Ancient Greek · ~18 min
Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ διαιρήσει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τοὺς μὲν ἀποδέξεται, ὅτι πεινῶντα αὐτὸν ἔθρεψαν, καὶ διψῶντα ἐπότισαν, καὶ ξένον ὄντα συνήγαγον, καὶ γυμνὸν ὄντα περιέβαλον, καὶ ἀσθενοῦντα ἐπεσκέψαντο, καὶ ἐν φυλακῇ ὄντα εἶδον· καὶ δώσει τὴν βασιλείαν αὐτοῖς. Τοὺς δὲ ἐπὶ τοῖς ἐναντίοις διαβάλλων, πέμψει εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-75
Not analysed yet
Σὺ δέ μοι σκόπει πῶς τὸ μάλιστα λυποῦν αὐτοὺς καινοτέρως μεθώδευσε καὶ συνεσκίασεν ἐν τοῖς ἔμπροσθεν ἅπασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οἴδατε ὅτι μετὰ δύο ἡμέρας παραδίδομαι· ἀλλὰ τί; Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται· καὶ τότε ἐπήγαγεν, ὅτι παραδίδοται εἰς τὸ σταυρωθῆναι· δεικνὺς μυστήριον ὂν τὸ γινόμενον, καὶ ἑορτὴν καὶ πανήγυριν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης τελουμένην, καὶ ὅτι προειδὼς ἅπαντα ἔπασχε. Διὰ δὴ τοῦτο, ὡς ἀρκοῦντος τούτου εἰς παραμυθίαν αὐτοῖς, οὐδὲ εἶπεν αὐτοῖς τι νῦν περὶ ἀναστάσεως· περιττὸν γὰρ ἦν, τοσαῦτα διαλεχθέντα περὶ αὐτῆς πάλιν εἰπεῖν. Καὶ ἄλλως δὲ, ὅπερ εἶπον, δείκνυσιν ὅτι καὶ αὐτὸ τὸ παθεῖν μυρίων ἀπαλλαγὴ κακῶν, διὰ τοῦ Πάσχα τῶν παλαιῶν εὐεργετημάτων τῶν κατ' Αἴγυπτον ἀναμνήσας αὐτούς. Τότε συνήχθησαν οἱ ἀρχιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύοντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι, καὶ ἀποκτείνωσιν. Ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. Εἶδες τὴν ἄφατον τῶν Ἰουδαϊκῶν πραγμάτων διαφθοράν; Παρανόμοις πράγμασιν ἐπιχειροῦντες, πρὸς τὸν ἀρχιερέα ἔρχονται, ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν λαβεῖν, ὅθεν κωλύεσθαι ἔδει. Καὶ πόσοι ἦσαν οἱ ἀρχιερεῖς; Ὁ γὰρ νόμος ἕνα εἶναι βούλεται· ἀλλὰ τότε πολλοὶ ἦσαν. Ὅθεν δῆλον, ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι. Ὁ μὲν γὰρ Μωϋσῆς, ὅπερ ἔφην, ἕνα εἶναι ἐκέλευσε, καὶ τελευτήσαντος τότε ἕτερον γίνεσθαι, καὶ τῇ ζωῇ τῇ τούτου τὴν φυγὴν ἐμέτρει τῶν ἀκουσίως ἐργασαμένων φόνον. Πῶς οὖν τότε πολλοὶ ἀρχιερεῖς; Ἐνιαυσιαῖοι ὕστερον ἐγένοντο Καὶ τοῦτο ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ὅτε περὶ τοῦ Ζαχαρίου διελέγετο, εἰπὼν ἐξ ἐφημερίας αὐτὸν εἶναι Ἀβιά. Αὐτοὺς οὖν ἐνταῦθά φησιν ἀρχιερεῖς, τοὺς ἀπὸ ἀρχιερέων. Τί δὲ συνεβουλεύσαντο; ἵνα κρατήσωσιν αὐτὸν λάθρα, ἢ ἵνα ἀνέλωσιν; Ἀμφότερα· ἐδεδοίκεισαν γὰρ τὸν λαόν. Διὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν· ἔλεγον γὰρ, Μὴ ἐν τῇ ἑορτῇ. Ὁ μὲν γὰρ διάβολος, ἵνα μὴ φανερὸν καταστήσῃ τὸ πάθος, οὐκ ἐβούλετο ἐν τῷ Πάσχα· ἐκεῖνοι δὲ, ἵνα μὴ θόρυβος γένηται. Σκόπει τοίνυν αὐτοὺς φοβουμένους, οὐ τὰ τοῦ Θεοῦ, οὐδὲ μὴ μίασμα αὐτοῖς μεῖζον ἀπὸ τοῦ καιροῦ γένηται· ἀλλὰ πανταχοῦ τὰ ἀνθρώπινα. Ἀλλ' ὅμως τῷ θυμῷ ζέοντες, πάλιν μετέθεντο. Εἰπόντες γὰρ, Μὴ ἐν τῇ ἑορτῇ, ἐπειδὴ τὸν προδότην εὗρον, οὐκ ἠνέσχοντο τοῦ καιροῦ, ἀλλ' ἐν αὐτῇ κατέσφαξαν. Διατί δὲ αὐτὸν τότε κατέσχον; Καὶ τῷ θυμῷ ζέοντες, ὅπερ εἶπον, καὶ τότε αὐτὸν εὑρήσειν προσεδόκησαν, καὶ πάντα ὥσπερ πεπηρωμένοι ἔπραττον. Εἰ καὶ τὰ μάλιστα αὐτὸς τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν οἰκείαν ἐκέχρητο οἰκονομίαν, οὐ μὴν διὰ τοῦτο ἀνεύθυνοι, ἀλλὰ μυρίων ἄξιοι κολάσεων ἀπὸ τῆς γνώμης. Ὅτε γοῦν ἅπαντας ἀπολύεσθαι ἔδει καὶ τοὺς ὑπευθύνους, τότε οὗτοι τὸν ἀθῶον ἀνεῖλον, τὸν μυρία εὐεργετηκότα, καὶ τῶν ἐθνῶν τέως ὑπεριδόντα δι' αὐτούς. Ἀλλὰ, ὢ τῆς φιλανθρωπίας. τοὺς οὕτω μοχθηροὺς, τοὺς [οὕτω σκαιοὺς καὶ] μυρίων γέμοντας κακῶν, πάλιν σώζει, καὶ πέμπει σφαγησομένους ὑπὲρ αὐτῶν τοὺς ἀποστόλους, καὶ δι' αὐτῶν ἱκετηρίαν τίθησιν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν. Τοιαῦτα τοίνυν παραδείγματα ἔχοντες, οὐ λέγω, Ἀποθάνωμεν ὑπὲρ τῶν ἐχθρῶν· ἔδει μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἡμεῖς, ἐκεῖνο λέγω τέως· Κἂν μὴ βασκαίνωμεν τοῖς φίλοις, μὴ φθονῶμεν τοῖς εὐεργετοῦσιν. Οὐ λέγω τέως, Τοὺς κακῶς ποιοῦντας εὐεργετήσωμεν· ἐπιθυμῶ μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἐπειδὴ παχύτεροι ὑμεῖς, κἂν μὴ ἀμύνησθε. Μὴ γὰρ σκηνή τίς ἐστι τὰ ἡμέτερα, καὶ ὑπόκρισις; Τί δήποτε ἐκ διαμέτρου πρὸς τὰ πράγματα ἵστασθε; Οὐχ ἁπλῶς γέγραπται τά τε ἄλλα, καὶ ὅσα παρ' αὐτὸν τὸν σταυρὸν εἰργάσατο, δυνάμενα αὐτοὺς ἀνακαλέσασθαι· ἀλλ' ἵνα μιμήσῃ τὴν ἀγαθότητα, ἵνα ζηλώσῃς τὴν φιλανθρωπίαν. Καὶ γὰρ καὶ ὑπτίους ἔῤῥιψε, καὶ τὸ ὠτίον ἀπεκατέστησε τοῦ οἰκέτου, καὶ μετ' ἐπιεικείας διελέχθη· καὶ μεγάλα ἄνω ὢν ἐπεδείξατο θαύματα, τὰς ἀκτῖνας ἀποστρέφων, τὰς πέτρας ῥηγνὺς, τοὺς τετελευτηκότας ἐγείρων, τὴν γυναῖκα τοῦ δικάζοντος φοβῶν δι' ὀνειράτων, ἐν αὐτῇ τῇ κρίσει πᾶσαν πραότητα ἐπιδειξάμενος, θαυμάτων οὐχ ἧττον δυναμένην αὐτοὺς ἐπισπάσασθαι, μυρία προλέγων ἐν τῷ δικαστηρίῳ, ἐν αὐτῷ τῷ σταυρῷ βοῶν, Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Ταφεὶς δὲ, πόσα ἐπεδείξατο πρὸς τὴν ἐκείνων σωτηρίαν; ἀναστὰς δὲ, οὐκ εὐθέως Ἰουδαίους ἐκάλεσεν; οὐκ ἄφεσιν ἔδωκεν ἁμαρτημάτων; οὐ τὰ μυρία ἀγαθὰ προὔθηκε; Τί τούτου παραδοξότερον; Οἱ σταυρώσαντες καὶ φόνου πνέοντες, μετὰ τὸ σταυρῶσαι γεγόνασιν υἱοὶ Θεοῦ. Τί ταύτης ἴσον τῆς κηδεμονίας; Ταῦτα ἀκούσαντες ἐγκαλυψώμεθα, ὅτι τοσοῦτον ἀφεστήκαμεν τούτου, ὃν μιμεῖσθαι κελευόμεθα. Ἴδωμεν κἂν τὸ διάστημα ὅσον, ἵνα κἂν καταγνῶμεν ἑαυτῶν, τούτοις πολεμοῦντες, ὑπὲρ ὧν ὁ Χριστὸς τὴν ψυχὴν ἔδωκε· καὶ οὐ βουλόμενοι καταλλαγῆναι, οὓς ἵνα καταλλάξῃ, οὔτε σφαγῆναι παρῃτήσατο· εἰ μὴ καὶ τοῦτο δαπάνη τίς ἐστι, καὶ χρημάτων ἀνάλωμα, ὅπερ ἐν τῇ ἐλεημοσύνῃ προβάλλεσθε.