Ancient Greek · ~17 min
Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-72
Not analysed yet
Ὅρα ἐκ πόσων αὐτοὺς ἠσφαλίσατο; Εἶπεν, ὅτι Καταγινώσκετε τῶν πατέρων ὑμῶν, δι' ὧν λέγετε, ὅτι Οὐκ ἂν ἐκοινωνήσαμεν αὐτοῖς· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐντρέψαι. Εἶπεν, ὅτι Καταγινώσκοντες χείρονα πράττετε καὶ ὑμεῖς· καὶ τοῦτο δὲ ἱκανὸν αὐτοὺς καταισχῦναι. Εἶπεν, ὅτι Οὐκ ἀτιμωρητὶ ταῦτα ἔσται, καὶ φόβον ἐντεῦθεν αὐτοῖς ἐντίθησιν ἄφατον· ἀνέμνησε γοῦν αὐτοὺς τῆς γεέννης. Εἶτα ἐπειδὴ ἔμελλεν ἐκείνη, ἐπέστησεν αὐτοῖς καὶ παρόντα τὰ δεινά· Ἥξει γὰρ ταῦτα πάντα, φησὶν, ἐπὶ τὴν γενεὰν ταύτην. Προσέθηκε καὶ σφοδρότητα ἄφατον τῇ τιμωρίᾳ, εἰπὼν ὅτι πάντων χαλεπώτερα πείσονται· καὶ οὐδενὶ τούτων ἐγένοντο βελτίους. Εἰ δὲ λέγοι τις· Καὶ τί δήποτε χαλεπώτερα πάσχουσι πάντων; Εἴποιμεν ἂν, ὅτι καὶ πάντων χαλεπώτερα τετολμήκασι, καὶ οὐδενὶ τῶν γεγενημένων ἐσωφρονίσθησαν. Ἢ οὐκ ἤκουσας τοῦ Λάμεχ λέγοντος· Ἐκ Λάμεχ ἐκδεδίκηται ἑβδομηκοντάκις ἑπτά; τουτέστι, Πλειόνων ἐγὼ ἄξιος τιμωριῶν ἢ ὁ Κάϊν. Τί δήποτε; Καίτοι οὐκ ἀδελφὸν ἀνεῖλεν· ἀλλ' ὅτι οὐδὲ τῷ παραδείγματι ἐσωφρονίσθη. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεὸς ἀλλαχοῦ· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· οὐχ ὡς τῶν ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ' ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, καὶ ἐκείνων τὰς τιμωρίας ὑποσχεῖν ὄντων δικαίων. Σκόπει δὲ πῶς εὐκαίρως καὶ τοῦ Ἄβελ ἀνέμνησε, δεικνὺς ὅτι φθόνου καὶ οὗτος ὁ φόνος ἐστί. Τί οὖν ἂν ἔχοιτε εἰπεῖν; Μὴ γὰρ οὐκ ἔγνωτε τί ἔπαθεν ὁ Κάϊν; μὴ γὰρ ἐφησύχασε τοῖς γεγενημένοις ὁ Θεός; μὴ γὰρ οὐκ ἀπῄτησε τὴν χαλεπωτάτην δίκην; Μὴ γὰρ οὐκ ἠκούσατε ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; οὐ κολάσεσι καὶ τιμωρίαις μυρίαις ἐξεδόθησαν; Πῶς οὖν οὐκ ἐγένεσθε βελτίους; Καὶ τί λέγω τὰς κολάσεις τῶν πατέρων ὑμῶν, καὶ ἅπερ ἔπαθον; αὐτὸς σὺ ὁ καταψηφισάμενος τῶν πατέρων, πῶς χείρω ποιεῖς; Καὶ γὰρ καὶ ὑμεῖς αὐτοὶ ἀπεφήνασθε, ὅτι κακοὺς κακῶς ἀπολέσει. Τίνα οὖν λοιπὸν ἕξετε συγγνώμην, μετὰ τοιαύτην ψῆφον τοιαῦτα τολμῶντες; Ἀλλὰ τίς ἐστιν ὁ Ζαχαρίας οὗτος; Οἱ μὲν τὸν Ἰωάννου πατέρα φασίν· οἱ δὲ τὸν προφήτην· οἱ δὲ ἕτερόν τινα διώνυμον ἱερέα, ὃν καὶ Ἰωδάε φησὶν ἡ Γραφή. Σὺ δὲ ἐκεῖνο σκόπει, ὅτι τὸ τόλμημα διπλοῦν ἦν. Οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. Ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφόβει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον. Τούτους δὲ ἐφόβει, προλέγων ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι τὰ ἔσχατα πείσονται. Διὰ τοῦτο αὐτοὺς καὶ προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καλεῖ, καὶ ἐντεῦθεν πάλιν πᾶσαν ἀπολογίαν αὐτῶν ἀναιρῶν. Οὐ γὰρ ἔχετε εἰπεῖν, φησὶν, ὅτι Ἀπὸ ἐθνῶν ἀπέστειλας, καὶ διὰ τοῦτο ἐσκανδαλίσθημεν· ἀλλὰ τὸ φονικοὺς εἶναι καὶ διψᾷν αἱμάτων εἰς τοῦτο ἦγε. Διὸ καὶ προεῖπεν, ὅτι Διὰ τοῦτο προφήτας καὶ γραμματεῖς ἀποστέλλω. Τοῦτο καὶ οἱ προφῆται πάντες ἐνεκάλουν αὐτοῖς, Αἵματα ἐφ' αἵμασι μίσγουσι, λέγοντες· καὶ ὅτι ἄνδρες αἱμάτων εἰσί. Διὰ τοῦτο καὶ τὸ αἷμα αὐτῷ ἐκέλευσε προσφέρεσθαι, δεικνὺς ὅτι εἰ ἐπὶ ἀλόγου οὕτω τίμιον, πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου. Ὃ καὶ τῷ Νῶε λέγει· Ἐκδικήσω πᾶν αἷμα ἐκχυνόμενον. Καὶ μυρία ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν ὑπὲρ τοῦ μὴ φονεύειν αὐτοὺς διαταττόμενον· διὸ οὐδὲ πνικτὸν ἐσθίειν ἐκέλευσεν. Ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ὅτι καὶ προειδὼς οὐδὲν κερδανοῦντας, τὰ αὐτοῦ ὅμως ἐποίει. Πέμπω γὰρ, φησὶ, καὶ ταῦτα εἰδὼς σφαγησομένους. Ὥστε κἀντεῦθεν ἠλέγχοντο εἰκῆ λέγοντες· Οὐκ ἂν ἦμεν κοινωνοὶ τῶν πατέρων. Καὶ γὰρ καὶ οὗτοι προφήτας καὶ ἐν ταῖς συναγωγαῖς ἀνεῖλον· καὶ οὔτε τὸν τόπον αὐτὸν ᾐδέσθησαν, οὔτε τὸ ἀξίωμα τῶν προσώπων. Οὐδὲ γὰρ ἁπλῶς τοὺς τυχόντας ἀνεῖλον, ἀλλὰ προφήτας καὶ σοφοὺς, ὥστε μηδὲν αὐτοῖς ἐγκαλεῖν. Τούτους δὲ, τοὺς ἀποστόλους φησὶ καὶ τοὺς μετ' ἐκείνους· καὶ γὰρ πολλοὶ προεφήτευον. Εἶτα βουλόμενος αὐξῆσαι τὸν φόβον, φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην· τουτέστιν, Εἰς κεφαλὰς ὑμῶν πάντα τρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. Ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ καὶ τὰ αὐτὰ πάλιν καὶ αὐτὸς ἁμαρτὼν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα, χαλεπωτέραν ἐκείνων πολλῷ δίκαιος ἂν εἴη δοῦναι δίκην. Ὥσπερ γὰρ, εἰ ἐβουλήθη, μεγάλα ἂν ἐκέρδανε τοῖς, ἑτέρων παραδείγμασι γενόμενος βελτίων· οὕτως, ἐπειδὴ ἀδιόρθωτος ἔμεινε, μείζονός ἐστι τιμωρίας ὑπεύθυνος, ἅτε πλείονος νουθεσίας τῆς διὰ τῶν ἔμπροσθεν ἡμαρτηκότων καὶ κολασθέντων ἀπολελαυκὼς, καὶ οὐδὲν καρπωσάμενος.