Ancient Greek
Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-17
Not analysed yet
Εἰ δὲ καὶ ἐχρῆν γυμνὸν περιιέναι διὰ τοιαύτην φιλοσοφίαν, οὐδὲ οὕτως αἰσχρὸν ἦν. Ἐπεὶ καὶ ὁ Ἀδὰμ γυμνὸς ἦν ἐν τῷ παραδείσῳ, καὶ οὐκ ᾐσχύνετο· καὶ ὁ Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, καὶ πάντων Ἰουδαίων λαμπρότερος ἦν· καὶ ὁ Ἰωσὴφ δὲ, ὅτε ἀπεδύσατο, τότε μάλιστα ἔλαμψεν. Οὐ γὰρ τὸ οὕτω γυμνοῦσθαι κακὸν, ἀλλὰ τὸ οὕτως ἐνδύεσθαι, καθάπερ νῦν ἡμεῖς ἱματίοις πολυτελέσι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. Διά τοι τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπῄνεσε, τούτοις δὲ ἐγκαλεῖ, καὶ διὰ προφητῶν καὶ δι' ἀποστόλων. Μὴ τοίνυν ἀδύνατα εἶναι νομίζωμεν τὰ ἐπιτάγματα. Καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν· καὶ τοσοῦτον ἔχει τὸ κέρδος, ὡς μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ ἐκείνους τοὺς ἐπηρεάζοντας τὰ μέγιστα ὠφελεῖν. Καὶ τοῦτο μάλιστα αὐτῶν ἐστι τὸ ἐξαίρετον, ὅτι πείθοντες ἡμᾶς πάσχειν κακῶς, διὰ τῶν αὐτῶν καὶ τοὺς ποιοῦντας διδάσκουσι φιλοσοφεῖν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἡγῆται μέγα τὸ τὰ ἑτέρων λαμβάνειν, σὺ δὲ αὐτῷ δείξῃς, ὅτι σοι κοῦφον καὶ ἃ μὴ αἰτεῖ δοῦναι, καὶ ἀντίῤῥοπον φιλοτιμίαν εἰσαγάγῃς τῆς ἐκείνου πτωχείας, καὶ φιλοσοφίαν τῆς ἐκείνου πλεονεξίας, ἐννόησον ὅσης ἀπολαύσεται διδασκαλίας, οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν παιδευόμενος καταφρονεῖν μὲν κακίας, ἐφίεσθαι δὲ ἀρετῆς. Οὐδὲ γὰρ ἑαυτοῖς χρησίμους ἡμᾶς εἶναι βούλεται ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς πλησίον ἅπασιν. Ἂν μὲν οὖν δῷς, καὶ μὴ δικάσῃ, τὸ σαυτοῦ συμφέρον ἐζήτησας μόνον· ἂν δὲ προσδῷς καὶ ἕτερον, κἀκεῖνον βελτίω ποιήσας ἐξέπεμψας. Τοιοῦτόν ἐστι τὸ ἅλας, ὅπερ αὐτοὺς εἶναι βούλεται· καὶ γὰρ ἑαυτὸ συγκροτεῖ, καὶ τὰ ἄλλα διακρατεῖ σώματα, οἷς ἂν ὁμιλήσῃ· τοιοῦτόν ἐστι τὸ φῶς· καὶ γὰρ ἑαυτῷ καὶ τοῖς ἄλλοις φαίνει. Ἐπεὶ οὖν ἐν τάξει σε τούτων κατέστησε, ὠφέλησον καὶ τὸν ἐν σκότῳ καθήμενον, καὶ δίδαξον αὐτὸν, ὅτι οὐδὲ τὸ πρότερον βίᾳ ἔλαβε· πεῖσον ὅτι οὐκ ἐπηρέασεν. Οὕτω γὰρ καὶ αὑτὸς αἰδεσιμώτερος ἔσῃ καὶ σεμνότερος, ἐὰν δείξῃς ὅτι ἐχαρίσω, καὶ οὐχ ἡρπάγης. Ποίησον τοίνυν αὐτοῦ τὴν ἁμαρτίαν διὰ τῆς σῆς ἐπιεικείας φιλοτιμίαν σήν. Εἰ δὲ μέγα τοῦτο εἶναι νομίζεις, ἀνάμεινον, καὶ ὄψει σαφῶς, ὅτι οὐδέπω πρὸς τὸ τέλειον ἀπήντηκας. Οὐδὲ γὰρ ἐνταῦθα ἵσταταί σοι ὁ τοὺς περὶ ἀνεξικακίας τιθεὶς νόμους, ἀλλὰ καὶ περαιτέρω πρόεισιν, οὕτω λέγων· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο. Εἶδες ὑπερβολὴν φιλοσοφίας; Μετὰ γοῦν τὸ δοῦναι τὸν χιτῶνα καὶ τὸ ἱμάτιον, οὐδὲ εἰ γυμνῷ τῷ σώματι χρῆσθαι βούλοιτο ὁ ἐχθρὸς πρὸς ταλαιπωρίας καὶ πόνους, οὐδὲ οὕτως αὐτὸν δεῖ κωλύειν, φησί. Πάντα γὰρ βούλεται κεκτῆσθαι ἡμᾶς κοινὰ, καὶ τὰ σώματα καὶ τὰ χρήματα, καὶ τοῖς δεομένοις καὶ τοῖς ὑβρίζουσι· τὸ μὲν γὰρ ἀνδρείας, τὸ δὲ φιλανθρωπίας ἐστί. Διὰ τοῦτο ἔλεγεν· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο· ἀνωτέρω σε ἀνάγων πάλιν, καὶ τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείκνυσθαι κελεύων. Εἰ γὰρ ἅπερ ἀρχόμενος ἔλεγεν, ἐλάττονα ὄντα τούτων πολλῷ, τοσούτους ἔχει μακαρισμοὺς, ἐννόησον οἵα λῆξις τοὺς ταῦτα κατορθοῦντας ἀναμένει, καὶ τίνες καὶ πρὸ τῶν ἐπάθλων γίνονται, ἐν ἀνθρωπίνῳ σώματι καὶ παθητῷ ἀπάθειαν ἅπασαν κατορθοῦντες. Ὅταν γὰρ μήτε ὕβρεσι καὶ πληγαῖς, μήτε χρημάτων ἀφαιρέσει δάκνωνται, μήτε ἄλλῳ μηδενὶ εἴκωσι τοιούτῳ, ἀλλὰ καὶ ἐπιδαψιλεύωνται τῷ πάθει μᾶλλον, σκόπησον οἵα αὐτοῖς κατασκευάζεται ἡ ψυχή. Διὰ δὴ τοῦτο ὅπερ ἐπὶ τῶν πληγῶν, ὅπερ ἐπὶ τῶν χρημάτων, τοῦτο καὶ ἐνταῦθα ἐκέλευσε ποιεῖν. Τί γὰρ λέγω, φησὶν, ὕβριν καὶ χρήματα; Κἂν αὐτῷ τῷ σώματί σου βούληται εἰς πόνον χρήσασθαι καὶ κάματον, καὶ τοῦτο ἀδίκως, πάλιν νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκείνου. Τὸ γὰρ ἀγγαρεῦσαι τοῦτό ἐστι, τὸ ἀδίκως ἑλκύσαι, καὶ ἄνευ λόγου τινὸς, καὶ ἐπηρεάζοντα. Ἀλλ' ὅμως καὶ πρὸς τοῦτο ἔσο παρατεταγμένος, ὥστε πλέον παθεῖν, ἢ ἐκεῖνος βούλεται ποιῆσαι. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Ταῦτα ἐκείνων ἐλάττονα· ἀλλὰ μὴ θαυμάσῃς· τοῦτο γὰρ εἴωθεν ἀεὶ ποιεῖν, ἀναμιγνὺς τοῖς μεγάλοις τὰ μικρά. Εἰ δὲ ταῦτα μικρὰ πρὸς ἐκεῖνα, ἀκουέτωσαν οἱ τὰ ἑτέρων λαμβάνοντες, οἱ πόρναις τὰ ἑαυτῶν διανέμοντες, καὶ διπλῆν ἑαυτοῖς ἀνάπτοντες πυρὰν, καὶ διὰ τῆς προσόδου τῆς ἀδίκου, καὶ διὰ τῆς δαπάνης τῆς ὀλεθρίας. Δάνεισμα δὲ ἐνταῦθα οὐ τὸ μετὰ τῶν τόκων λέγει συμβόλαιον, ἀλλὰ τὴν χρῆσιν ἁπλῶς. Ἀλλαχοῦ δὲ αὐτὸ καὶ ἐπιτείνει, λέγων ἐκείνοις διδόναι, παρ' ὧν οὐ προσδοκῶμεν ἀπολαμβάνειν. Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὅρα τὴν κορωνίδα τῶν ἀγαθῶν πῶς ἐπέθηκεν ἐσχάτην. Διὰ γὰρ τοῦτο παιδεύει, μὴ μόνον ῥαπιζόμενον φέρειν, ἀλλὰ καὶ παρέχειν τὴν δεξιὰν σιαγόνα, μηδὲ μόνον τῷ χιτῶνι τὸ ἱμάτιον προστιθέναι, ἀλλὰ καὶ δύο συνοδεύειν μίλια τῷ ἓν ἀγγαρεύοντι, ἵνα τὸ πολλῷ πλέον τούτων μετ' εὐκολίας δέξῃ πάσης. Καὶ τί τούτων πλέον ἐστί; φησί. Τὸ τὸν ποιοῦντα ταῦτα μηδὲ ἐχθρὸν ἔχειν· μᾶλλον δὲ καὶ τούτου ἕτερόν τι πλέον. Οὐ γὰρ εἶπε, Μὴ μισήσῃς, ἀλλὰ, Ἀγάπησον· οὐκ εἶπε, Μὴ ἀδικήσῃς, ἀλλὰ, Καλῶς ποίησον.