Ancient Greek · ~17 min
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-6
Not analysed yet
Εἰ δὲ τοῦτο ἀνόητον, τὸ μετὰ τοῦτο ἀνοητότερον πολλῷ πλέον. Ποῖον δὴ τοῦτο; Τὸ μακρὰν οὕτως ἀποδημίαν ἐλθόντας, καὶ προσκυνήσαντας, καὶ ταράξαντας πάντας, ἀπελθεῖν εὐθέως. Τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην, καὶ παιδίον ἐν σπαργάνοις, καὶ μητέρα πτωχὴν ἰδόντες; Τίνι δὲ καὶ τὰ δῶρα προσέφερον, καὶ τίνος ἕνεκεν; Ἆρα νόμος ἦν καὶ ἔθος, τοὺς πανταχοῦ τικτομένους βασιλέας οὕτω θεραπεύειν; καὶ πᾶσαν περιῄεσαν ἀεὶ τὴν οἰκουμένην, οὓς ᾔδεσαν ἐσομένους βασιλέας ἀπὸ μικρῶν καὶ εὐτελῶν, πρὶν ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἀναβῆναι, προσκυνοῦντες; Ἀλλ' οὐκ ἂν ἔχοι τις τοῦτο εἰπεῖν. Τίνος δὲ ἕνεκεν καὶ προσεκύνουν; Εἰ μὲν τῶν παρόντων ἕνεκεν, καὶ τί προσεδόκων παρὰ παιδίου καὶ μητρὸς εὐτελοῦς λήψεσθαι; εἰ δὲ τῶν μελλόντων ἕνεκεν, καὶ πόθεν ᾔδεσαν ὅτι ἀπομνημονεύσει τῶν τότε γινομένων ὁ παῖς ἐν σπαργάνοις προσκυνηθείς; Εἰ δὲ ἡ μήτηρ ἔμελλεν ἀναμιμνήσκειν αὐτὸν, οὐδὲ οὕτω τιμῆς, ἀλλὰ κολάσεως ἦσαν ἄξιοι, εἰς προὖπτον ἐμβάλλοντες αὐτὸν κίνδυνον. Ἐντεῦθεν γοῦν ὁ Ἡρώδης ταραχθεὶς, καὶ ἐζήτει, καὶ περιειργάζετο, καὶ ἀνελεῖν ἐπεχείρει. Καὶ πανταχοῦ δὲ ὁ τὸν μέλλοντα βασιλεύειν κατάδηλον ποιῶν, ἐκ πρώτης ἡλικίας ἰδιώτην ὄντα, οὐδὲν ἕτερον ἢ σφαγῇ παραδίδωσι, καὶ μυρίους ἀνάπτει πολέμους αὐτῷ. Εἶδες ὅσα τὰ ἄτοπα φαίνεται, εἰ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ κοινὴν συνήθειαν ταῦτα ἐξετάσαιμεν; Οὐδὲ γὰρ ταῦτα μόνον, ἀλλὰ καὶ πλείονα τούτων ἐνῆν εἰπεῖν, ζήτησιν ἔχοντα πλείω τῶν εἰρημένων. Ἀλλ' ἵνα μὴ συνάπτοντες ἀπορίας ἀπορίαις ἰλιγγιᾷν ὑμᾶς ποιῶμεν, φέρε δὴ λοιπὸν ἐπὶ τὴν λύσιν τῶν ζητουμένων ἔλθωμεν, ἀρχὴν τῆς λύσεως ἀπὸ τοῦ ἀστέρος αὐτοῦ ποιούμενοι. Ἂν γὰρ μάθωμεν τίς ὁ ἀστὴρ, καὶ ποταπὸς, καὶ εἰ τῶν πολλῶν εἷς, ἢ ξένος παρὰ τοὺς ἄλλους, καὶ εἰ φύσει ἀστὴρ, ἢ ὄψει μόνον ἀστὴρ, εὐκόλως καὶ τὰ ἄλλα πάντα εἰσόμεθα. Πόθεν οὖν ταῦτα ἔσται δῆλα; Ἀπὸ τῶν γεγραμμένων αὐτῶν. Ὅτι γὰρ οὐ τῶν πολλῶν εἷς ὁ ἀστὴρ οὗτος ἦν, μᾶλλον δὲ οὐδὲ ἀστὴρ, ὡς ἔμοιγε δοκεῖ, ἀλλὰ δύναμίς τις ἀόρατος εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, πρῶτον ἀπὸ τῆς πορείας αὐτῆς δῆλον. