Ancient Greek · ~18 min
Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-56
Not analysed yet
Οὐκ ἄρα ἀπὸ τῶν Γραφῶν τοῦτο ᾔδεσαν, ἀλλ' ἐκεῖνοι ἑαυτοὺς διεσάφουν, καὶ περιεφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ, καθάπερ καὶ ἐπὶ τοῦ Χριστοῦ. Διὸ καὶ ἡ Σαμαρεῖτις ἔλεγε· Μεσσίας ἔρχεται· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα· καὶ αὐτοὶ ἠρώτων τὸν Ἰωάννην· Ἠλίας εἶ, ἢ ὁ προφήτης; Ἐκράτει μὲν γὰρ, ὅπερ ἔφην, ὁ λόγος, καὶ ὁ περὶ τοῦ Χριστοῦ, καὶ ὁ περὶ τοῦ Ἠλία, οὐχ ὡς ἐχρῆν δὲ παρ' ἐκείνων ἑρμηνευόμενος. Αἱ μὲν γὰρ Γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας, ταύτην τε τὴν γεγενημένην, καὶ τὴν μέλλουσαν· καὶ ταύτας δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παιδεύουσα ἡμᾶς, ἵνα ἀρνη σάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν. Ἰδοὺ ἡ μία· ἄκουσον πῶς καὶ τὴν ἑτέραν δηλοῖ. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οἱ προφῆται δὲ ἑκατέρας μέμνηνται· τῆς μέντοι μιᾶς, τῆς δευτέρας, πρόδρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι. Τῆς μὲν γὰρ προτέρας ἐγένετο ὁ Ἰωάννης, ὃν καὶ Ἠλίαν ὁ Χριστὸς ἐκάλει· οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ' ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν ἐκείνου. Ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας παρουσίας, οὕτω καὶ οὗτος τῆς προτέρας ἐγένετο. Ἀλλ' οἱ γραμματεῖς ταῦτα συγχέοντες, καὶ διαστρέφοντες τὸν δῆμον, ἐκείνης ἐμνημόνευον μόνης πρὸς τὸν δῆμον, τῆς δευτέρας παρουσίας, καὶ ἔλεγον, ὅτι Εἰ οὗτός ἐστιν ὁ Χριστὸς, ἔδει τὸν Ἠλίαν προλαβεῖν. Διὰ τοῦτο καὶ οἱ μαθηταὶ λέγουσι· Πῶς οἱ γραμματεῖς λέγουσιν, Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην πέμψαντες οἱ Φαρισαῖοι ἠρώτων· Εἰ σὺ εἶ Ἠλίας; οὐ μνημονεύοντες οὐδαμοῦ τῆς προτέρας παρουσίας. Τίς οὖν ἐστιν ἡ λύσις, ἣν ὁ Χριστὸς ἐπήγαγεν; Ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸ τῆς δευτέρας μου παρουσίας· καὶ νῦν δὲ ἐλήλυθεν Ἠλίας· τὸν Ἰωάννην οὕτω καλῶν. Οὗτος ἦλθεν Ἠλίας. Εἰ δὲ τὸν Θεσβίτην ζητοίης, ἔρχεται. Διὸ καὶ ἔλεγεν· Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Ποῖα πάντα; Ἅπερ ὁ προφήτης ἔλεγε Μαλαχίας. Ἀποστελῶ γὰρ ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Εἶδες ἀκρίβειαν προφητικῆς ῥήσεως, Ἐπειδὴ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, διὰ τὴν κοινωνίαν τῆς διακονίας, ἵνα μὴ νομίσῃς τοῦτο καὶ παρὰ τοῦ προφήτου λέγεσθαι νῦν, προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπὼν, Τὸν Θεσβίτην· Ἰωάννης δὲ Θεσβίτης οὐκ ἦν. Καὶ ἕτερον δὲ μετὰ τούτου παράσημον τίθησι λέγων, Μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, τὴν δευτέραν αὐτοῦ παρουσίαν ἐμφαίνων τὴν φοβεράν. Τῇ γὰρ προτέρᾳ οὐκ ἦλθε πατάξαι τὴν γῆν. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Δηλῶν τοίνυν, ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχούσης, τοῦτο εἴρηκε. Καὶ τὴν αἰτίαν δὲ ὁμοῦ διδάσκει τῆς παρουσίας αὐτοῦ. Τίς δὲ ἡ αἰτία; Ἵνα ἐλθὼν πείσῃ πιστεῦσαι τοὺς Ἰουδαίους τῷ Χριστῷ, καὶ μὴ πάντες ἄρδην ἀπόλωνται παραγενομένου. Διὸ δὴ καὶ αὐτὸς εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν μνήμην, φησί· Καὶ ἀποκαταστήσει πάντα· τουτέστι, διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων τῶν τότε εὑρισκομένων. Διὸ καὶ σφόδρα ἀκριβέστατα εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα, ἀλλὰ, Πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ πατέρες ἦσαν τῶν ἀποστόλων οἱ Ἰουδαῖοι, τοῦτο λέγει, ὅτι ἀποκαταστήσει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, τουτέστι, τῶν ἀποστόλων, τὰς καρδίας τῶν πατέρων, τουτέστι, τοῦ γένους τῶν Ἰουδαίων τὴν διάνοιαν. Λέγω δὲ ὑμῖν, ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἔγνωσαν αὐτὸν, ἀλλ' ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Τότε συνῆκαν, ὅτι περὶ Ἰωάννου εἶπεν αὐτοῖς. Καίτοι οὔτε οἱ γραμματεῖς τοῦτο εἶπον, οὔτε αἱ Γραφαί· ἀλλ' ἐπειδὴ λοιπὸν ὀξύτεροι ἐγένοντο καὶ προσεκτικώτεροι πρὸς τὰ λεγόμενα, ταχέως συνίεσαν. Πόθεν δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί; Ἦν ἤδη προειρηκὼς αὐτοῖς, Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἐνταῦθα δὲ, ὅτι Ἦλθε· καὶ πάλιν, ὅτι Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ πεπλανῆσθαι τὸν λόγον νομίσῃς, εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη. Πάντα γὰρ ἀληθῆ ταῦτα. Ὅταν μὲν γὰρ εἴπῃ, ὅτι Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα, αὐτὸν Ἠλίαν φησὶ, καὶ τὴν τότε ἐσομένην τῶν Ἰουδαίων ἐπιστροφήν· ὅταν δὲ εἴπῃ, ὅτι Ὁ μέλλων ἔρχεσθαι, κατὰ τὸν τρόπον τῆς διακονίας Ἰωάννην Ἠλίαν καλεῖ. Καὶ γὰρ οἱ προφῆται ἕκαστον τῶν εὐδοκίμων βασιλέων Δαυῒδ ἐκάλουν, καὶ τοὺς Ἰουδαίους ἄρχοντας Σοδόμων καὶ υἱοὺς Αἰθιόπων, ἀπὸ τῶν τρόπων. Ὥσπερ γὰρ ἐκεῖνος τῆς δευτέρας ἔσται παρουσίας, οὕτως οὗτος τῆς προτέρας ἐγένετο πρόδρομος.