Ancient Greek
Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-74
Not analysed yet
Τίνας δὲ ἐνταῦθά φησι τοὺς ἐκλεκτούς; Τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς. Ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα καὶ τὸ προσκυνεῖσθαι τὸν Χριστὸν ταῦτα γέγονε τὰ κακὰ, δείκνυσιν ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο αἴτιοι, ἀλλ' εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόῤῥιζοι ἂν ἀπώλοντο ἅπαντες. Εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον, οὐδ' ἂν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ' ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. Διὰ τοῦτό φησι· Διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται. Ταῦτα δὲ ἔλεγε, καταλιμπάνων παραμυθίαν τοῖς ἐν μέσῳ ἀπειλημμένοις αὐτῶν, καὶ διδοὺς ἀναπνεῦσαι, ἵνα μὴ φοβῶνται ὡς συναπολούμενοι. Εἰ δὲ ἐνταῦθα τοσαύτη αὐτῶν πρόνοια, ὡς δι' αὐτοὺς καὶ ἑτέρους σώζεσθαι, καὶ τῶν ἀπίστων λείψανα γίνεσθαι Ἰουδαίων διὰ Χριστιανοὺς, πόση ἐν τῷ καιρῷ τῶν στεφάνων ἡ τιμή; Ἐντεῦθεν αὐτοὺς καὶ παρεμυθεῖτο μὴ ἀλγεῖν ἐπὶ τοῖς οἰκείοις κινδύνοις, ὅπου γε καὶ ἐκεῖνοι τοιαῦτα πάσχουσι, καὶ ἐπ' οὐδενὶ κέρδει, ἀλλ' ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς. Οὐ παρεμυθεῖτο δὲ μόνον, ἀλλὰ καὶ ἀπῆγε τῶν Ἰουδαϊκῶν ἐθῶν λοιπὸν λανθανόντως καὶ ἀνυπόπτως. Εἰ γὰρ οὐκ ἔσται μεταβολὴ λοιπὸν, οὐδὲ ὁ ναὸς στήσεται, εὔδηλον ὅτι καὶ ὁ νόμος παυθήσεται. Ἀλλὰ φανερῶς μὲν τοῦτο οὐκ εἶπε, διὰ δὲ τῆς παντελοῦς αὐτῶν ἀπωλείας τοῦτο ᾐνίξατο. Φανερῶς δὲ οὐκ εἶπεν, ἵνα μὴ πρὸ καιροῦ πλήξῃ. Διὸ οὐδὲ ἀρχόμενος προηγουμένως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον· ἀλλὰ ταλανίσας πρῶτον τὴν πόλιν, εἰς ἀνάγκην αὐτοὺς κατέστησε τῆς τε ἐπιδείξεως τῶν λίθων καὶ τῆς ἐρωτήσεως, ἵνα ὡς αὐτοῖς ἀποκρινόμενος πρὸς τὴν ἐρώτησιν ἅπαντα προαναφωνήσῃ τὰ μέλλοντα. Σὺ δέ μοι σκόπει Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν· (καὶ γὰρ καὶ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν·) ἀλλ' οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες, καὶ μηδὲν τούτων ἑωρακότες, αὐτοὶ γράφουσιν, ὥστε πανταχόθεν διαλάμπειν τῆς προῤῥήσεως τὴν ἰσχύν. Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἰδοὺ προείρηκα ὑμῖν. Ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτῆς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν καὶ τοῖς μεθ' ἡμᾶς ἐσομένοις πᾶσι. Τότε, πότε; Ἐνταῦθα, ὃ πολλάκις εἶπον, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων τὸ, Τότε· ὅπου γοῦν ἀκολουθίαν ἐβούλετο εἰπεῖν, ἐπήγαγεν, Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ, Τότε· οὐ τὰ μετὰ ταῦτα εὐθέως δηλῶν, ἀλλὰ τὰ ἐν τῷ καιρῷ, ᾧ μέλλει ταῦτα γίνεσθαι, ἅπερ ἔμελλε λέγειν. Οὕτω καὶ ὅταν λέγῃ, Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, οὐ τὸν ἑξῆς εὐθέως λέγει καιρὸν, ἀλλὰ τὸν μετὰ πολλὰ ἔτη, καὶ τὸν καθ' ὃν ταῦτα ἐγίνετο, ἅπερ ἐρεῖν ἔμελλε. Καὶ γὰρ περὶ τῆς γεννήσεως διαλεχθεὶς τοῦ Ἰησοῦ, καὶ τῆς τῶν μάγων παρουσίας, καὶ τῆς τελευτῆς Ἡρώδου, εὐθέως φησίν· Ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ Βαπτιστής· καίτοι τριάκοντα μεταξὺ γέγονεν ἔτη. Ἀλλ' ἔθος τοῦτο τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν μέσον ἅπαντα χρόνον παρελθὼν, τὸν ἀπὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἕως τῶν προοιμίων τῆς συντελείας, λέγει τὸν ὀλίγῳ πρὸ τῆς συντελείας. Τότε οὖν ἐάν τις ὑμῖν εἴπῃ, φησὶν, Ὧδε ὁ Χριστὸς, ἢ ὧδε, μὴ πιστεύσητε. Τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ. παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. Οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτω καὶ τότε φησίν· ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. Οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ μὴ λανθανόντως παραγίνεσθαι. Σκόπει δὲ πῶς ἐνταῦθα οὐδὲν περὶ πολέμου διαλέγεται· τὸν γὰρ περὶ τῆς παρουσίας αὐτοῦ διευκρινεῖ λόγον· ἀλλὰ περὶ τῶν ἀπατᾷν ἐπιχειρούντων. Οἱ μὲν γὰρ ἐπὶ τῶν ἀποστόλων τοὺς πολλοὺς ἠπάτων· Ἐλεύσονται γὰρ, φησὶ, καὶ ἀπατήσουσι πολλούς· οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ἦσαν πικρότεροι. Δώσουσι γὰρ, φησὶ, σημεῖα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Ἐνταῦθα τὸν ἀντίχριστόν φησι, καὶ δείκνυσί τινας καὶ διακονησομένους αὐτῷ· περὶ οὗ καὶ Παῦλος οὕτω φησί. Καλέσας γὰρ αὐτὸν ἄνθρωπον ἁμαρτίας καὶ υἱὸν ἀπωλείας, ἐπήγαγεν· Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Καὶ ὅρα πῶς ἀσφαλίζεται. Μὴ ἐξέλθητε, φησὶ, εἰς τὴν ἔρημον, μὴ εἰσέλθητε εἰς τὰ ταμεῖα. Οὐκ εἶπεν, Ἀπέλθετε καὶ μὴ πιστεύσητε· ἀλλὰ, Μὴ ἐξέλθητε, μηδὲ ἀπέλθητε. Καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη, διὰ τὸ καὶ σημεῖα γίνεσθαι ἀπάτης.