Ancient Greek · ~16 min
Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες· «Διατί οἱ μαθηταί σου,» κ. τ. ἑ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-50
Not analysed yet
Τότε· πότε; Ὅτε τὰ μυρία σημεῖα εἰργάσατο, ὅτε τοὺς ἀῤῥώστους ἐθεράπευσεν ἐκ τῆς ἁφῆς τοῦ κρασπέδου. Διὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται τὸν καιρὸν, ἵνα ἐνδείξηται τὴν ἄφατον αὐτῶν πονηρίαν οὐδενὶ εἴκουσαν. Τί δέ ἐστιν, Οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι; Πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι, καὶ εἰς δώδεκα διῃρημένοι μέρη· ἀλλ' οἱ τὴν μητρόπολιν ἔχοντες πονηρότεροι τῶν ἄλλων ἦσαν, ἅτε καὶ πλείονος ἀπολαύοντες τιμῆς, καὶ πολὺν κεκτημένοι τὸν τῦφον. Θέα δέ μοι πῶς καὶ ἀπὸ τῆς ἐρωτήσεως αὐτῆς ἁλίσκονται. Οὐδὲ γὰρ λέγουσι, Διατί παραβαίνουσι τὸν νόμον Μωϋσέως; ἀλλὰ, Τὴν παράδοσιν τῶν πρεσβυτέρων. Ὅθεν δῆλον, ὅτι πολλὰ ἐκαινοτόμουν οἱ ἱερεῖς, καίτοι Μωϋσέως μετὰ πολλοῦ τοῦ φόβου καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἐπισκήψαντος ὥστε μήτε προσθεῖναι, μήτε ἀφελεῖν. Οὐ προσθήσετε γὰρ, φησὶ, πρὸς τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ οὐκ ἀφελεῖτε ἀπ' αὐτοῦ. Ἀλλ' οὐδὲν ἧττον ἐκαινοτόμουν οἷον δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις χερσὶν ἐσθίειν, τὸ ποτήρια βαπτίζειν καὶ χαλκεῖα, τὸ καὶ αὐτοὺς βαπτίζεσθαι. Ὅτε γὰρ ἔδει λοιπὸν αὐτοὺς ἀπαλλαγῆναι τῶν παρατηρήσεων, τοῦ χρόνου προελθόντος, τότε αὐτοὺς μᾶλλον πλείοσιν ἔδησαν ταῖς παρατηρήσεσι, δεδοικότες μή τις αὐτῶν ἀφέληται τὴν ἀρχὴν, καὶ φοβερώτεροι εἶναι βουλόμενοι, ὡς δὴ καὶ αὐτοὶ νομοθέται. Εἰς τοσοῦτον οὖν προῆλθε παρανομίας τὸ πρᾶγμα, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι ἐντολὰς, τὰς δὲ τοῦ Θεοῦ παραβαίνεσθαι· καὶ τοσοῦτον ἐκράτουν, ὥστε κατηγορίαν λοιπὸν τὸ πρᾶγμα εἶναι. Ὅπερ διπλοῦν κατ' αὐτῶν ἔγκλημα ἦν, ὅτι τε ἐκαινοτόμουν, καὶ ὅτι οὕτως ἐξεδίκουν τὰ ἑαυτῶν, τοῦ Θεοῦ οὐδένα ποιούμενοι λόγον. Καὶ ἀφέντες τὰ ἄλλα εἰπεῖν, τοὺς ξέστας καὶ τὰ χαλκεῖα (καταγέλαστα γὰρ ἦν), ὃ τῶν ἄλλων μᾶλλον ἐδόκει λόγον ἔχειν, τοῦτο εἰς μέσον προφέρουσιν, οὕτως, ὡς ἔμοιγε δοκεῖ, εἰς ὀργὴν αὐτὸν ἐξάγειν βουλόμενοι. Διὸ καὶ τῶν πρεσβυτέρων ἐμνημόνευον, ἵνα ὡς ἐξουδενῶν αὐτοὺς παράσχῃ καθ' ἑαυτοῦ λαβήν. Ἄξιον δὲ πρῶτον ἐξετάσαι, διατί καὶ οἱ μαθηταὶ χερσὶν ἀνίπτοις ἤσθιον. Τίνος οὖν ἕνεκεν οὕτως ἤσθιον; Οὐκ ἐπιτηδεύοντες τοῦτο, ἀλλ' ὑπερορῶντες λοιπὸν τῶν περιττῶν, καὶ τοῖς ἀναγκαίοις προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπτεσθαι νόμον ἔχοντες, ἀλλ' ὡς ἔτυχεν ἑκάτερον ποιοῦντες. Οἱ γὰρ καὶ αὐτῆς τῆς ἀναγκαίας καταφρονοῦντες τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν; Ἐπεὶ οὖν συνέβαινε πολλάκις τοῦτο ἀπὸ ταυτομάτου γίνεσθαι, οἷον ὡς ὅτε ἐν τῇ ἐρήμῳ ἤσθιον, ὡς ὅτε τοὺς ἀστάχυας ἔτιλλον ἀντ' ἐγκλήματος αὐτὸ προβάλλονται, οἱ τὰ μεγάλα ἀεὶ παρατρέχοντες, καὶ τῶν περιττῶν πολὺν ποιούμενοι λόγον. Τί οὖν ὁ Χριστός; Οὐκ ἔστη πρὸς τοῦτο, οὐδὲ ἀπελογήσατο, ἀλλ' εὐθέως ἀντεγκαλεῖ, κατασπῶν αὐτῶν τὴν παῤῥησίαν, καὶ δεικνὺς, ὅτι τὸν μεγάλα ἁμαρτάνοντα ὑπὲρ μικρῶν πρὸς ἑτέρους ἀκριβολογεῖσθαι οὐ χρή. Δέον γὰρ ὑμᾶς ἐγκαλεῖσθαι, φησὶ, καὶ ἐγκαλεῖτε; Σὺ δὲ παρατήρει, πῶς ὅταν τι βούληται λῦσαι τῶν νομίμων, ἐν τάξει ἀπολογίας αὐτὸ ποιεῖ· ὅπερ καὶ τότε ἐποίησεν. Οὐδὲ γὰρ εὐθέως ἐπὶ τὴν παράβασιν ἔρχεται, οὐδὲ λέγει, Οὐδέν ἐστιν· ἦ γὰρ ἂν θρασυτέρους εἰργάσατο· ἀλλὰ πρῶτον ἐκκόπτει αὐτῶν τὴν θρασύτητα, τὸ πολλῷ μεῖζον ἔγκλημα εἰς μέσον ἄγων, καὶ εἰς τὴν ἐκείνων περιέλκων κεφαλήν. Καὶ οὔτε λέγει, ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ δῷ λαβὴν αὐτοῖς· οὔτε κακίζει τὸ γινόμενον, ἵνα μὴ βεβαιώσῃ τὸν νόμον· οὐδ' αὖ πάλιν κατηγορεῖ τῶν πρεσβυτέρων, ὡς παρανόμων καὶ μιαρῶν· ἦ γὰρ ἂν ὡς λοίδορον καὶ ὑβριστὴν ἀπεστράφησαν· ἀλλὰ πάντα ταῦτα ἀφεὶς, ἑτέραν ὁδὸν ἔρχεται. Καὶ δοκεῖ μὲν αὐτοῖς ἐπιτιμᾷν τοῖς παραγενομένοις, καθάπτεται δὲ τῶν ταῦτα νομοθετησάντων· τῶν μὲν πρεσβυτέρων οὐδαμοῦ μνημονεύων, ἐν δὲ τῇ πρὸς τούτους κατηγορίᾳ κἀκείνους καταβάλλων, καὶ δεικνὺς ὅτι διπλοῦν τὸ ἁμάρτημα, ὅτι καὶ τῷ Θεῷ οὐ πείθονται, καὶ δι' ἀνθρώπους τοῦτο ποιοῦσιν· ὡσανεὶ ἔλεγε· Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπώλεσε, τὸ πάντα πείθεσθαι τοῖς πρεσβυτέροις. Ἀλλ' οὐ λέγει οὕτω, τοῦτο δὲ αὐτὸ αἰνίττεται, οὕτως αὐτοῖς ἀποκριθείς· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς ἐνετείλατο· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα καὶ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.