαν, ἵνα μὴ θεωροὶ μόνον οἱ πολλοὶ τῶν ἑτέροις συμβάντων γένωνται, ἀλλὰ καὶ αὐτοὶ τῆς δωρεᾶς ἀπολαύσωσι. Καὶ ὅπερ ἐδόκει ἐπὶ τῆς ἐρήμου τοῖς Ἰουδαίοις εἶναι θαυμαστὸν, (ἔλεγον γοῦν, Μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;) τοῦτο διὰ τῶν ἔργων ἐπιδείκνυται. Διὰ τοῦτο καὶ εἰς ἔρημον αὐτοὺς ἄγει, ἵνα μεθ' ὑπερβολῆς ἀνύποπτον ᾖ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην παρακειμένην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν. Διὰ τοῦτο καὶ τῆς ὥρας μέμνηται, οὐχὶ τοῦ τόπου μόνον. Καὶ ἕτερον δὲ μανθάνομεν, τὴν φιλοσοφίαν τῶν μαθητῶν τὴν ἐν τοῖς ἀναγκαίοις, καὶ πῶς κατεφρόνουν τροφῆς. Δώδεκα γὰρ ὄντες πέντε ἄρτους εἶχον μόνους καὶ δύο ἰχθύας· οὕτω πάρεργα ἦν αὐτοῖς τὰ σωματικὰ, καὶ τῶν πνευματικῶν εἴχοντο μόνον. Καὶ οὐδὲ τῶν ὀλίγων ἀντείχοντο, ἀλλὰ καὶ αὐτοὺς αἰτηθέντες ἔδωκαν. Ὅθεν παιδεύεσθαι χρὴ, ὅτι κἂν ὀλίγα ἔχωμεν, καὶ αὐτὰ προΐεσθαι δεῖ τοῖς δεομένοις. Κελευσθέντες γοῦν ἐνεγκεῖν τοὺς πέντε ἄρτους, οὑ λέγουσι· Καὶ πόθεν ἡμῖν ἔσται ἡ διατροφή; πόθεν δὲ ἡμεῖς παραμυθησόμεθα τὴν πεῖναν τὴν ἡμετέραν; ἀλλ' ὑπακούουσιν εὐθέως. Πρὸς δὲ τοῖς εἰρημένοις, ὡς ἔμοιγε δοκεῖ, διὰ τοῦτο ἐκ τῶν ὑποκειμένων ποιεῖ, ἵνα αὐτοὺς εἰς πίστιν ἀγάγῃ· ἔτι γὰρ ἀσθενέστερον διέκειντο. Διὸ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέπει. Τῶν μὲν γὰρ ἄλλων σημείων εἶχον πολλὰ ὑποδείγματα· τούτου δὲ οὐδέν. Λαβὼν τοίνυν διέκλασε, καὶ ἐδίδου διὰ τῶν μαθητῶν, τούτῳ αὐτοὺς τιμῶν· οὐ τιμῶν δὲ μόνον, ἀλλ' ἵνα ὅταν γένηται τὸ θαῦμα, μὴ ἀπιστήσωσι, μηδὲ ἐπιλάθωνται παρελθόντος, τῶν χειρῶν αὐτοῖς μαρτυρουσῶν. Διὸ καὶ τοὺς ὄχλους ἀφίησι πρότερον τῆς πείνης αἴσθησιν λαβεῖν, καὶ τούτους ἀναμένει πρότερον προσελθεῖν καὶ ἐρωτῆσαι, καὶ δι' αὐτῶν αὐτοὺς κατακλίνει, καὶ δι' αὐτῶν διανέμει, ταῖς οἰκείαις ὁμολογίαις καὶ τοῖς ἔργοις προκαταλαβεῖν βουλόμενος ἕκαστον. Διὰ τοῦτο καὶ παρ' αὐτῶν λαμβάνει τοὺς ἄρτους, ἵνα πολλὰ τὰ μαρτύρια ᾖ τοῦ γινομένου, καὶ ὑπομνήματα τοῦ θαύματος ἔχωσιν. Εἰ γὰρ καὶ τούτων συμβάντων ἐπελάθοντο, τί οὐκ ἂν ἔπαθον, εἰ μὴ καὶ ταῦτα κατεσκεύασε; Καὶ κελεύει αὐτοὺς ἐπὶ στιβάδος ἀναπεσεῖν, φιλοσοφεῖν τοὺς ὄχλους παιδεύων. Οὐ γὰρ θρέψαι τὰ σώματα μόνον ἐβούλετο, ἀλλὰ καὶ τὴν ψυχὴν παιδεῦσαι.