Ancient Greek · ~19 min
Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου. ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-82
Not analysed yet
Ἐπειδὴ ἀδιασπάστως αὐτοῦ εἴχοντο, διὰ τοῦτό φησι· Μείνατε αὐτοῦ, ἕως ἀπελθὼν προσεύξωμαι. Ἔθος γὰρ αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι. Τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλήν. Καὶ παραλαμβάνει τοὺς τρεῖς, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Τίνος ἕνεκεν μὴ πάντας παραλαμβάνει; Ἵνα μὴ καταπέσωσιν· ἀλλὰ τούτους, τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους. Ἀλλ' ὅμως καὶ τούτους ἀφίησι, Καὶ μικρὸν προελθὼν, εὔχεται λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καὶ ἔρχεται πρὸς αὐτοὺς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐχ ἁπλῶς πρὸς Πέτρον μάλιστα ἀποτείνεται, καίτοι καὶ τῶν ἄλλων καθευδησάντων· ἀλλὰ καθικνούμενος αὐτοῦ κἀντεῦθεν διὰ τὴν αἰτίαν ἣν ἔμπροσθεν εἶπον. Εἶτα ἐπειδὴ καὶ οἱ ἄλλοι τὸ αὐτὸ εἶπον, (εἰπόντος γὰρ, φησὶ, Πέτρου, ὅτι Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· ὁμοίως δὲ, φησὶ, καὶ πάντες οἱ μαθηταὶ εἶπον) πρὸς ἅπαντας διαλέγεται, ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. Οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορότες, ἀλλ' ἐκράτησεν αὐτῶν ὁ ὕπνος. Ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα. Καὶ ἱδρῶτες ἐπιῤῥέουσι διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, καὶ ἵνα μὴ τοῦτο εἴπωσιν αἱρετικοὶ, ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν. Διὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ τὰ ῥήματα πεπλασμένα εἶναι. Διὰ τοῦτο καὶ ἡ εὐχή. Τῷ μὲν οὖν εἰπεῖν, Εἰ δυνατὸν, παρελθέτω, ἔδειξε τὸ ἀνθρώπινον· τῷ δὲ εἰπεῖν, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον, παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι. Πάλιν ῥήματα οὐκ ἤρκει μόνον, ἀλλὰ καὶ πραγμάτων ἔδει; καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανεν. Εἰ γὰρ καὶ τούτων ὄντων, ἀπιστεῖται παρά τινων ἔτι τοῦτο, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν. Ὁρᾷς δι' ὅσων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν; Δι' ὧν φθέγγεται, δι' ὧν πάσχει. Εἶτα ἐλθὼν, Λέγει, φησὶ, τῷ Πέτρῳ· Οὕτως οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Ἅπαντες ἐκάθευδον, καὶ τῷ Πέτρῳ ἐπιτιμᾷ, αἰνιττόμενος αὐτὸν, ὑπὲρ ὧν ἐφθέγξατο. Καὶ τὸ, Μετ' ἐμοῦ δὲ οὐχ ἁπλῶς κεῖται, ὡσανεὶ ἔλεγε· Γρηγορῆσαι οὐκ ἴσχυσας μετ' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσεις; Καὶ τὸ ἑξῆς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται. Γρηγορεῖτε γὰρ, φησὶ, καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς πῶς πάλιν αὐτοὺς παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρῖφθαι τὴν διάνοιαν, καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατιθέναι; Καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας κοινῇ. Κἀκείνῳ μέν φησι· Σίμων, Σίμων, ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς· κἀγὼ ἐδεήθην περὶ σοῦ· κοινῇ δὲ πᾶσιν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν, πανταχοῦ τὸ αὔθαδες αὐτῶν ἐκκόπτων καὶ ἐναγωνίους ποιῶν. Εἶτα ἵνα μὴ δόξῃ διόλου καταφορικὸν ποιεῖν τὸν λόγον, λέγει· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ γὰρ καὶ βούλει, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ' οὐ δυνήσῃ, ἕως ἂν ὁ Θεὸς ὀρέξῃ χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. Καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἀπ' ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· δεικνὺς ἐνταῦθα, ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ, καὶ ὅτι πανταχοῦ τούτῳ ἕπεσθαι δεῖ, καὶ τοῦτο ἐπιζητεῖν. Καὶ ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας. Μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. Καὶ ἐκ τρίτου πάλιν τὸ αὐτὸ ἀπελθὼν ἐφθέγξατο, βεβαιῶν ὅτι ἄνθρωπος γέγονε. Τὸ γὰρ δεύτερον καὶ τρίτον ἀληθείας μάλιστά ἐστιν ἐν ταῖς Γραφαῖς ἐνδεικτικόν· ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγε τῷ Φαραώ· Ἐκ δευτέρου ἐφάνη σοι τὸ ἐνύπνιον; ὑπὲρ ἀληθείας, καὶ τοῦ πιστωθῆναί σε ὅτι τοῦτο ἔσται πάντως, τοῦτο γέγονε. Διὰ τοῦτο καὶ αὐτὸς καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον τὸ αὐτὸ ἐφθέγξατο, ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. Καὶ τίνος ἕνεκεν ἦλθεν ἐκ δευτέρου; Ὥστε αὐτοὺς ἐλέγξαι, ὅτι οὕτως ἐβαπτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. Οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, δηλῶν τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμηθέντες ἠδύναντο καρτερῆσαι. Οὐ διυπνίζει δὲ καὶ ἐπιτιμᾷ πάλιν, ὥστε μὴ πλῆξαι πεπληγότας, ἀλλ' ἀπελθὼν καὶ προσευξάμενος καὶ ἐπανελθών φησι· Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε. Καὶ μὴν τότε γρηγορῆσαι ἔδει· ἀλλὰ δεικνὺς, ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δεινῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν παραδοθῆναι, Καθεύδετε λοιπὸν, φησὶ, καὶ ἀναπαύεσθε. Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Δείκνυσι πάλιν ὅτι οἰκονομίας ἦν τὸ γινόμενον.