Ancient Greek · ~19 min
Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-55
Not analysed yet
Οὐ διὰ τοῦτο δὲ μόνον Ἠλίαν αὐτὸν ὀνομάζει πανταχοῦ, ἀλλ' ἵνα δείξῃ σφόδρα αὐτὸν τῇ Παλαιᾷ συμβαίνοντα, καὶ κατὰ προφητείαν καὶ τὴν παρουσίαν ταύτην οὖσαν. Διὸ καὶ ἐπάγει πάλιν, ὅτι Ἦλθε, καὶ οὐκ ἔγνωσαν αὐτὸν, ἀλλ' ἐποίησαν εἰς αὐτὸν πάντα ὅσα ἠθέλησαν. Τί ἐστι, Πάντα ὅσα ἠθέλησαν; Ἐνέβαλον εἰς δεσμωτήριον, ὕβρισαν, ἀπέκτειναν, ἤνεγκαν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακος. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Ὁρᾷς πῶς πάλιν εὐκαίρως αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους, ἀπὸ τοῦ πάθους τοῦ Ἰωάννου πολλὴν αὐτοῖς προξενῶν τὴν παραμυθίαν; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ θαύματα εὐθέως ἐργάσασθαι μεγάλα. Καὶ γὰρ ἡνίκα ἂν περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, καὶ μετὰ τοὺς λόγους, καὶ πρὸ τῶν λόγων τούτων· καὶ πολλαχοῦ τοῦτο παρατηρήσαντα ἔστιν εὑρεῖν. Τότε γοῦν, φησὶν, ἤρξατο δεικνύειν, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ ἀποκτανθῆναι, καὶ πολλὰ παθεῖν. Τότε, πότε; Ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς εἶναι τοῦ Θεοῦ. Πάλιν ἐν τῷ ὄρει, ὅτε τὴν θαυμαστὴν αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ διελέχθησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. Εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν· Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Καὶ μετὰ μικρὸν πάλιν, ὅτε τὸν δαίμονα ἐξέβαλεν, ὃν οὐκ ἴσχυσαν οἱ μαθηταὶ ἐκβαλεῖν. Καὶ γὰρ καὶ τότε, Ἀναστρεφομένων αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, φησὶν, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν ὑπερβολὴν τῆς λύπης ὑποτεμνόμενος, καὶ παντὶ τρόπῳ αὐτοὺς παραμυθούμενος, ὥσπερ καὶ ἐνταῦθα τῇ μνήμῃ τοῦ θανάτου Ἰωάννου πολλὴν αὐτοῖς παρεῖχε τὴν παράκλησιν. Εἰ δὲ λέγοι τις· Τίνος ἕνεκεν μὴ καὶ νῦν τὸν Ἠλίαν ἀναστήσας ἔπεμψεν, εἴ γε τοσαῦτα αὐτοῦ μαρτυρεῖ τῇ παρουσίᾳ ἀγαθά; ἐροῦμεν, ὅτι καὶ νῦν τὸν Χριστὸν νομίζοντες Ἠλίαν εἶναι, οὐκ ἐπίστευον αὐτῷ. Οἱ μὲν γὰρ, φησὶν, Ἠλίαν σε λέγουσιν, οἱ δὲ Ἱερεμίαν. Καὶ Ἰωάννου δὲ καὶ Ἠλίου οὐδὲν ἦν τὸ μέσον, ἢ ὁ χρόνος μόνος. Πῶς οὖν τότε πιστεύσουσι; φησί. Καὶ γὰρ ἀποκαταστήσει πάντα, οὐ διὰ τὸ γνώριμος εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ διαταθῆναι μέχρι τῆς ἡμέρας ἐκείνης ἐπὶ πλέον τοῦ Χριστοῦ τὴν δόξαν, καὶ παρὰ πᾶσιν εἶναι τοῦ ἡλίου φανερωτέραν. Ὅταν οὖν τοσαύτης προλαβούσης ὑπολήψεως καὶ προσδοκίας, ἔλθῃ ἐκεῖνος τὰ αὐτὰ κηρύττων τούτῳ, καὶ ἀναγγέλλων καὶ αὐτὸς