Ancient Greek
Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-85
Not analysed yet
Ὁρᾷς τί πρῶτον ἐξετάζεται; ὃ μάλιστα ἄνω καὶ κάτω συνεχῶς ἔστρεφον. Ἐπειδὴ γὰρ εἶδον τὸν Πιλάτον οὐδένα ποιούμενον λόγον τῶν νομικῶν, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν ἄγουσιν. Οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων ἐποίουν, ταῦτα ἀεὶ προβαλλόμενοι, καὶ λέγοντες ὅτι περιέρχονται κηρύττοντες βασιλέα τινὰ Ἰησοῦν, ὡς περὶ ἀνθρώπου τινὸς ψιλοῦ διαλεγόμενοι, καὶ τυραννίδος ὑποψίαν αὐτοῖς περιτιθέντες. Ὅθεν δῆλον, ὅτι καὶ τὸ διαῤῥῆξαι τὸν χιτωνίσκον, καὶ ἐκπλαγῆναι, σκῆψις ἦν. Πάντα δὲ ἐκύκων καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. Τοῦτο γοῦν καὶ ὁ Πιλάτος ἠρώτησε τότε. Τί οὖν ὁ Χριστός; Σὺ εἶπας. Ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλὰ βασιλεὺς οὐράνιος· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε, πρὸς τὸν Πιλάτον ἀποκρινόμενος, ὅτι Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἵνα μηδὲ ἐκεῖνοι, μηδὲ οὗτος ἀπολογίαν ἔχωσι τοιαῦτα κατηγοροῦντες. Καὶ λογισμὸν ἀντίῤῥητον τίθησι λέγων· Εἰ ἐκ τοῦ κόσμου τούτου ἤμην, οἱ ἐμοὶ ἠγωνίσαντο ἂν, ἵνα μὴ παραδοθῶ. Διά τοι τοῦτο, ὥστε ταύτην ἀποκρούσασθαι τὴν ὑποψίαν, καὶ φόρον κατέβαλε, καὶ ἑτέρους καταβαλεῖν ἐκέλευσε· καὶ ἡνίκα ἠθέλησαν αὐτὸν ποιῆσαι βασιλέα, ἔφυγε. Τί οὖν οὐ ταῦτα προήνεγκεν εἰς μέσον, φησὶ, τότε, ἐγκαλούμενος ἐπὶ τυραννίδι; Διότι μυρίας ἔχοντες τὰς ἀπὸ τῶν πραγμάτων ἀποδείξεις τῆς δυνάμεως, τῆς πραότητος, τῆς ἐπιεικείας, ἑκόντες ἐτύφλωττον καὶ ἐκακούργουν, καὶ διεφθαρμένον τὸ δικαστήριον ἦν. Διὰ δὴ ταῦτα πρὸς οὐδὲν ἀποκρίνεται, ἀλλὰ σιγᾷ, καὶ βραχέα ἀποκρινόμενος, ὥστε μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς αὐθαδείας δόξαν λαβεῖν, ὅτε ὥρκισεν ὁ ἀρχιερεὺς, ὅτε ὁ ἡγεμὼν ἤρετο· πρὸς δὲ τὰς κατηγορίας αὐτῶν οὐδὲν οὐκέτι φησίν· οὐ γὰρ δὴ πείσειν ἔμελλεν. Ὥσπερ καὶ ὁ προφήτης ἄνωθεν τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐπὶ τούτοις ὁ ἡγεμὼν ἐθαύμαζε. Καὶ γὰρ θαύματος ἄξιον ἦν ἰδεῖν τοσαύτην ἐπιείκειαν ἐπιδεικνύμενον, καὶ σιγῶντα, τὸν μυρία ἔχοντα εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι ἐκ τοῦ συνειδέναι τι πονηρὸν αὐτῷ κατηγόρουν, ἀλλ' ἀπὸ βασκανίας καὶ φθόνου μόνον. Ὅτε γοῦν ἔστησαν ψευδομάρτυρας, διατί μηδὲν ἐχόντων εἰπεῖν ἐπέκειντο ἔτι, καὶ τὸν Ἰούδαν ἀποπνεύσαντα ἰδόντες, οὐ κατενύγησαν, καὶ τὸν Πιλάτον τὰς