Ancient Greek · ~17 min
Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-33
Not analysed yet
Ταῦτα δὲ ἔλεγε, καὶ τοὺς παῖδας ἀνδρειοτέρους ἐργαζόμενος, καὶ τοὺς πατέρας τοὺς μέλλοντας κωλύειν πραοτέρους ποιῶν. Ὁρῶντες γὰρ, ὅτι τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν, ὡς ἀποσχίζειν αὐτῶν τὰ τέκνα, ἅτε ἀδυνάτοις ἐπιχειροῦντες, καὶ ἀφίστασθαι ἔμελλον. Διὸ καὶ τούτους ἀφεὶς, πρὸς ἐκείνους ποιεῖται τὸν λόγον, τούτους παιδεύων μὴ ἐπιχειρεῖν, ἅτε ἀμηχάνοις ἐπιχειροῦντας. Εἶτα ἵνα μὴ ἀγανακτῶσιν ἐκεῖνοι, μηδὲ δυσχεραίνωσιν, ὅρα ποῦ προάγει τὸν λόγον. Εἰπὼν γὰρ, Ὃς οὐ μισεῖ πατέρα καὶ μητέρα, ἐπήγαγε, Καὶ τὴν ἑαυτοῦ ψυχήν. Τί γάρ μοι λέγεις τοὺς γεγεννηκότας, φησὶ, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ γυναῖκα; Ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ' ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, τἀναντία τοῦ φιλοῦντος ὑποστήσῃ πάντα. Καὶ οὐδὲ ἁπλῶς αὐτὴν μισῆσαι ἐκέλευσεν, ἀλλ' ὥστε καὶ εἰς πόλεμον καὶ εἰς μάχας αὐτὴν ἐκδιδόναι, καὶ εἰς σφαγὰς καὶ αἵματα. Ὃς γὰρ οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου μαθητὴς εἶναι. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι πρὸς θάνατον δεῖ παρατετάχθαι, ἀλλ' ὅτι καὶ πρὸς θάνατον βίαιον· καὶ οὐ πρὸς βίαιον μόνον, ἀλλὰ καὶ ἐπονείδιστον. Καὶ οὐδὲν οὐδέπω περὶ τοῦ οἰκείου διαλέγεται πάθους, ἵνα τέως ἐν τούτοις παιδευθέντες εὐκολώτερον τὸν περὶ ἐκείνου δέξωνται λόγον. Ἆρα οὐκ ἄξιον ἐκπλαγῆναι, πῶς ταῦτα ἀκουόντων αὐτῶν οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχὴ, πανταχοῦ τῶν μὲν λυπηρῶν ἐν χερσὶν ὄντων, τῶν δὲ χρηστῶν ἐν ἐλπίσι; Πῶς οὖν οὐκ ἀπέπτη; Πολλὴ καὶ ἡ τοῦ λέγοντος δύναμις ἦν, καὶ ἡ τῶν ἀκουόντων ἀγάπη. Διὸ πολλῷ φορτικώτερα καὶ ἐπαχθέστερα τῶν μεγάλων ἐκείνων ἀκούοντες ἀνδρῶν τῶν περὶ Μωϋσέα καὶ Ἱερεμίαν, ἔμενον πειθόμενοι καὶ οὐδὲν ἀντιλέγοντες. Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἀπολέσει αὐτὴν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Εἶδες πόσον τῶν παρὰ τὸ δέον φιλούντων τὸ βλάβος; πόσον τῶν μισούντων τὸ κέρδος; Ἐπειδὴ γὰρ τὰ ἐπιτάγματα φορτικὰ ἦν, πρὸς γονέας, καὶ παῖδας, καὶ φύσιν, καὶ συγγένειαν, καὶ τὴν οἰκουμένην, καὶ πρὸς αὐτὴν τὴν ψυχὴν κελεύοντος αὐτοὺς παρατάττεσθαι, τίθησι καὶ τὸ ὄφελος, μέγιστον ὄν. Οὐ γὰρ δὴ μόνον οὐ βλάψει, φησὶ, ταῦτα, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, τἀναντία δὲ παραβλάψει· ὅπερ πανταχοῦ ποιεῖ, ἀφ' ὧν ἐπιθυμοῦσιν, ἀπὸ τούτων ἐνάγων. Διατί γὰρ οὐ βούλει καταφρονῆσαί σου τῆς ψυχῆς; Ἐπειδὴ φιλεῖς αὐτήν; Οὐκοῦν διὰ τοῦτο καταφρόνησον, καὶ τότε αὐτὴν τὰ μέγιστα ὀνήσεις, καὶ τὰ τοῦ φιλοῦντος ἐπιδείξῃ. Καὶ σκόπει σύνεσιν ἄφατον. Οὐ γὰρ ἐπὶ τῶν γονέων μόνον γυμνάζει τὸν λόγον τοῦτον, οὐδὲ ἐπὶ τῶν παίδων, ἀλλ' ἐπὶ τῆς πάντων οἰκειοτέρας ψυχῆς, ἵνα ἐκεῖνο ἐντεῦθεν ἀναμφισβήτητον γένηται, καὶ μάθωσιν ὅτι καὶ ἐκείνους οὕτω τὰ μέγιστα ὠφελήσουσι, ὅπου γε καὶ ἐπὶ τῆς πάντων ἀναγκαιοτέρας ψυχῆς τοῦτο συμβαίνει. Ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πεῖσαι δέχεσθαι τοὺς μέλλοντας αὐτοὺς θεραπεύειν. Τίς γὰρ τοὺς οὕτω γενναίους καὶ ἀριστέας, καὶ καθάπερ λέοντας τὴν οἰκουμένην περιτρέχοντας, καὶ πάντων καταφρονοῦντας τῶν καθ' ἑαυτοὺς, ἵνα ἕτεροι σωθῶσιν, οὐκ ἂν ἐδέξατο προθυμίᾳ πάσῃ; Ἀλλ' ὅμως καὶ ἕτερον μισθὸν τίθησι, δεικνὺς ὅτι τῶν ξενοδοχούντων φροντίζει μᾶλλον ἐν τούτῳ, ἢ τῶν ξενιζομένων. Καὶ δίδωσι μὲν πρώτην τιμὴν, λέγων· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με· οὗ τί γένοιτ' ἂν ἴσον, τοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὑποδέχεσθαι; Ἐπαγγέλλεται δὲ μετὰ τούτου καὶ ἑτέραν ἀμοιβήν· Ὁ δεχόμενος γὰρ, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται. Καὶ ἀνωτέρω μὲν κόλασιν ἀπειλεῖ τοῖς μὴ δεχομένοις· ἐνταῦθα δὲ καὶ ἄνεσιν ἀγαθῶν ὁρίζει. Καὶ ἵνα μάθῃς ὅτι αὐτῶν φροντίζει μᾶλλον, οὐχ ἁπλῶς εἶπεν, Ὁ δεχόμενος προφήτην, ἢ, Ὁ δεχόμενος δίκαιον, ἀλλ' ἐπήγαγεν, Εἰς ὄνομα προφήτου, καὶ, Εἰς ὄνομα δικαίου· τουτέστιν, Ἐὰν μὴ διὰ βιωτικὴν προστασίαν, μηδὲ δι' ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ' ἐπειδὴ ἢ προφήτης ἐστὶν, ἢ δίκαιος, μισθὸν προφήτου καὶ μισθὸν δικαίου λήψεται· οἷον εἰκὸς τὸν προφήτην ἢ δίκαιον δεξάμενον λαβεῖν· ἢ οἷον ἐκεῖνος μέλλει λαμβάνειν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα. Εἶτα ἵνα μή τις πενίαν προβάληται, φησίν· Ἢ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Κἂν ποτήριον ψυχροῦ ὕδατος δῷς, ἔνθα οὐδὲν ἔστι δαπανῆσαι, καὶ τούτου κείσεταί σοι μισθός. Διὰ γὰρ ὑμᾶς ἅπαντα ποιῶ τοὺς δεχομένους.