Ancient Greek
Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-70
Not analysed yet
Εἶτα πρὸς τὴν πόλιν ἀποστρέφει τὸν λόγον, καὶ ταύτῃ παιδεῦσαι βουλόμενος τοὺς ἀκούοντας, καί φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλήμ. Τί βούλεται ὁ διπλασιασμός; Ἐλεοῦντος αὐτὴν καὶ ταλανίζοντος τοῦτο τὸ σχῆμα, καὶ σφόδρα φιλοῦντος. Ὥσπερ γὰρ πρὸς ἐρωμένην, φιληθεῖσαν μὲν διαπαντὸς, καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν, ἀπολογεῖται λοιπὸν μέλλων ἐπάγειν τὴν κόλασιν. Ὃ καὶ ἐν τοῖς προφήταις ποιεῖ λέγων· Εἶπον, Ἀνάστρεψον πρός με, καὶ οὐκ ἀνέστρεψεν. Εἶτα καλέσας αὐτὴν, λέγει καὶ τὰς μιαιφονίας αὐτῆς· Ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; καὶ ταύτῃ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι Οὐδὲ τούτοις με ἀπέστρεψας, οὐδὲ ἀπέστησας τῆς περὶ σὲ πολλῆς εὐνοίας, ἀλλ' ἠθέλησα καὶ οὕτως, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ πολλάκις σε ἐπισπάσασθαι. Ποσάκις γὰρ, φησὶν, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὥσπερ ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Τοῦτο δὲ λέγει, δηλῶν ὅτι ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. Καὶ τὸ φιλόστοργον ἀπὸ τῆς εἰκόνος ἐνδείκνυται· καὶ γὰρ θερμὸν τὸ ζῶον περὶ τὰ ἔκγονα. Καὶ πανταχοῦ δὲ τῶν προφητῶν ἡ εἰκὼν αὕτη τῶν πτερύγων, καὶ ἐν τῇ ᾠδῇ Μωϋσέως, καὶ ἐν τοῖς Ψαλμοῖς, τὴν πολλὴν σκέπην καὶ πρόνοιαν ἐνδεικνυμένη. Ἀλλ' οὐκ ἠθελήσατε, φησίν. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· γυμνὸς τῆς παρ' ἐμοῦ βοηθείας. Ἄρα αὐτὸς ἦν ὁ καὶ ἔμπροσθεν αὐτῶν προϊστάμενος, καὶ συνέχων καὶ διακρατῶν· ἄρα αὐτὸς αὐτούς ἐστιν ὁ κολάζων ἀεί. Καὶ τίθησι τιμωρίαν, ἣν ἀεὶ ἐδεδοίκεισαν μεθ' ὑπερβολῆς· αὕτη γὰρ πᾶσαν αὐτῶν τὴν ἀνατροπὴν τῆς πολιτείας ἐδήλου. Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπάρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καὶ τοῦτο ἐραστοῦ τὸ ῥῆμα σφοδροῦ, σφόδρα αὐτοὺς καὶ ἀπὸ τῶν μελλόντων ἐπισπωμένου, οὐκ ἀπὸ παρελθόντων μόνον ἐντρέποντος· τὴν γὰρ μέλλουσαν ἡμέραν τῆς δευτέρας αὐτοῦ παρουσίας ἐνταῦθα λέγει. Τί οὖν; οὐκ εἶδον αὐτὸν ἔκτοτε; Ἀλλ' οὐχὶ τὴν ὥραν ἐκείνην δηλοῖ λέγων, Ἀπάρτι, ἀλλὰ τὸν καιρὸν τὸν μέχρι τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ ἀεὶ αὐτοὶ τοῦτο ἐνεκάλουν, ὅτι ἀντίθεός τίς ἐστι καὶ ἐχθρὸς τῷ Θεῷ, ἀπὸ τούτου αὐτοὺς προτρέπει ἀγαπᾷν