Ancient Greek · ~10 min
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3
Not analysed yet
Ἔστι δέ τι μετὰ τῶν εἰρημένων καὶ ἕτερον, δι' ὃ καὶ τῆς ἱστορίας ταύτης ἐμνημόνευσεν. Οὐδὲ γὰρ ἁπλῶς προσέῤῥιπται τῷ Φαρὲς ὁ Ζαρά. Καὶ γὰρ παρέλκον ἦν καὶ περισσὸν, τοῦ Φαρὲς μεμνημένον, ἀφ' οὗ τὸν Χριστὸν ἔμελλε γενεαλογεῖν, καὶ τοῦ Ζαρὰ μνησθῆναι πάλιν. Τίνος οὖν ἕνεκεν ἐμνήσθη; Ἡνίκα ἔμελλεν αὐτοὺς τίκτειν ἡ Θάμαρ, τῶν ὠδίνων παραγενομένων, ἐξήνεγκε πρῶτος ὁ Ζαρὰ τὴν χεῖρα· εἶτα ἡ μαῖα θεασαμένη τοῦτο, ὥστε γνώριμον εἶναι τὸν πρῶτον, κοκκίνῳ τὴν χεῖρα ἔδησεν· ὡς δὲ ἐδέθη, συνέστειλε τὸ παιδίον τὴν χεῖρα, καὶ συστείλαντος ἐκείνου προῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ Ζαρά. Ταῦτα ἰδοῦσα ἡ μαῖά φησι· Τί διεκόπη διὰ σὲ φραγμός; Εἶδες μυστηρίων αἰνίγματα; Οὐ γὰρ ἁπλῶς ταῦτα ἡμῖν ἀναγέγραπται· οὐδὲ γὰρ ἱστορίας ἄξιον ἦν τὸ μαθεῖν, τί ποτε ἐφθέγξατο ἡ μαῖα· οὐδὲ διηγήσεως τὸ γνῶναι, ὅτι τὴν χεῖρα προήκατο πρῶτος ὁ δεύτερος ἐξελθών. Τί οὖν ἐστι τὸ αἴνιγμα; Πρῶτον ἀπὸ τῆς προσηγορίας τοῦ παιδίου μανθάνομεν τὸ ζητούμενον· τὸ γὰρ Φαρὲς διαίρεσίς ἐστι καὶ διακοπή. Ἔπειτα ἀπ' αὐτοῦ τοῦ συμβάντος· οὐδὲ γὰρ φυσικῆς ἀκολουθίας ἦν, τὴν χεῖρα ἐκβαλόντα συστεῖλαι πάλιν δεθέντα· οὐδὲ γὰρ κινήσεως ἦν λογικῆς ταῦτα, οὐδὲ ἀπὸ φυσικῆς γέγονεν ἀκολουθίας. Προεκπεσούσης μὲν γὰρ τῆς χειρὸς, ἕτερον προεξελθεῖν, ἴσως φυσικόν· τὸ δὲ συστεῖλαι ταύτην, καὶ ἑτέρῳ δοῦναι πάροδον, οὐκέτι κατὰ τὸν τῶν τικτομένων νόμον ἦν· ἀλλ' ἡ τοῦ Θεοῦ χάρις παρῆν τοῖς παιδίοις ταῦτα οἰκονομοῦσα, καὶ εἰκόνα ἡμῖν τινα τῶν μελλόντων ὑπογράφουσα δι' αὐτῶν. Τί οὖν; Φασί τινες τῶν ταῦτα ἀκριβῶς ἐξητακότων, ὅτι τῶν δύο λαῶν τύπος ἐστὶ ταῦτα τὰ παιδία. Εἶτα ἵνα μάθῃς ὅτι τοῦ δευτέρου λαοῦ ἡ πολιτεία προεξέλαμψε τῆς τοῦ προτέρου γεννήσεως, τὴν χεῖρα ἐκτεινομένην ἔχον τὸ παιδίον οὐχ ὁλόκληρον ἑαυτὸ δείκνυσιν, ἀλλὰ καὶ αὐτὴν συστέλλει πάλιν· καὶ μετὰ τὸ ὁλόκληρον ἐξολισθῆσαι τὸν ἀδελφὸν, τότε καὶ αὐτὸς ὅλος φαίνεται· ὃ καὶ ἐπὶ τῶν λαῶν ἀμφοτέρων γέγονε. Τῆς γὰρ πολιτείας τῆς ἐκκλησιαστικῆς ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ χρόνοις φανείσης, εἶτα ἐν τῷ μέσῳ συσταλείσης, ἦλθεν ὁ Ἰουδαϊκὸς λαὸς καὶ ἡ νομικὴ πολιτεία, καὶ τότε ὁλόκληρος ὁ νέος ἐφάνη λαὸς μετὰ τῶν αὑτοῦ νόμων. Διὸ καὶ ἡ μαῖά φησιν· Τί διεκόπη διὰ σὲ φραγμός; Ὅτι τῆς πολιτείας τὴν ἐλευθερίαν ἐπεισελθὼν ὁ νόμος διέκοψε. Καὶ γὰρ φραγμὸν ἀεὶ τὸν νόμον ἡ Γραφὴ καλεῖν εἴωθεν· ὥσπερ καὶ ὁ προφήτης φησί· Καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν· καὶ, Φραγμὸν αὐτῇ περιέθηκα· καὶ ὁ Παῦλος, Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.