Ancient Greek
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-5
Not analysed yet
Πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, πολλῶν τῶν εὐχῶν, ὥστε δυνηθῆναι ἐπεξελθεῖν τῷ παρόντι χωρίῳ, καὶ μαθεῖν, τίνες οἱ μάγοι οὗτοι, καὶ πόθεν ἦλθον, καὶ πῶς, καὶ τίνος αὐτοὺς πείσαντος, καὶ τίς ὁ ἀστήρ. Μᾶλλον δὲ, εἰ βούλεσθε, πρότερον ἅ φασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, ταῦτα εἰς μέσον ἀγάγωμεν. Καὶ γὰρ τοσοῦτον κατ' αὐτῶν ἔπνευσεν ὁ διάβολος, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς ἐπιχειρεῖν ὁπλίζειν κατὰ τῶν τῆς ἀληθείας λόγων. Τί οὖν φασιν; Ἰδοὺ, φησὶ, καὶ τοῦ Χριστοῦ γεννηθέντος ἀστὴρ ἐφάνη, ὅπερ ἐστὶ σημεῖον τοῦ τὴν ἀστρολογίαν εἶναι βεβαίαν. Πῶς οὖν εἰ κατ' ἐκεῖνον ἐτέχθη τὸν νόμον, ἀστρολογίαν ἔλυσε, καὶ εἱμαρμένην ἀνεῖλε, καὶ δαίμονας ἐπεστόμισε, καὶ πλάνην ἐξέβαλε, καὶ πᾶσαν τοιαύτην μαγγανείαν ἀνέτρεψε; Τί δὲ καὶ οἱ μάγοι παρὰ τοῦ ἀστέρος αὐτοῦ μανθάνουσιν; ὅτι βασιλεὺς τῶν Ἰουδαίων ἦν; Καὶ μὴν οὐ ταύτης ἦν τῆς βασιλείας βασιλεὺς, καθὼς καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Οὐδὲν γοῦν ἐπεδείξατο τοιοῦτον· οὐδὲ γὰρ δορυφόρους, οὔτε ὑπασπιστὰς, οὔτε ἵππους, οὔτε ἡμιόνων ζεῦγος, οὔτε ἄλλο τι τοιοῦτον ἔσχε περὶ ἑαυτόν· ἀλλὰ τὸν εὐτελῆ τοῦτον βίον καὶ πτωχὸν μετῄει, δώδεκα εὐτελεῖς ἀνθρώπους μεθ' ἑαυτοῦ περιφέρων. Εἰ δὲ καὶ βασιλέα ᾔδεσαν ὄντα, τίνος ἕνεκεν παραγίνονται; Οὐ γὰρ δὴ τοῦτο ἀστρονομίας ἔργον ἐστὶν, ἀπὸ τῶν ἄστρων εἰδέναι τοὺς τικτομένους, ἀλλ' ἀπὸ τῆς ὥρας τῶν τικτομένων προαναφωνεῖν τὰ μέλλοντα ἔσεσθαι, ὥς φασιν. Οὗτοι δὲ οὔτε ὠδινούσῃ τῇ μητρὶ παρῆσαν, οὔτε τὸν καιρὸν ἔγνωσαν, καθ' ὃν ἐτέχθη, οὔτε ἐντεῦθεν λαβόντες τὴν ἀρχὴν, συνέθηκαν ἀπὸ τῆς τῶν ἄστρων κινήσεως τὰ μέλλοντα ἔσεσθαι· ἀλλ' ἀντιστρόφως, ἀστέρα πρὸ πολλοῦ τοῦ χρόνου θεασάμενοι φανέντα ἐπὶ τῆς αὐτῶν χώρας, ἔρχονται ὀψόμενοι τὸν τεχθέντα· ὅπερ καὶ αὐτὸ τοῦ προτέρου σφόδρα ἀπορώτερον ἂν εἴη. Τίς γὰρ αὐτοὺς ἔπεισε λόγος, ποίων ἀγαθῶν ἐλπὶς, τὸν ἐκ τοσούτου διαστήματος προσκυνῆσαι βασιλέα; Εἰ μὲν γὰρ αὐτῶν ἔμελλε βασιλεύειν, μάλιστα μὲν οὐδὲ οὕτω λόγον εἶχε τὸ γινόμενον. Καὶ γὰρ εἰ μὲν ἐν βασιλικαῖς αὐλαῖς ἐτίκτετο, καὶ πατρὸς αὐτῷ βασιλέως παρόντος, εἰκότως ἄν τις ἔφη τούτους, βουλομένους τὸν πατέρα θεραπεῦσαι, προσκυνῆσαι τὸ τεχθὲν παιδίον, καὶ ταύτῃ πολλὴν ἑαυτοῖς ὑπόθεσιν προαποθέσθαι εὐνοίας. Νυνὶ δὲ οὐδὲ αὐτῶν προσδοκῶντες ἔσεσθαι βασιλέα, ἀλλὰ ἔθνους ἀλλοκότου καὶ πολὺ τῆς αὐτῶν ἀφεστηκότος χώρας, οὔτε ἄνδρα ὁρῶντες ἤδη γενόμενον, τίνος ἕνεκεν τοσαύτην στέλλονται ἀποδημίαν, καὶ δῶρα προσφέρουσι, καὶ ταῦτα μέλλοντες μετὰ κινδύνων ἅπαντα πράττειν; Καὶ γὰρ καὶ Ἡρώδης ἀκούσας διεταράχθη, καὶ ὁ δῆμος ἅπας ἐθορυβεῖτο, ταῦτα ἀκούσαντες παρ' αὐτῶν. Ἀλλ' οὐ προῄδεσαν οὗτοι ταῦτα. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Εἰ γὰρ καὶ σφόδρα ἦσαν ἀνόητοι, τοῦτο οὐκ ἂν ἠγνόησαν, ὅτι εἰς πόλιν βασιλευομένην ἐλθόντες, καὶ τοιαῦτα κηρύξαντες, καὶ βασιλέα ἕτερον παρὰ τὸν τότε ὄντα δείξαντες, οὐχὶ μυρίους καθ' ἑαυτῶν ἂν ἐπεσπάσαντο θανάτους. Τί δὲ ὅλως καὶ προσεκύνουν ἐν σπαργάνοις ὄντα; Εἰ μὲν γὰρ ἀνὴρ ἦν, εἶχεν ἄν τις εἰπεῖν, ὅτι προσδοκῶντες τὴν παρ' αὐτοῦ βοήθειαν εἰς προὖπτον ἑαυτοὺς ἔῤῥιψαν κίνδυνον, ὅπερ καὶ αὐτὸ τῆς ἐσχάτης ἀλογίας ἦν, τὸν Πέρσην, τὸν βάρβαρον, καὶ οὐδὲν κοινὸν ἔχοντα πρὸς τὸ Ἰουδαίων ἔθνος, βούλεσθαι μὲν τῆς οἰκίας ἀφίστασθαι, καὶ πατρίδα καὶ συγγενεῖς καὶ οἰκείους ἀφιέναι, ἑτέρᾳ δὲ ἑαυτοὺς ὑποβάλλειν βασιλείᾳ.