αὐτὸν, τῷ συμφωνοῦντα ἑαυτὸν δεικνύναι τῷ Πατρί; καὶ δείκνυσιν αὐτὸν ὄντα τὸν ἐν τοῖς προφήταις. Διὸ καὶ τοῖς αὐτοῖς κέχρηται ῥήμασιν, οἷσπερ καὶ ὁ προφήτης. Διὰ δὲ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο, καὶ τὴν δευτέραν παρουσίαν· καὶ ἐδήλωσε καὶ τοῖς σφόδρα ἀπιστοῦσιν, ὅτι τότε πάντως αὐτὸν προσκυνήσουσι. Καὶ πῶς τοῦτο ἐδήλωσε; Πολλὰ εἰπὼν πρότερον ἐσόμενα· ὅτι ἀποστελεῖ προφήτας· ὅτι ἀναιρήσουσιν αὐτούς· ὅτι ἐν ταῖς συναγωγαῖς· ὅτι πείσονται τὰ ἔσχατα αὐτοί· ὅτι ἐρημωθήσεται ὁ οἶκος· ὅτι ὑποστήσονται πάντων χαλεπώτερα, καὶ οἷα μηδέποτε πρότερον. Ταῦτα γὰρ πάντα καὶ τοῖς σφόδρα ἀνοήτοις καὶ φιλονείκοις ἱκανὰ ἦν παρέξειν καὶ ἐκείνου τοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐσομένου ἀπόδειξιν. Ἐρήσομαι γὰρ αὐτούς· Ἀπέστειλε προφήτας καὶ σοφούς; ἀνεῖλον αὐτοὺς ἐν ταῖς συναγωγαῖς; ἀφέθη ὁ οἶκος αὐτῶν ἔρημος; ἦλθε πάντα ἐπὶ τὴν γενεὰν ἐκείνην τὰ τῆς τιμωρίας; Εὔδηλον, ὅτι καὶ οὐδεὶς ἀντερεῖ. Ὥσπερ οὖν ταῦτα πάντα ἐξέβη, οὕτω κἀκεῖνα ἐκβήσεται, καὶ πάντως ὑποκύψουσι τότε. Ἀλλ' οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν αὐτοῖς, ὥσπερ οὖν οὐδὲ τοῖς πολιτείας ἕνεκεν μετανοοῦσι τότε. Διόπερ ἕως ἐστὶ καιρὸς, πράττωμεν τὰ ἀγαθά. Ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως λοιπὸν ὄφελος οὐδὲν, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς τῆς ἐπὶ τῇ πονηρίᾳ μετανοίας. Οὔτε γὰρ κυβερνήτῃ, τῆς θαλάσσης ὑπερενεχθείσης τοῦ σκάφους παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν, οὐκ ἰατρῷ, τοῦ κάμνοντος ἀπελθόντος, ἔσται τι πλέον· ἀλλ' ἕκαστον τούτων πρὸ τοῦ τέλους πάντα χρὴ μηχανᾶσθαι καὶ πραγματεύεσθαι, ὥστε μηδενὶ κινδύνῳ περιπεσεῖν, μηδὲ αἰσχύνῃ· μετὰ δὲ ταῦτα πάντα ἀνόνητα. Καὶ ἡμεῖς τοίνυν ἕως ἂν ὦμεν ἐν τῇ νόσῳ, καὶ ἰατροὺς παρακαλῶμεν, καὶ χρήματα ἀναλίσκωμεν, καὶ σπουδὴν διηνεκῆ εἰσφέρωμεν, ἵνα ἀναστάντες ἀπὸ τῆς κακίας, ὑγιεῖς ἐντεῦθεν ἀπέλθωμεν. Καὶ ὅσην περὶ τοὺς δούλους τοὺς ἡμετέρους ποιούμεθα πρόνοιαν, ὅταν αὐτῶν τὰ σώματα κάμνῃ, τοσαύτην περὶ ἡμᾶς αὐτοὺς ἐπιδειξώμεθα, τῆς ψυχῆς ἡμῶν νοσούσης. Καίτοι τῶν οἰκετῶν ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς, καὶ τῶν σωμάτων τῶν ἐκείνων αἱ ψυχαὶ ἀναγκαιότεραι· ἀλλ' ὅμως ἀγαπητὸν, κἂν τὴν ἴσην γοῦν σπουδὴν εἰσενέγκωμεν. Ἂν γὰρ μὴ νῦν τοῦτο πράξωμεν, ἀπελθόντας λοιπὸν οὐδὲν ἔνι καρπώσασθαι εἰς ἀπολογίας λόγον.