Ancient Greek
Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ διαιρήσει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τοὺς μὲν ἀποδέξεται, ὅτι πεινῶντα αὐτὸν ἔθρεψαν, καὶ διψῶντα ἐπότισαν, καὶ ξένον ὄντα συνήγαγον, καὶ γυμνὸν ὄντα περιέβαλον, καὶ ἀσθενοῦντα ἐπεσκέψαντο, καὶ ἐν φυλακῇ ὄντα εἶδον· καὶ δώσει τὴν βασιλείαν αὐτοῖς. Τοὺς δὲ ἐπὶ τοῖς ἐναντίοις διαβάλλων, πέμψει εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 2.1-77
Not analysed yet
Εἶτα ἵνα καὶ ἑτέρωθεν ἴδῃς τὸ δίκαιον τῆς ἀποφάσεως, πρότερον ἐκείνους ἐπαινεῖ τοὺς κατωρθωκότας, καί φησι· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τὰ ἑξῆς ἅπαντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Οὐκ εἴχομεν, ἀπὸ τῶν συνδούλων αὐτοὺς καταδικάζει· ὥσπερ τὰς παρθένους ἀπὸ τῶν παρθένων, καὶ τὸν δοῦλον τὸν μεθύοντα καὶ γαστριζόμενον ἀπὸ τοῦ πιστοῦ δούλου, καὶ τὸν τὸ τάλαντον καταχώσαντα ἀπὸ τῶν τὰ δύο προσενεγκάντων, καὶ ἕκαστον τῶν διαμαρτανόντων ἀπὸ τῶν κατωρθωκότων. Καὶ αὕτη ποτὲ μὲν ἐξ ἴσου ἡ σύγκρισις γίνεται, ὡς ἐνταῦθα καὶ ἐπὶ τῶν παρθένων· ποτὲ δὲ ἐκ τοῦ πλεονάζοντος, ὡς ὅταν λέγῃ, Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐπίστευσαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· καὶ, Βασίλισσα νότου κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε· καὶ ἀπὸ τοῦ ἰσάζοντος δὲ πάλιν, ὅτι Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται· καὶ πάλιν ἀπὸ τοῦ πλεονάζοντος· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτιγε βιωτικά; Καὶ ἐνταῦθα μέντοι ἀπὸ τοῦ ἰσάζοντος· καὶ γὰρ πλουσίους πλουσίοις, καὶ πένητας πένησι παραβάλλει. Οὐ ταύτῃ δὲ μόνον δείκνυσι τὴν ψῆφον δικαίως ἐκφερομένην, τῷ τοὺς ὁμοδούλους κατωρθωκέναι ἐν τοῖς αὐτοῖς ὄντας, ἀλλὰ καὶ τῷ μηδὲ ἐν τούτοις ὑπακοῦσαι, ἐν οἷς οὐδὲν ἡ πενία κώλυμα ἦν· οἷον, ἐν τῷ ποτίσαι διψῶντα, ἐν τῷ δεδεμένον ἰδεῖν, ἐν τῷ ἄῤῥωστον ἐπισκέψασθαι. Ἐγκωμιάσας δὲ τοὺς κατωρθωκότας, δείκνυσιν ὅσον ἄνωθεν ἦν αὐτῷ πρὸς αὐτοὺς τὸ φίλτρον. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Πόσων ἀγαθῶν τοῦτο τὸ ὄνομα ἀντάξιον, τὸ εὐλογημένους εἶναι, καὶ παρὰ Πατρὸς εὐλογημένους; Καὶ πόθεν τοσαύτης τιμῆς ἠξιώθησαν; τίς ἡ αἰτία; Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσης ταῦτα τιμῆς, πόσης μακαριότητος τὰ ῥήματα; Καὶ οὐκ εἶπε, λάβετε, ἀλλὰ, κληρονομήσατε, ὡς οἰκεῖα, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλόμενα. Πρὶν ἢ γὰρ ὑμᾶς γενέσθαι, φησὶ, ταῦτα ὑμῖν ἡτοίμαστο καὶ ηὐτρέπιστο, ἐπειδὴ ᾔδειν τοιούτους ἐσομένους ὑμᾶς. Καὶ ἀντὶ τίνων τοσαῦτα λαμβάνουσιν; Ἀντὶ στέγης, ἀντὶ ἱματίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδατος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον. Καὶ γὰρ πανταχοῦ τῆς χρείας ἐστίν· ἔστι δὲ καὶ ὅπου οὐδὲ τῆς χρείας. Οὐ γὰρ δήπου, ὅπερ ἔφην, ὁ κάμνων καὶ ὁ δεδεμένος τοῦτο ἐπιζητεῖ μόνον, ἀλλ' ὁ μὲν λυθῆναι, ὁ δὲ ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας. Ἀλλ' αὐτὸς, ἥμερος ὢν, τὰ εἰς δύναμιν ἀπαιτεῖ· μᾶλλον δὲ καὶ τῶν εἰς δύναμιν ἐλάττω, ἡμῖν καταλιμπάνων φιλοτιμεῖσθαι ἐν τῷ πλείονι. Ἐκείνοις δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι· οὐκέτι ὑπὸ τοῦ Πατρός· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα· εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον, οὐχ ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Περὶ μὲν γὰρ τῆς βασιλείας ὅτε ἔλεγε, Δεῦτε, κληρονομήσατε τὴν βασιλείαν, ἐπήγαγε, τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου· περὶ δὲ τοῦ πυρὸς οὐκέτι, ἀλλὰ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Ἐγὼ μὲν γὰρ τὴν μὲν βασιλείαν ὑμῖν ἡτοίμασα, τὸ δὲ πῦρ οὐκέτι ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐνεβάλετε, ἑαυτοὺς λογίζεσθε. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς, ὥσπερ ἀπολογούμενος αὐτοῖς, καὶ τὰς αἰτίας τίθησιν. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Εἰ γὰρ καὶ ἐχθρὸς ἦν ὁ προσιὼν, οὐχ ἱκανὰ τὰ πάθη καὶ τὸν ἀνελεῆ κατακλάσαι καὶ ἐπικάμψαι, λιμὸς, καὶ κρυμὸς, καὶ δεσμὰ, καὶ γυμνότης, καὶ ἀῤῥωστία, καὶ τὸ αἴθριον πλανᾶσθαι πανταχοῦ; Ταῦτα γὰρ καὶ ἔχθραν ἱκανὰ λῦσαι. Ἀλλὰ ὑμεῖς οὐδὲ εἰς φίλον ταῦτα ἐποίησατε, καὶ φίλον, καὶ εὐεργέτην καὶ Δεσπότην ὄντα. Καὶ κύνα μὲν ἂν ἴδωμεν πεινῶντα, πολλάκις ἐπικλώμεθα· καὶ θηρίον ἂν θεασώμεθα, ἐπικαμπτόμεθα· τὸν δὲ Δεσπότην ὁρῶν οὐκ ἐπικάμπτῃ; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ γὰρ τοῦτο μόνον ἦν, οὐχ ἱκανὸν εἰς ἀντίδοσιν; οὐ λέγω τὸ ἀκοῦσαι φωνῆς τοιαύτης ἐπὶ τῆς οἰκουμένης παρὰ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ πατρικοῦ, καὶ βασιλείας τυχεῖν, ἀλλ' αὐτὸ τὸ ἐργάσασθαι οὐχ ἱκανὸν εἰς ἀμοιβήν; Νυνὶ δὲ καὶ τῆς οἰκουμένης παρούσης, καὶ τῆς ἀῤῥήτου δόξης ἐκείνης φαινομένης, ἀνακηρύττει σε καὶ στεφανοῖ, καὶ ὁμολογεῖ τὸν τροφέα καὶ τὸν ξενοδόχον· καὶ οὐκ αἰσχύνεται τοιαῦτα λέγων, ἵνα σοι λαμπρότερον ποιήσῃ τὸν στέφανον. Διὰ δὴ τοῦτο καὶ οὗτοι δικαίως κολάζονται, κἀκεῖνοι στεφανοῦνται, κατὰ χάριν. Κἂν γὰρ μυρία ὦσι πεποιηκότες, χάριτός ἐστιν ἡ φιλοτιμία, τὸ ἀντὶ μικρῶν οὕτω καὶ εὐτελῶν, οὐρανὸν τοσοῦτον καὶ βασιλείαν καὶ τηλικαύτην αὐτοῖς δοθῆναι τιμήν. Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Πάλιν εὐκαίρως περὶ τοῦ πάθους διαλέγεται, ὅτε βασιλείας ἀνέμνησε, καὶ τῆς ἀντιδόσεως τῆς ἐκεῖ, καὶ τῆς ἀθανάτου κολάσεως· ὡσανεὶ ἔλεγε· Τί δεδοίκατε ἐπὶ τοῖς προσκαίροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων ἀγαθῶν;