Ancient Greek · ~14 min
Ἀκούσας δὲ ὁ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-13
Not analysed yet
Τίνος ἕνεκεν ἀναχωρεῖ; Πάλιν παιδεύων ἡμᾶς, μὴ ὁμόσε χωρεῖν τοῖς πειρασμοῖς, ἀλλ' εἴκειν καὶ παραχωρεῖν. Οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. Τοῦτο τοίνυν διδάσκων, καὶ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παραμυθούμενος, ἀναχωρεῖ εἰς τὴν Καπερναοὺμ, ὁμοῦ μὲν πληρῶν τὴν προφητείαν, ὁμοῦ δὲ καὶ τοὺς διδασκάλους τῆς οἰκουμένης ἁλιεῦσαι σπεύδων, ἐπειδήπερ ἐκεῖ διέτριβον τῇ τέχνῃ χρώμενοι. Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ μέλλων ἐπὶ τὰ ἔθνη ἀπιέναι, παρὰ Ἰουδαίων λαμβάνει τὰς αἰτίας. Καὶ γὰρ ἐνταῦθα ἐπιβουλεύσαντες τῷ Προδρόμῳ, καὶ εἰς δεσμωτήριον ἐμβαλόντες, ὠθοῦσιν αὐτὸν εἰς τὴν Γαλιλαίαν τῶν ἐθνῶν. Ὅτι γὰρ οὔτε ἀπὸ μέρους λέγει τὸ ἔθνος τὸ Ἰουδαϊκὸν, οὔτε πάσας αἰνίττεται τὰς φυλὰς, σκόπει πῶς διορίζει τὸ χωρίον ἐκεῖνο ὁ προφήτης, οὕτω λέγων· Γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς εἶδε μέγα· σκότος ἐνταῦθα οὐ τὸ αἰσθητὸν καλῶν, ἀλλὰ τὴν πλάνην καὶ τὴν ἀσέβειαν. Διὸ καὶ ἐπήγαγε· Τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. Ἵνα γὰρ μάθῃς ὅτι οὔτε φῶς, οὔτε σκότος αἰσθητόν φησι, περὶ μὲν τοῦ φωτὸς διαλεγόμενος, οὐχ ἁπλῶς φῶς ἐκάλεσεν, ἀλλὰ φῶς μέγα, ὃ ἀλλαχοῦ ἀληθινόν φησιν· τὸ δὲ σκότος ἐξηγούμενος, σκιὰν θανάτου ὠνόμασεν. Εἶτα δεικνὺς ὅτι οὐκ αὐτοὶ ζητήσαντες εὗρον, ἀλλ' ὁ Θεὸς αὐτοῖς ἄνωθεν ἐπεφάνη, φησὶ, Φῶς ἀνέτειλεν αὐτοῖς, τουτέστιν, αὐτὸ τὸ φῶς ἀνέτειλε καὶ ἔλαμψεν· οὐκ αὐτοὶ πρότεροι τῷ φωτὶ προσέδραμον. Καὶ γὰρ ἐν ἐσχάτοις τὰ ἀνθρώπινα ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Οὐδὲ γὰρ ἐβάδιζον ἐν σκότει, ἀλλ' ἐκάθηντο ἐν σκότει· ὅπερ σημεῖον ἦν τοῦ μηδὲ ἐλπίζειν αὐτοὺς ἀπαλλάττεσθαι· ὥσπερ γὰρ οὐδὲ εἰδότες, ποῦ δεῖ προβῆναι, οὕτω καταληφθέντες ὑπὸ τοῦ σκότους ἐκάθηντο, μὴ δυνάμενοι μηδὲ στῆναι λοιπόν. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέ γειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἀπὸ τότε· πότε; Ἐξ οὗ ἐνεβλήθη Ἰωάννης. Καὶ διατί μὴ ἐξ ἀρχῆς αὐτοῖς ἐκήρυξε; τί δὲ ὅλως Ἰωάννου ἔδει, τῆς τῶν ἔργων μαρτυρίας αὐτὸν κηρυττούσης; Ἵνα κἀντεῦθεν αὐτοῦ τὴν ἀξίαν μάθῃς, ὅτι καθάπερ ὁ Πατὴρ, οὕτω καὶ αὐτὸς προφήτας ἔχει· ὅπερ καὶ ὁ Ζαχαρίας ἔλεγε· Καὶ σὺ, παιδίον, Προφήτης Ὑψίστου κληθήση· καὶ ἵνα μηδεμίαν τοῖς ἀναισχύντοις αἰτίαν καταλίπῃ Ἰουδαίοις· ὅπερ οὖν καὶ αὐτὸς τέθεικε λέγων· Ἦλθεν Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. Ἄλλως δὲ καὶ ἀναγκαῖον ἦν παρ' ἑτέρου πρότερον λεχθῆναι τὰ περὶ αὐτοῦ, καὶ μὴ παρ' αὐτοῦ. Εἰ γὰρ καὶ μετὰ τοσαύτας καὶ τηλικαύτας μαρτυρίας τε καὶ ἀποδείξεις ἔλεγον· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· εἰ μηδὲν εἰρηκότος Ἰωάννου παρελθὼν εἰς μέσους πρῶτος αὐτὸς ἐμαρτύρησε, τί οὐκ ἂν ἐφθέγξαντο; Διὰ τοῦτο οὔτε ἐκήρυξε πρὸ ἐκείνου, οὔτε ἐθαυματούργησεν, ἕως ἐνέπεσεν εἰς τὸ δεσμωτήριον ἐκεῖνος, ἵνα μὴ ταύτῃ τὸ πλῆθος σχίζηται. Διὰ τοῦτο οὐδὲ σημεῖον οὐδὲν ἐποίησεν Ἰωάννης, ἵνα καὶ ἐντεῦθεν τὸ πλῆθος τῷ Ἰησοῦ παραδῷ, τῶν θαυμάτων πρὸς ἐκεῖνον ἑλκόντων αὐτούς. Εἰ γὰρ καὶ τοσούτων οἰκονομηθέντων, καὶ πρὸ τοῦ δεσμωτηρίου, καὶ μετὰ τὸ δεσμωτήριον, ζηλοτύπως πρὸς αὐτὸν εἶχον οἱ μαθηταὶ Ἰωάννου· καὶ οἱ πολλοὶ δὲ οὐχὶ αὐτὸν, ἀλλὰ τὸν Ἰωάννην ὑπώπτευον εἶναι τὸν Χριστόν· εἰ μηδὲν τούτων ἐγένετο, τί οὐκ ἂν συνέβη; Διὰ τοῦτο καὶ ὁ Ματθαῖος ἐπισημαίνεται, ὅτι ἀπὸ τότε ἤρξατο κηρύσσειν· καὶ ἀρξάμενος τὸ κήρυγμα, ὃ ἐκεῖνος ἐκήρυττε, τοῦτο καὶ αὐτὸς ἐδίδασκε, καὶ οὐδὲν οὐδέπω περὶ ἑαυτοῦ τὸ κήρυγμα ὃ ἐκήρυττε λέγει. Καὶ γὰρ καὶ τοῦτο τέως ἀγαπητὸν ἦν παραδεχθῆναι, ἐπεὶ μηδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον.