Ancient Greek
Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 6.1-29
Not analysed yet
Ταῦτα πρὸς ὑμᾶς τοὺς μεταλαμβάνοντας λέγω, καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους. Καὶ γὰρ ἀναγκαῖον καὶ πρὸς ὑμᾶς διαλεχθῆναι, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα. Οὐ μικρὰ κόλασις ὑμῖν ἐστιν, εἴ τινι συνειδότες τινὰ πονηρίαν, συγχωρήσετε μετασχεῖν ταύτης τῆς τραπέζης. Τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων. Κἂν στρατηγός τις ᾖ, κἂν ὕπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀναξίως δὲ προσίῃ, κώλυσον· μείζονα ἐκείνου τὴν ἐξουσίαν ἔχεις. Σὺ δὲ εἰ μὲν πηγὴν ὕδατος ἐνεχειρίσθης φυλάττειν ποιμνίῳ καθαρὰν, εἶτα εἶδες πρόβατον πολὺν ἐπὶ τοῦ στόματος φέρον τὸν βόρβορον, οὐκ ἂν εἴασας ἐπικύψαι κάτω, καὶ θολῶσαι τὸ ῥεῖθρον· νυνὶ δὲ οὐχ ὕδατος, ἀλλ' αἵματος καὶ πνεύματος πηγὴν ἐγκεχειρισμένος, καὶ ὁρῶν γῆς καὶ βορβόρου χαλεπωτέραν ἁμαρτίαν ἔχοντάς τινας καὶ προσιόντας, οὐκ ἀγανακτεῖς, οὐδὲ ἀπείργεις; καὶ τίνα ἂν σχοίης συγγνώμην; Διὰ τοῦτο ὑμᾶς ὁ Θεὸς ἐτίμησε ταύτην τὴν τιμὴν, ἵνα τὰ τοιαῦτα διακρίνητε. Τοῦτο ὑμῶν ἡ ἀξία, τοῦτο ἡ ἀσφάλεια, τοῦτο ὁ στέφανος ἅπας, οὐχ ἵνα λευκὸν χιτωνίσκον καὶ ἀποστίλβοντα περιβαλλόμενοι περιίητε. Καὶ πόθεν οἶδα, φησὶ, τὸν δεῖνα καὶ τὸν δεῖνα; Οὐ περὶ τῶν ἀγνοουμένων, ἀλλὰ περὶ τῶν γνωρίμων λέγω. Εἴπω τι φρικωδέστερον; Οὐχ οὕτω χαλεπὸν τοὺς ἐνεργουμένους ἔνδον εἶναι, ὡς τούτους, οὕς φησιν ὁ Παῦλος τὸν Χριστὸν καταπατῆσαι, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσασθαι, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσαι. Δαιμονῶντος γὰρ χείρων ὁ ἡμαρτηκὼς καὶ προσιών. Οἱ μὲν γὰρ ἐπειδὴ δαιμονῶσιν, οὐ κολάζονται· οὗτοι δὲ ὅταν ἀναξίως προσίωσιν, ἀθανάτῳ παραδίδονται τιμωρίᾳ. Μὴ τοίνυν τούτους ἐλαύνωμεν μόνον, ἀλλὰ πάντας ἁπλῶς, οὓς ἂν ἴδωμεν ἀναξίως προσιόντας. Μηδεὶς κοινωνείτω τῶν μὴ μαθητῶν. Μηδεὶς λαμβανέτω Ἰούδας, ἵνα μὴ τὰ Ἰούδα πάθῃ. Σῶμά ἐστι Χριστοῦ καὶ τουτὶ τὸ πλῆθος. Ὅρα τοίνυν, ὁ διακονούμενος τοῖς μυστηρίοις, μὴ παροξύνῃς τὸν Δεσπότην, οὐκ ἐκκαθαίρων τὸ σῶμα τοῦτο· μὴ ξίφος δῷς ἀντὶ τροφῆς. Ἀλλὰ κἂν ὑπὸ ἀγνοίας ἐκεῖνος ἔρχηται μεθέξων, κώλυσον, μὴ φοβηθῇς. Φοβήθητι τὸν Θεὸν, μὴ ἄνθρωπον. Ἂν φοβηθῇς ἄνθρωπον, καὶ ὑπ' αὐτοῦ καταγελασθήσῃ· ἂν δὲ τὸν Θεὸν, καὶ ἀνθρώποις αἰδέσιμος ἔσῃ. Εἰ δὲ αὐτὸς οὐ τολμᾷς, ἐμοὶ πρόσαγε· οὐ συγχωρήσω ταῦτα τολμᾶσθαι. Τῆς ψυχῆς ἀποστήσομαι πρότερον, ἢ τοῦ αἵματος μεταδώσω τοῦ Δεσποτικοῦ παρ' ἀξίαν· καὶ τὸ αἷμα τὸ ἐμαυτοῦ προήσομαι πρότερον, ἢ μεταδώσω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Εἰ δὲ ἠγνόησέ τις τὸν φαῦλον πολλὰ περιεργασάμενος, οὐδὲν ἔγκλημα. Ταῦτα γάρ μοι περὶ τῶν δήλων εἴρηται. Ἂν γὰρ τούτους διορθώσωμεν, καὶ τοὺς ἀγνῶτας ταχέως ἡμῖν ὁ Θεὸς γνωριεῖ· ἂν δὲ τούτους ἐάσωμεν, τίνος ἕνεκεν ἡμῖν ἐκείνους ποιήσει φανεροὺς λοιπόν; Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀπείργωμεν, οὐδ' ἵνα ἐκτέμνωμεν μόνον, ἀλλ' ἵνα διορθώσαντες ἐπαναγάγωμεν, ἵνα ἐπιμελώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ πολλοὺς τοὺς κατ' ἀξίαν μεταλαμβάνοντας εὑρήσομεν, καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς περὶ τοὺς ἄλλους ἐπιμελείας πολὺν ἀποληψόμεθα τὸν μισθόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.