χεῖρας ἀπονιψάμενον; Καὶ γὰρ πολλὰ καὶ παρ' αὐτὸν τὸν καιρὸν ἐποίησεν, ὥστε αὐτοὺς ἀνανῆψαι· ἀλλ' οὐδενὶ τούτων ἐγένοντο βελτίους. Τί οὖν ὁ Πιλάτος; Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν οὗτοι; Ἠβούλετο μὲν γὰρ αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὸ καὶ ταῦτα ἔλεγεν· ἐπειδὴ δὲ οὐδὲν ἀπεκρίνατο, καὶ ἕτερόν τι μηχανᾶται. Ποῖον δὴ τοῦτο; Ἔθος ἦν αὐτοῖς ἀφιέναι ἕνα τῶν καταδίκων, καὶ ἐντεῦθεν αὐτὸν ἐξελέσθαι ἐπεχείρησεν. Εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὡς ἀθῶον ἀφεῖναι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ. Εἶδες τάξιν ἀντεστραμμένην; Τὴν μὲν γὰρ αἴτησιν τὴν ὑπὲρ τῶν καταδίκων, τοῦ δήμου ἔθος ἦν εἶναι, τὴν δὲ δόσιν τοῦ ἄρχοντος· νῦν δὲ τοὐναντίον γέγονε, καὶ ὁ ἄρχων αἰτεῖ τὸν δῆμον, καὶ οὐδὲ οὕτω γίνονται ἥμεροι, ἀλλ' ἐκθηριοῦνται μειζόνως καὶ φονῶσιν, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι. Οὐδὲ γὰρ εἶχον ὅ τι κατηγορήσουσιν αὐτοῦ, καὶ ταῦτα σιγῶντος, ἀλλ' ἠλέγχοντο καὶ οὕτω διὰ τὴν τῶν δικαιωμάτων περιουσίαν, καὶ σιγῶν ἐνίκα τοὺς μυρία λέγοντας καὶ μαινομένους. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδέν σοι καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. Ὅρα οἷον γίνεται πάλιν, ἱκανὸν πάντας αὐτοὺς ἀνακαλέσασθαι. Μετὰ γὰρ τῆς ἀπὸ τῶν πραγμάτων ἀποδείξεως, καὶ τὸ ὄναρ οὐ μικρὸν ἦν. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ὁρᾷ; Ἢ ὅτι ἐκείνη ἀξία ἦν μᾶλλον· ἢ ὅτι αὐτὸς εἰ εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ' ἂν ἐξεῖπε. Διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσι. Καὶ οὐχ ἁπλῶς ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδεν. Ἀλλ' οὐκ ἦν αὐτῷ ἀσφαλὲς, φησὶν, ἀφεῖναι, ἐπειδὴ εἶπον, ὅτι βασιλέα ἑαυτὸν ἐποίει. Ἐχρῆν οὖν ἀποδείξεις καὶ ἐλέγχους ζητῆσαι, καὶ ὅσα τυραννίδος ἐστὶ τεκμήρια· οἷον, εἰ στρατόπεδα κατέλεγεν, εἰ χρήματα συνέλεγεν, εἰ ὅπλα ἐχάλκευεν, εἰ ἄλλο τι τοιοῦτον ἐπεχείρει. Ὁ δὲ ἁπλῶς παρασύρεται· διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων, λέγων· Μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδούς μέ σοι. Ὥστε μαλακίας ἦν ἡ συγχώρησις, καὶ τὸ μαστίξαντα ἐκδοῦναι. Οὗτος μὲν οὖν ἄνανδρος καὶ μαλακός· οἱ δὲ ἀρχιερεῖς πονηροὶ καὶ κακοῦργοι. Ἐπειδὴ γὰρ εὗρέ τινα ἐπίνοιαν, τὸν τῆς ἑορτῆς νόμον τὸν κελεύοντα ἀφεῖναι κατάδικον, τί πρὸς τοῦτο μηχανῶνται; Ἔπεισαν τὸν ὄχλον, φησὶν, ἵνα τὸν Βαραββᾶν αἰτήσωσιν.