Ancient Greek · ~14 min
Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες· «Διατί οἱ μαθηταί σου,» κ. τ. ἑ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-49
Not analysed yet
Καὶ οὐκ εἶπε, Τῶν πρεσβυτέρων, ἀλλ', Ὑμῶν· καὶ, Ὑμεῖς λέγετε, καὶ οὐκ εἶπεν, Οἱ πρεσβύτεροι, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον. Ἐπειδὴ γὰρ παρανόμους ἠθέλησαν δεῖξαι τοὺς μαθητὰς, δείκνυσιν αὐτοὺς τοῦτο ποιοῦντας, τούτους δὲ ἀπηλλαγμένους ἐγκλήματος. Οὐ γὰρ δὴ νόμος τὸ ὑπὸ τῶν ἀνθρώπων ἐπιταχθὲν (διὸ καὶ παράδοσιν αὐτὸ καλεῖ), καὶ ἀνθρώπων μάλιστα παρανόμων. Καὶ ἐπειδὴ τοῦτο οὐκ ἦν ὑπεναντίον τῷ νόμῳ, τὸ κελεύειν τὰς χεῖρας νίπτειν, ἑτέραν παράδοσιν εἰς μέσον ἄγει, ἐναντιουμένην τῷ νόμῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπαίδευσαν τοὺς νέους εὐσεβείας σχήματι καταφρονεῖν τῶν πατέρων. Πῶς καὶ τίνι τρόπῳ; Εἴ τις τῶν γονέων εἶπε τῷ παιδὶ, Δός μοι τὸ πρόβατον τοῦτο ὃ ἔχεις, ἢ τὸν μόσχον, ἢ ἄλλο τι τοιοῦτον, ἔλεγον· Δῶρόν ἐστι τῷ Θεῷ τοῦτο, ὃ θέλεις ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν. Καὶ διπλοῦν ἐντεῦθεν ἐγίνετο τὸ κακόν. Οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν, τούς τε γεγεννηκότας διὰ τὸν Θεὸν ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγεννηκότας. Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρότερον τὸν νόμον ἀναγινώσκει, δι' οὗ δείκνυσι σφόδρα βουλόμενον αὐτὸν τιμᾶσθαι γονέας. Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς· καὶ πάλιν, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ἀλλ' αὐτὸς ἐκεῖνο ἀφεὶς, τὸ κείμενον ἔπαθλον τοῖς τιμῶσι τοὺς γονέας, τὸ φοβερώτερον τίθησι, τὴν κόλασιν λέγω τὴν τοῖς ἀτιμάζουσιν ἠπειλημένην, καὶ αὐτοὺς καταπλῆξαι βουλόμενος, καὶ τοὺς νοῦν ἔχοντας ἐπισπάσασθαι· καὶ δείκνυσιν ἐντεῦθεν θανάτου ἀξίους ὄντας. Εἰ γὰρ ὁ ῥήματι ἀτιμάζων κολάζεται, πολλῷ μᾶλλον ὑμεῖς οἱ ἔργῳ· καὶ οὐ μόνον ἀτιμάζοντες, ἀλλὰ καὶ ἑτέρους τοῦτο διδάσκοντες. Οἱ τοίνυν μηδὲ ζῇν ὀφείλοντες, πῶς ἐγκαλεῖτε τοῖς μαθηταῖς; Τί δὲ θαυμαστὸν, εἰ εἰς ἐμὲ τὸν τέως ἀγνοούμενον τοιαῦτα ὑβρίζετε, ὅταν καὶ εἰς τὸν πατέρα φαίνησθε τοιαῦτα ποιοῦντες; Πανταχοῦ γὰρ καὶ λέγει καὶ δείκνυσιν, ὅτι ἐκεῖθεν τῆς ἀπονοίας ἤρξαντο ταύτης. Τινὲς δὲ καὶ ἑτέρως ἑρμηνεύουσι τὸ, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· τουτέστιν, Οὐκ ὀφείλω σοι τιμὴν, ἀλλὰ χαρίζομαί σοι, ἂν ἄρα σε τιμήσω. Ἀλλ' οὐκ ἂν ὁ Χριστὸς τοιαύτης ἐμνημόνευσεν ὕβρεως. Καὶ ὁ Μάρκος δὲ σαφέστερον τοῦτο ποιεῖ λέγων· Κορβᾶν, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· ὅπερ οὐκ ἔστι δωρεὰ καὶ προὶξ, ἀλλὰ προσφορὰ κυρίως λέγεται. Δείξας τοίνυν, ὅτι οὐκ ἂν εἶεν δίκαιοι ἐγκαλεῖν παραβαίνουσιν ἐντολὴν πρεσβυτέρων οἱ τὸν νόμον καταπατοῦντες, δείκνυσι τοῦτο αὐτὸ καὶ ἀπὸ τοῦ προφήτου. Ἐπειδὴ γὰρ αὐτοὺς εἷλε σφοδρῶς, περαιτέρω πρόεισιν· ὃ δὴ πανταχοῦ ποιεῖ, τὰς Γραφὰς εἰς μέσον ἄγων, καὶ ταύτῃ δεικνὺς ἑαυτὸν συμβαίνοντα τῷ Θεῷ. Τί δὲ ὁ προφήτης φησίν; Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Εἶδες προφητείαν συμφωνοῦσαν τοῖς εἰρημένοις μετὰ ἀκριβείας, καὶ ἄνωθεν αὐτῶν προαναφωνουμένην τὴν κακίαν; Ὅπερ γὰρ ὁ Χριστὸς ἐνεκάλεσε νῦν, τοῦτο καὶ ὁ Ἡσαΐας ἄνωθεν εἶπεν, ὅτι τῶν μὲν τοῦ Θεοῦ καταφρονοῦσι· Μάτην γὰρ σέβονταί με, φησίν· τῶν δὲ ἰδίων πολὺν ποιοῦνται λόγον· Διδάσκοντες γὰρ ἐντάλματα, διδασκαλίας ἀνθρώπων. Οὐκοῦν εἰκότως αὐτὰς οὐ τηροῦσι. Δοὺς τοίνυν αὐτοῖς καιρίαν τὴν πληγὴν, καὶ ἀπὸ τῶν πραγμάτων, καὶ ἀπὸ τῆς οἰκείας ψήφου, καὶ ἀπὸ τοῦ προφήτου τὴν κατηγορίαν αὐξήσας, ἐκείνοις μὲν οὐδὲν διαλέγεται, ἀδιορθώτως λοιπὸν ἔχουσι, τὸν δὲ λόγον τρέπει πρὸς τοὺς ὄχλους, ὥστε τὸ δόγμα εἰσενεγκεῖν ὑψηλὸν καὶ μέγα ὂν, καὶ πολλῆς φιλοσοφίας γέμον· καὶ λαβὼν ἀφορμὴν ἀπ' ἐκείνου, τὸ μεῖζον ἐνυφαίνει λοιπὸν, καὶ τὴν τῶν βρωμάτων παρατήρησιν ἐκβάλλων. Ἀλλ' ὅρα πότε. Ὅτε τὸν λεπρὸν ἐκάθηρεν, ὅτε τὸ σάββατον ἔλυσεν, ὅτε γῆς καὶ θαλάττης βασιλέα ἑαυτὸν ἀπέφηνεν, ὅτε ἐνομοθέτησεν, ὅτε ἁμαρτήματα ἀφῆκεν, ὅτε νεκροὺς ἤγειρεν, ὅτε πολλὰ τῆς θεότητος αὐτοῦ δείγματα παρέσχεν αὐτοῖς, τότε περὶ βρωμάτων διαλέγεται.