Ancient Greek · ~14 min
Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-33
Not analysed yet
Εἶδες δι' ὅσων ἔπεισε, καὶ τὰς οἰκίας αὐτοῖς ἀνέῳξε τῆς οἰκουμένης ἁπάσης; Καὶ γὰρ ἔδειξε διὰ πάντων ὀφειλέτας αὐτῶν ὄντας· πρῶτον, εἰπὼν, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ· δεύτερον, τῷ μηδὲν ἔχοντας ἐκπέμψαι· τρίτον, τῷ εἰς πολέμους καὶ μάχας ὑπὲρ τῶν δεχομένων ἐκδοῦναι· τέταρτον, τῷ καὶ σημεῖα αὐτοῖς ἐγχειρίσαι· πέμπτον, τῷ τὴν πάντων τῶν ἀγαθῶν αἰτίαν εἰρήνην διὰ τοῦ στόματος αὐτῶν εἰς τὰς τῶν δεχομένων εἰσαγαγεῖν οἰκίας· ἕκτον, τῷ χαλεπώτερα Σοδόμων ἀπειλῆσαι τοῖς μὴ δεχομένοις αὐτούς· ἕβδομον, τῷ δεῖξαι καὶ αὐτὸν καὶ τὸν Πατέρα δεχομένους τοὺς ὑποδεχομένους αὐτούς· ὄγδοον, τῷ καὶ προφήτου καὶ δικαίου μισθὸν ἐπαγγείλασθαι· ἔνατον, τῷ καὶ ποτηρίου ψυχροῦ μεγάλας ὑποσχέσθαι τὰς ἀμοιβάς. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ἦν αὐτοὺς ἐπισπάσασθαι. Τίς γὰρ, εἰπέ μοι, στρατηγὸν μυρία τραύματα ἔχοντα καὶ ᾑμαγμένον ὁρῶν, καὶ μετὰ πολλὰ τρόπαια ἀπὸ πολέμου καὶ παρατάξεως ἐπανιόντα, οὐκ ἂν ἐδέξατο, τὰς θύρας ἀναπετάσας τῆς οἰκίας ἁπάσης; Καὶ τίς νῦν τοιοῦτος; φησί. Διὰ τοῦτο προσέθηκεν, εἰς ὄνομα μαθητοῦ, καὶ προφήτου, καὶ δικαίου, ἵνα μάθῃς ὅτι οὐ τῇ ἀξίᾳ τοῦ παραγενομένου, ἀλλὰ καὶ τῇ γνώμῃ τοῦ ξενίζοντος τὸν μισθὸν τίθησιν. Ἐνταῦθα μὲν γὰρ περὶ προφητῶν καὶ δικαίων καὶ μαθητῶν φησιν· ἀλλαχοῦ δὲ καὶ τοὺς σφόδρα ἀπεῤῥιμμένους ὑποδέχεσθαι κελεύει, καὶ τοὺς μὴ ὑποδεχομένους κολάζει. Ἐφ' ὅσον γὰρ οὐκ ἐποιήσατε ἐνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε· καὶ τοὐναντίον πάλιν ἐπὶ τῶν αὐτῶν λέγει. Κἂν γὰρ μηδὲν ᾖ κατορθῶν τοιοῦτον, ἄνθρωπός ἐστι, τὸν αὐτὸν σοὶ κόσμον οἰκῶν, τὸν αὐτὸν ἥλιον ὁρῶν, τὴν αὐτὴν ἔχων ψυχὴν, τὸν αὐτὸν Δεσπότην, τῶν αὐτῶν σοὶ κεκοινωνηκὼς μυστηρίων, ἐπὶ τὸν αὐτὸν σοὶ καλούμενος οὐρανὸν, ἔχων μέγα δικαίωμα, τὴν πενίαν, καὶ τὸ δεῖσθαι τῆς ἀναγκαίας τροφῆς. Νῦν δὲ οἱ μὲν ἐξυπνίζοντες μετὰ αὐλῶν καὶ συρίγγων ἐν