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἀστήρ τις ταύτην βαδίζων τὴν ὁδόν· ἀλλὰ κἂν ἥλιον εἴπῃς, κἂν σελήνην, κἂν τοὺς ἄλλους ἅπαντας ἀστέρας, ἐξ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶμεν χωροῦντας· οὗτος δὲ ἀπὸ ἄρκτου πρὸς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Περσίδα κεῖται. Δεύτερον, καὶ ἀπὸ τοῦ καιροῦ τοῦτο ἔστιν ἰδεῖν. Οὐ γὰρ ἐν νυκτὶ φαίνεται, ἀλλ' ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος· ὅπερ οὐκ ἔστι δυνάμεως ἀστέρος, ἀλλ' οὐδὲ σελήνης· ἡ γὰρ τοσοῦτον πάντων ὑπερέχουσα, τῆς ἀκτῖνος φανείσης τῆς ἡλιακῆς, κρύπτεται εὐθέως καὶ ἀφανίζεται. Οὗτος δὲ τῇ τῆς οἰκείας λαμπρότητος ὑπερβολῇ καὶ τὰς ἀκτῖνας ἐνίκησε τὰς ἡλιακὰς, φανότερος ἐκείνων φανεὶς, καὶ ἐν τοσούτῳ φωτὶ μεῖζον λάμψας. Τρίτον, ἀπὸ τοῦ φαίνεσθαι καὶ πάλιν κρύπτεσθαι. Τὴν μὲν γὰρ ἕως Παλαιστίνης ὁδὸν ἐφαίνετο χειραγωγῶν· ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων, ἔκρυψεν ἑαυτόν· εἶτα πάλιν ὅτε τὸν Ἡρώδην ἀφέντες, διδάξαντες αὐτὸν ὑπὲρ ὧν ἦλθον, ἔμελλον ἀπιέναι, δείκνυσιν ἑαυτόν· ὅπερ οὐκ ἔστιν ἄστρου κινήσεως, ἀλλὰ δυνάμεώς τινος λογικωτάτης. Οὐδὲ γὰρ ἰδίαν τινὰ πορείαν εἶχεν, ἀλλ' ὅτε μὲν ἔδει βαδίσαι αὐτοὺς, ἐβάδιζεν· ὅτε δὲ στῆναι, ἵστατο, πρὸς τὸ δέον πάντα οἰκονομῶν· καθάπερ ὁ στῦλος τῆς νεφέλης, καὶ καθίζων καὶ ἐγείρων τὸ στρατόπεδον τῶν Ἰουδαίων, ἡνίκα ἐχρῆν. Τέταρτον, ἀπὸ τοῦ τρόπου τῆς δείξεως τοῦτο ἄν τις καταμάθοι σαφῶς. Οὐ γὰρ ἄνω μένων τὸν τόπον ἐδείκνυ· οὐδὲ γὰρ δυνατὸν ἦν αὐτοῖς οὕτω μαθεῖν· ἀλλὰ κάτω καταβὰς τοῦτο ἐποίει. Ἴστε γὰρ, ὅτι τόπον οὕτω μικρὸν, καὶ ὅσον εἰκὸς καλύβην κατασχεῖν, μᾶλλον δὲ ὅσον εἰκὸς σῶμα παιδίου μικροῦ κατέχειν, οὐχ οἷόν τε ἀστέρα γνωρίζειν. Ἐπειδὴ γὰρ ἄπειρον τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν. Καὶ τοῦτο ἀπὸ τῆς σελήνης ἴδοι τις ἄν· ἢ τοσοῦτον ὑπερφερὴς οὖσα τῶν ἄστρων, πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην οἰκοῦσι, καὶ εἰς τοσοῦτον πλάτος γῆς ἐκκεχυμένοις, ἅπασιν ἐγγὺς εἶναι δοκεῖ. Πῶς οὖν ὁ ἀστὴρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβης ἐδείκνυ, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη, καὶ ὑπὲρ αὐτῆς ἔστη τῆς κεφαλῆς τοῦ παιδίου; Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Ἰδοὺ ὁ ἀστὴρ προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ὁρᾷς δι' ὅσων δείκνυται οὐ τῶν πολλῶν εἷς ὢν οὗτος ὁ ἀστὴρ, οὐδὲ κατὰ τὴν ἀκολουθίαν τῆς ἔξω γενέσεως δεικνὺς ἑαυτόν;