τὸν Ἰησοῦν, εὐκολώτερον δέξονται τὰ λεγόμενα. Ὅταν δὲ εἴπῃ, Οὐκ ἔγνωσαν αὐτὸν, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογεῖται. Καὶ οὐ ταύτῃ αὐτοὺς μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῷ δεῖξαι ἀδίκως παρ' αὐτῶν πάσχοντα ἅπερ πάσχει, καὶ τῷ τὰ λυπηρὰ δύο συγκαλύψαι σημείοις, τῷ τε ἐν τῷ ὄρει, καὶ τῷ μέλλοντι γίνεσθαι. Ταῦτα δὲ ἀκούσαντες, οὐκ ἐρωτῶσιν αὐτὸν, πότε ἔρχεται Ἠλίας, ἢ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἢ δεδοικότες. Πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν. Ὅτε γοῦν ἐν τῇ Γαλιλαίᾳ διατριβόντων εἶπε, Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι, καὶ ἀποκτενοῦσιν αὐτὸν, ἐπήγαγεν, ὁ Μάρκος μὲν, ὅτι Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· ὁ Λουκᾶς δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτοῦ, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ῥήματος. Ἐλθόντων δὲ αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν, καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει. Πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ· καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Τοῦτον τὸν ἄνθρωπον σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ Γραφή· καὶ ἐκ πολλῶν τοῦτο δῆλον· ἔκ τε τοῦ εἰπεῖν τὸν Χριστὸν, Τῷ πιστεύοντι πάντα δυνατά· ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, Βοήθει μου τῇ ἀπιστίᾳ· καὶ ἐκ τοῦ τὸν Χριστὸν κελεῦσαι τῷ δαίμονι, μηκέτι εἰσελθεῖν εἰς αὐτόν· καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν ἄνθρωπον τῷ Χριστῷ, Εἰ δύνασαι Καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία, φησὶ, τοῦ μὴ ἐξελθεῖν τὸν δαίμονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; Δεικνὺς ὅτι δυνατὸν αὐτοῖς, καὶ χωρὶς τῶν προσαγόντων μετὰ πίστεως, πολλαχοῦ θεραπεῦσαι. Ὥσπερ γὰρ ἤρκει πολλάκις ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ' ἐλαττόνων λαβεῖν, οὕτω τῶν ποιούντων πολλάκις ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων τῶν προσελθόντων, θαυματουργῆσαι. Καὶ ταῦτα ἀμφότερα δείκνυται ἐν ταῖς Γραφαῖς. Οἵ τε γὰρ περὶ Κορνήλιον ἀπὸ τῆς αὐτῶν πίστεως ἐπεσπάσαντο τοῦ Πνεύματος τὴν χάριν· καὶ ἐπὶ τοῦ Ἐλισσαίου δὲ, οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη. Οἵ τε γὰρ ῥίψαντες, οὐ διὰ πίστιν, ἀλλὰ διὰ δειλίαν ἔῤῥιψαν ἁπλῶς καὶ ὡς ἔτυχε, φοβηθέντες τὸ πειρατήριον, καὶ ἔφυγον· αὐτός τε ὁ ῥιφεὶς ἀποτεθνηκὼς ἦν, καὶ ἀπὸ μόνης τῆς τοῦ ἁγίου σώματος δυνάμεως ἀνίστατο ὁ νεκρός. Ὅθεν δῆλον ἐνταῦθα, ὅτι καὶ οἱ μαθηταὶ ἠσθένησαν, ἀλλ' οὐ πάντες· οἱ στῦλοι γὰρ οὐ παρῆσαν ἐκεῖ.