Ancient Greek · ~17 min
Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-84
Not analysed yet
Εἶδες πόσην αὐτὸς πρόνοιαν ποιεῖται, ὥστε αὐτοὺς ἀπαλλάξαι ἐγκλημάτων, καὶ πόσην αὐτοὶ σπουδὴν, ὥστε μηδὲ σκιὰν ἑαυτοῖς ἀπολογίας καταλιπεῖν; Τί γὰρ ἔδει; τὸν ὡμολογημένον, ἢ τὸν ἀμφισβητούμενον ἀφεῖναι· Εἰ γὰρ ἐπὶ τοῖς ὡμολογημένοις ἀφίεσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἀμφιβόλοις. Οὐ γὰρ δήπου ὡμολογημένων ἀνδροφόνων χείρων αὐτοῖς οὗτος ἐδόκει εἶναι. Διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Εἶχον λῃστὴν, ἀλλ', Ἐπίσημον· τουτέστι, Περιβόητον ἐν κακίᾳ, μυρίους ἐργασάμενον φόνους. Ἀλλ' ὅμως κἀκεῖνον τοῦ τῆς οἰκουμένης Σωτῆρος προὔθηκαν· καὶ οὔτε τὸν καιρὸν ᾐδέσθησαν ὅτι ἅγιος ἦν, οὐ τοὺς τῆς φιλανθρωπίας νόμους, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ καθάπαξ αὐτοὺς ὁ φθόνος ἀπετύφλωσε. Καὶ μετὰ τῆς οἰκείας κακία καὶ τὸν δῆμον διαφθείρουσιν, ἵνα καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην δῶσι δίκην. Ἐπεὶ οὖν ἐκεῖνον ᾐτήσαντο, λέγει· Τί οὖν ποιήσω τὸν Χριστόν, καὶ ταύτῃ πάλιν ἐντρέψαι βουλόμενος, τῷ ποιῆσαι κυρίους τῆς αἱρέσεως, ἵνα κἂν αἰσχυνθέντες αἰτήσωσι, καὶ τῆς αὐτῶν φιλοτιμίας γένηται τὸ πᾶν. Τὸ μὲν γὰρ λέγειν, Οὐχ ἥμαρτε, φιλονεικοτέρους ἐποίει· τὸ δὲ ἐκ φιλανθρωπίας ἀξιοῦν σωθῆναι, ἀναντίῤῥητον ἔχει τὴν πειθὼ καὶ τὴν αἴτησιν. Οἱ δὲ καὶ οὕτως ἔλεγον· Σταύρωσον. Ὁ δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, Σταυρωθήτω. Ὁ δὲ ἰδὼν, ὅτι οὐδὲν ὠφελεῖ, ἐνίψατο τὰς χεῖρας, λέγων, ὅτι Ἀθῶός εἰμι. Τί οὖν παραδίδως; τί δὲ οὐκ ἐξήρπασας, καθάπερ τὸν Παῦλον ὁ ἑκατοντάρχης; Καὶ γὰρ ἐκεῖνος ᾔδει χαριζόμενος τοῖς Ἰουδαίοις· καὶ στάσις ἐγένετο δι' αὐτὸν καὶ θόρυβος· ἀλλ' ὅμως ἔστη πρὸς πάντα. Ἀλλ' οὐχ οὗτος, ἀλλὰ ἄνανδρος σφόδρα καὶ μαλακός· καὶ πάντες ὁμοῦ διεφθείροντο. Οὔτε γὰρ οὗτος πρὸς τὸ πλῆθος ἔστη, οὔτε τὸ πλῆθος πρὸς τοὺς Ἰουδαίους· καὶ πανταχόθεν αὐτῶν ἡ ἀπολογία ἀνῄρητο. Καὶ γὰρ Περισσῶς ἔκραζον, τουτέστι, μᾶλλον ἔκραζον, Σταυρωθήτω. Οὐ γὰρ ἀνελεῖν μόνον ἤθελον, ἀλλὰ καὶ ἐπὶ πονηρᾷ αἰτίᾳ, καὶ τοῦ δικάζοντος ἀντιλέγοντος ἐπέμενον τὰ αὐτὰ βοῶντες. Εἶδες πόσα ἐποίησεν ὁ Χριστὸς, ὥστε αὐτοὺς ἀνακτήσασθαι; Καθάπερ γὰρ τὸν Ἰούδαν ἀνεκρούετο πολλάκις, οὕτω καὶ τούτους ἀνέστελλε, διά τε παντὸς τοῦ εὐαγγελίου, καὶ παρ' αὐτὸν τὸν καιρὸν τῆς κρίσεως. Καὶ γὰρ ὅτε εἶδον τὸν ἄρχοντα καὶ δικάζοντα ἀπονιψάμενον καὶ λέγοντα, Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου, ἔδει κατανυγῆναι καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων· καὶ ὅτε τὸν Ἰούδαν ἀπαγξάμενον, καὶ ὅτε αὐτὸν παρακαλοῦντα, ἕτερον ἀντ' αὐτοῦ λαβεῖν. Ὅταν γὰρ ὁ κατήγορος καὶ προδότης ἑαυτὸν καταδικάζῃ, καὶ ὁ ψηφιζόμενος ἀποδύηται τὰ ἐγκλήματα, καὶ ὄψις τοιαύτη κατ' αὐτὴν τὴν νύκτα φαίνηται, καὶ ὡς κατάδικον αὐτὸν ἐξαιτῆται, ποίαν ἕξουσιν ἀπολογίαν; Εἰ γὰρ μὴ ἐβούλοντο ἀθῶον εἶναι. ἀλλ' οὐχὶ καὶ λῃστὴν αὐτοῦ προτιμῆσαι ἔδει, τὸν ὡμολογημένον καὶ σφόδρα ἐπίσημον ὄντα. Τί οὖν ἐκεῖνοι; Ἐπειδὴ τὸν δικαστὴν εἶδον νιπτόμενον τὰς χεῖρας, καὶ λέγοντα, Ἀθῶός εἰμι, ἔκραζον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τί τέκνα ἡμῶν. Τότε δὴ λοιπὸν, ὅτε καθ' ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκαν, συνεχώρησε πάντα γενέσθαι. Θέα δὲ καὶ ἐνταῦθα τὴν πολλὴν παραπληξίαν. Τοιαύτη γὰρ ἡ ὁρμὴ, καὶ ἡ πονηρὰ ἐπιθυμία· οὐκ ἀφίησί τι τῶν δεόντων ἰδεῖν. Ἔστω γὰρ, ὑμῖν αὐτοῖς ἐπαρᾶσθε· τί καὶ ἐπὶ τὰ τέκνα τὴν ἀρὰν ἕλκετε; Ἀλλ' ὅμως ὁ φιλάνθρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων, καὶ καθ' ἑαυτῶν καὶ κατὰ τῶν παίδων, οὐ μόνον ἐπὶ τῶν παίδων, ἀλλ' οὐδὲ ἐπ' αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν. Καὶ γὰρ καὶ Παῦλος ἐξ αὐτῶν ἦν, καὶ αἱ μυριάδες τῶν πεπιστευκότων ἐν Ἱεροσολύμοις, (Θεωρεῖς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων·) ἐκ τούτων ἦσαν. Εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν, ἵνα σταυρωθῇ. Καὶ διὰ τί ἐφραγέλλωσεν; Ἢ ὡς κατάδικον, ἢ σχῆμα περιθεῖναι τῇ κρίσει βουλόμενος, ἢ ἐκείνοις χαρίσασθαι. Καίτοιγε ἐνστῆναι ἐχρῆν. Καὶ γὰρ καὶ πρὸ τούτου εἶπε· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Καὶ πολλὰ ἦν τὰ δυνάμενα αὐτὸν κἀκείνους ἀναχαιτίσαι, καὶ τὰ σημεῖα, καὶ τὰ θαύματα, καὶ ἡ πολλὴ τοῦ ταῦτα πάσχοντος ἀνεξικακία, καὶ ἡ σιγὴ μάλιστα ἡ ἄφατος. Ἐπειδὴ γὰρ καὶ δι' ὧν ἀπελογήσατο καὶ δι' ὧν ηὔξατο τὸ ἀνθρώπινον ἔδειξε, πάλιν τὸ ὑψηλὸν καὶ μεγαλοφυὲς καὶ διὰ τῆς σιγῆς καὶ διὰ τοῦ καταφρονεῖν τῶν λεγομένων ἐπιδείκνυται, διὰ πάντων αὐτοὺς πρὸς τὸ οἰκεῖον ἐνάγων θαῦμα. Ἀλλ' οὐδενὶ τούτων εἶξαν.