Ancient Greek · ~14 min
Ἀκούσας δὲ ὁ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-14
Not analysed yet
Διὰ τοῦτο καὶ ἀρχόμενος οὐδὲν φορτικὸν τίθησι καὶ ἐπαχθὲς, οἷον ἐκεῖνος, ἀξίνην, καὶ δένδρον κοπτόμενον, καὶ πτύου καὶ ἅλωνος καὶ πυρὸς ἀσβέστου μνημονεύων· ἀλλὰ χρηστὰ προοιμιάζεται, τοὺς οὐρανοὺς καὶ τὴν βασιλείαν τὴν ἐκεῖ τοῖς ἀκούουσιν εὐαγγελιζόμενος. Καὶ περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ἁλιεῖς), καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ. Καίτοι Ἰωάννης φησὶν ἑτέρως αὐτοὺς κεκλῆσθαι. Ὅθεν δῆλον, ὅτι δευτέρα αὕτη ἡ κλῆσις ἦν· καὶ πολλαχόθεν τοῦτο ἄν τις συνίδοι. Ἐκεῖ μὲν γάρ φησιν, ὅτι οὔπω βληθέντος Ἰωάννου εἰς τὴν φυλακὴν προσῆλθον· ἐνταῦθα δὲ, μετὰ τὸ ἐμπεσεῖν αὐτόν. Κἀκεῖ μὲν ὁ Ἀνδρέας καλεῖ τὸν Πέτρον· ἐνταῦθα δὲ ἀμφοτέρους ὁ Ἰησοῦς. Καὶ Ἰωάννης μέν φησιν, ὅτι Ἰδὼν ὁ Ἰησοῦς τὸν Σίμωνα ἐρχόμενον, λέγει· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ὁ δὲ Ματθαῖός φησιν, ὅτι ἤδη τοῦτο κεκλημένος ἦν τὸ ὄνομα· Ἰδὼν γὰρ, φησὶ, Σίμωνα τὸν λεγόμενον Πέτρον. Καὶ ἀπὸ τοῦ τόπου δὲ, ὅθεν ἐκλήθησαν, καὶ πολλαχόθεν ἄλλοθεν ἄν τις τοῦτο συνίδοι, καὶ ἐκ τοῦ ῥᾳδίως ὑπακοῦσαι, καὶ ἐκ τοῦ πάντα ἀφεῖναι. Ἤδη γὰρ ἦσαν προπεπαιδευμένοι καλῶς. Ἐκεῖ μὲν γὰρ εἰς τὴν οἰκίαν φαίνεται ὁ Ἀνδρέας ἐρχόμενος, καὶ πολλὰ ἀκούων· ἐνταῦθα δὲ ψιλὸν ῥῆμα ἀκούσαντες, εὐθέως ἠκολούθησαν. Καὶ γὰρ εἰκὸς ἀκολουθήσαντας ἐξ ἀρχῆς ἀφεῖναι πάλιν, τόν τε Ἰωάννην ἰδόντας εἰς δεσμωτήριον ἐμπεσόντα καὶ αὐτὸν ἀναχωροῦντα, καὶ ἐπὶ τὴν οἰκείαν πάλιν τέχνην ἐπανελθεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ εὑρίσκει ἁλιεύοντας. Αὐτὸς δὲ οὔτε βουλομένους ἀναχωρῆσαι τὴν ἀρχὴν ἐκώλυσεν, οὔτε ἀναχωρήσαντας εἰς τέλος ἀφῆκεν· ἀλλ' ἐνδοὺς ὅτε ἀπεπήδησαν, ἔρχεται πάλιν αὐτοὺς ἀνακτησόμενος· ὅπερ μέγιστος τρόπος ἁλείας ἐστί. Σκόπει δὲ αὐτῶν καὶ τὴν πίστιν καὶ τὴν ὑπακοήν. Καὶ γὰρ ἐν μέσοις τοῖς ἔργοις ὄντες (ἴστε δὲ πῶς λίχνον ἡ ἁλεία), ἀκούσαντες αὐτοῦ κελεύοντος, οὐκ ἀνεβάλοντο, οὐχ ὑπερέθεντο, οὐκ εἶπον· Ὑποστρέψαντες οἴκαδε διαλεχθῶμεν τοῖς προσήκουσιν· ἀλλὰ πάντα ἀφέντες εἴποντο, καθάπερ καὶ Ἐλισσαῖος ἐπὶ Ἠλίου ἐποίησε. Τοιαύτην γὰρ ὁ Χριστὸς ὑπακοὴν ζητεῖ παρ' ἡμῶν, ὥστε μηδὲ ἀκαριαῖον ἀναβάλλεσθαι χρόνον, κἂν σφόδρα τι τῶν ἀναγκαιοτάτων ἡμᾶς κατεπείγῃ. Διὸ καὶ ἕτερόν τινα προσελθόντα καὶ ἀξιοῦντα θάψαι τὸν ἑαυτοῦ πατέρα, οὐδὲ τοῦτο ποιῆσαι ἀφῆκε, δεικνὺς ὅτι πάντων τὴν ἀκολούθησιν τὴν ἑαυτοῦ προτιμᾷν δεῖ. Εἰ δὲ λέγοις, ὅτι μεγίστη ἡ ὑπόσχεσις· καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς θαυμάζω, ὅτι μηδὲν μηδέπω σημεῖον ἰδόντες, μεγέθει τοσούτῳ ἐπαγγελίας ἐπίστευσαν, καὶ πάντα δεύτερα ἔθεντο τῆς ἀκολουθήσεως ἐκείνης. Καὶ γὰρ δι' ὧν ἡλιεύθησαν λόγων, ἐπίστευσαν ὅτι καὶ ἑτέρους διὰ τούτων ἁλιεύειν δυνήσονται. Τούτοις μὲν οὖν τοῦτο ὑπέσχετο· τοῖς δὲ περὶ Ἰάκωβον καὶ Ἰωάννην οὐδὲν τοιοῦτόν φησιν. Ἡ γὰρ τῶν προφθασάντων ὑπακοὴ προωδοποίησε λοιπὸν τούτοις. Ἄλλως δὲ καὶ πολλὰ ἦσαν πρότερον ἀκηκοότες περὶ αὐτοῦ. Θέα δὲ πῶς καὶ τὴν πενίαν αὐτῶν ἡμῖν μετὰ ἀκριβείας αἰνίττεται. Εὗρε γὰρ αὐτοὺς ῥάπτοντας τὰ δίκτυα αὐτῶν. Τοσαύτη ἦν τῆς πτωχείας ἡ ὑπερβολὴ, ὡς τὰ πεπονηκότα διορθοῦν, μὴ δυναμένους ὠνήσασθαι ἕτερα. Οὐ μικρὰ δὲ τέως καὶ αὕτη ἔνδειξις ἀρετῆς, τὸ πενίαν φέρειν εὐκόλως, τὸ ἀπὸ δικαίων τρέφεσθαι πόνων, τὸ συνδεδέσθαι ἀλλήλοις τῇ τῆς ἀγάπης δυνάμει, τὸ τὸν πατέρα ἔχειν μεθ' ἑαυτῶν καὶ θεραπεύειν. Ἐπειδὴ τοίνυν αὐτοὺς ἡλίευσε, τότε ἄρχεται παρόντων θαυματουργεῖν, δι' ὧν ποιεῖ τὰ ὑπὸ Ἰωάννου περὶ αὐτοῦ εἰρημένα βεβαιῶν. Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπεχωρίαζε, καὶ ἐντεῦθεν αὐτοὺς παιδεύων, ὅτι οὐκ ἔστιν ἀντίθεός τις καὶ πλάνος, ἀλλὰ συμφωνῶν τῷ Πατρὶ παραγέγονεν. Ἐπιχωριάζων δὲ, οὐκ ἐκήρυττε μόνον, ἀλλὰ καὶ σημεῖα ἐπεδείκνυτο.