χειμῶνος ὥρᾳ, καὶ εἰκῆ καὶ μάτην ἐνοχλοῦντες, ξένια πολλὰ λαμβάνοντες παρὰ σοῦ ἀναχωροῦσι· καὶ οἱ χελιδόνας περιφέροντες, καὶ ἠσβολωμένοι, καὶ πάντας κακηγοροῦντες, μισθὸν τῆς τερατωδίας ταύτης λαμβάνουσιν. Ἂν δὲ προσέλθῃ πένης ἄρτου δεόμενος, μυρίαι κακηγορίαι καὶ διαβολαὶ, καὶ ἀργίας ἐγκλήματα, καὶ λοιδορίαι καὶ ὕβρεις καὶ σκώμματα· καὶ οὐ λογίζῃ πρὸς ἑαυτὸν, ὅτι καὶ σὺ ἀργεῖς, καὶ ὅμως ὁ Θεὸς τὰ παρ' ἑαυτοῦ σοι δίδωσι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι πράττεις τι καὶ αὐτός· ἀλλ' ἐκεῖνό μοι δεῖξον, εἰ τῶν ἀναγκαίων τι ποιεῖς καὶ μεταχειρίζῃ. Εἰ δὲ λέγεις μοι χρηματισμοὺς καὶ καπηλείας, καὶ τὴν τῶν ὄντων ἐπιμέλειαν καὶ προσθήκην, εἴποιμι ἄν σοι καὶ αὐτὸς, ὅτι ταῦτα οὐκ ἂν εἴη ἔργα, ἀλλ' ἐλεημοσύνη, καὶ εὐχαὶ, καὶ τῶν ἀδικουμένων προστασίαι, καὶ ὅσα τοιαῦτα, ὧν ἐν ἀργίᾳ ζῶμεν διαπαντός. Ἀλλ' ὅμως ἡμῖν οὐδέποτε εἶπεν ὁ Θεὸς, Ἐπειδὴ ἀργεῖς, οὐκ ἀνάπτω σοι τὸν ἥλιον· ἐπειδὴ οὐδὲν πράττεις τῶν ἀναγκαίων, τὴν σελήνην σβεννύω, πηρῶ τὴν γαστέρα τῆς γῆς, κωλύω τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμοὺς, ἀφανίζω τὸν ἀέρα, ἐπέχω τοὺς ἐτησίους ὑετούς· ἀλλὰ πάντα μετὰ δαψιλείας ἡμῖν παρέχει. Ἐνίοις δὲ οὐ μόνον ἀργοῦσιν, ἀλλὰ καὶ πονηρὰ πράττουσι τούτων χαρίζεται τὴν ἀπόλαυσιν. Ὅταν τοίνυν ἴδῃς πένητα, καὶ εἴπῃς, Ἀποπνίγομαι ὅτι νέος ὢν οὗτος, ὑγιὴς, οὐδὲν ἔχων, βούλεται τρέφεσθαι ἀργῶν, οἰκέτης που καὶ δραπέτης ὢν, καὶ τὸν ἑαυτοῦ δεσπότην καταλιπών· ταῦτα, ἅπερ εἶπον, εἰπὲ πρὸς ἑαυτὸν, μᾶλλον δὲ ἐκείνῳ δὸς αὐτὰ μετὰ παῤῥησίας εἰπεῖν πρὸς σὲ, καὶ δικαιότερον ἐρεῖ, ὅτι Ἀποπνίγομαι, ὅτι ὑγιὴς ὢν ἀργεῖς, καὶ οὐδὲν πράττεις ὧν ἐπέταξεν ὁ Θεὸς, ἀλλὰ δραπετεύσας ἀπὸ τῶν ἐπιταγμάτων τοῦ Δεσπότου, περιέρχῃ καθάπερ ἐν ἀλλοδαπῇ τῇ κακίᾳ διατρίβων, μεθύων, κραιπαλῶν, κλέπτων, ἁρπάζων, τὰς ἑτέρων ἀνατρέπων οἰκίας. Καὶ σὺ μὲν ὑπὲρ ἀργίας ἐγκαλεῖς· ἐγὼ δὲ ὑπὲρ ἔργων πονηρῶν, ὅταν ἐπιβουλεύῃς, ὅταν ὀμνύῃς, ὅταν ψεύδῃ, ὅταν ἁρπάζῃς, ὅταν μυρία τοιαῦτα ποιῇς.