Ancient Greek
Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-72
Not analysed yet
Εἰπὼν τοίνυν πῶς ἐκεῖνος παραγίνεται, οἷον ὅτι ἐν τόπῳ, λέγει πῶς καὶ αὐτός. Πῶς οὖν αὐτός; Ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου γὰρ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί. Πῶς οὖν ἡ ἀστραπὴ φαίνεται; Οὐ δεῖται ἀπαγγέλλοντος, οὐ δεῖται κήρυκος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ ταῖς ἐν θαλάμοις, ἐν ἀκαριαίᾳ ῥοπῇ κατὰ τὴν οἰκουμένην δείκνυται πᾶσαν. Οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. Λέγει δὲ καὶ ἕτερον σημεῖον· Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί· τὸ πλῆθος τῶν ἀγγέλων, τῶν μαρτύρων, τῶν ἁγίων ἁπάντων δηλῶν. Εἶτα λέγει θαύματα φοβερά. Τίνα δέ ἐστι τὰ θαύματα; Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, φησὶν, ὁ ἥλιος σκοτισθήσεται. Θλῖψιν ποίων λέγει ἡμερῶν; Τοῦ ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν. Θλῖψις γὰρ τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. Ἀλλ' οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. Εἰ γὰρ ὁ Ἰουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. Διὰ τοῦτο οὐκ εἶπε, μετὰ τὴν θλῖψιν, ἀλλ', Εὐθέως μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται. Οἵ τε γὰρ ψευδοπροφῆται καὶ οἱ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς παρέσται. Καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην. Πῶς δὲ παραγίνεται; Μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ Ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· Καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης; Καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ μάλα εἰκότως, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην. Εἰ γὰρ ὅτε ἐγένετο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύμασαν· (Ὅτε γὰρ ἐγενήθη ἄστρα, ᾔνεσάν με, φησὶ, φωνῇ μεγάλῃ πάντες ἄγγελοι·) πολλῷ μᾶλλον ὁρῶντες πάντα μεταῤῥυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἐκ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους λόγον ἀπαιτουμένους ἁπάντων ὧν ἔπραξαν, πῶς οὐ φρίξουσι καὶ σαλευθήσονται; Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· τουτέστιν, ὁ σταυρὸς, τοῦ ἡλίου φαιδρότερος ὤν· εἴγε ἐκεῖνος μὲν σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φαίνεται· οὐκ ἂν φανεὶς, εἰ μὴ πολλῷ τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερος ἦν. Τίνος δὲ ἕνεκεν τὸ σημεῖον φαίνεται; Ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστομισθῆναι τῶν Ἰουδαίων τὴν ἀναισχυντίαν. Καὶ γὰρ δικαίωμα μέγιστον ἔχων τὸν σταυρὸν, οὕτω παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μόνον, ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνύς. Τότε κόψονται αἱ φυλαί. Οὐ γὰρ χρεία κατηγορίας, ὅταν ἴδωσι τὸν σταυρόν· καὶ κόψονται, ὅτι ἀποθανόντος οὐδὲν ὠφελήθησαν, ὅτι ἐσταύρωσαν ὃν προσκυνῆσαι ἔδει. Εἶδες πῶς ὑπέγραψε τὴν παρουσίαν αὐτοῦ φοβερῶς; πῶς ἀνέστησε τὰ φρονήματα τῶν μαθητῶν; Διά τοι τοῦτο πρότερον τὰ λυπηρὰ τίθησι, καὶ τότε τὰ χρηστὰ, ἵνα καὶ ταύτῃ αὐτοὺς παραμυθήσηται καὶ ἀναπαύσῃ. Καὶ περὶ τοῦ πάθους δὲ αὐτοὺς ὑπομιμνήσκει πάλιν καὶ τῆς ἀναστάσεως, καὶ μετὰ λαμπροῦ τοῦ σχήματος μέμνηται τοῦ σταυροῦ, ὥστε μὴ αἰσχύνεσθαι αὐτοὺς, μηδὲ ὀδυνᾶσθαι, ὅπου γε ἀντὶ σημείου τότε ἔρχεται προβαλλόμενος αὐτόν. Ἄλλος δέ φησιν, ὅτι Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Διὰ δὴ τοῦτο κόψονται, ἰδοῦσαι ὅτι οὗτος ἐκεῖνός ἐστιν. Ἐπειδὴ δὲ καὶ σταυροῦ ἀνέμνησε, προσέθηκεν ὅτι Ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον, οὐκέτι ἐπὶ τοῦ σταυροῦ, ἀλλ' ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Μὴ γὰρ ἐπειδὴ τὸν σταυρὸν ἤκουσας, φησὶ, νομίσῃς πάλιν σκυθρωπὸν εἶναί τι· μετὰ γὰρ δυνάμεως ἥξει καὶ δόξης πολλῆς. Φέρει δὲ αὐτὸν, ἵνα αὐτοκατάκριτος αὐτῶν γένηται ἡ ἁμαρτία· ὥσπερ ἂν εἴ τις λίθῳ πληγεὶς, αὐτὸν ἐπιδείξειε τὸν λίθον, ἢ τὰ ἱμάτια ᾑμαγμένα. Καὶ ἐν νεφέλῃ ἔρχεται, ὡς ἀνελήφθη· καὶ ταῦτα ὁρῶσαι θρηνοῦσιν αἱ φυλαί. Οὐ μὴν μέχρι θρήνων στήσεται αὐτοῖς τὰ δεινά· ἀλλ' ὁ μὲν θρῆνος ἔσται, ἵνα οἴκοθεν τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικάσωσι· τότε δὲ πάλιν Ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων τῶν οὐρανῶν ἕως ἄκρων αὐτῶν. Ὅταν δὲ τοῦτο ἀκούσῃς, ἐννόει τῶν μενόντων τὴν κόλασιν. Οὐδὲ γὰρ ἐκείνην δώσουσι τὴν δίκην μόνον, ἀλλὰ καὶ ταύτην. Καὶ ὥσπερ ἀνωτέρω ἔλεγεν, ὅτι ἐροῦσιν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· οὕτως ἐνταῦθα, ὅτι Κόψονται. Ἐπειδὴ γὰρ περὶ πολέμων αὐτοῖς διελέχθη χαλεπῶν, ἵνα μάθωσιν, ὅτι μετὰ τῶν ἐνταῦθα δεινῶν καὶ τὰ ἐκεῖ αὐτοὺς ἀναμένει βασανιστήρια, καὶ κοπτομένους εἰσάγει, καὶ χωριζομένους τῶν ἐκλεκτῶν, καὶ γεέννῃ παραδιδομένους· κἀντεῦθεν πάλιν τοὺς μαθητὰς διεγείρων, καὶ δεικνὺς, ὅσων μὲν ἀπαλλαγήσονται κακῶν, ὅσων δὲ ἀπολαύσονται ἀγαθῶν.