Ancient Greek · ~16 min
Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-18
Not analysed yet
Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ τούτων αὐτῶν ἑτέραν ὄψεται προσθήκην πολλῷ μείζονα τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἐκέλευσεν ἀγαπᾷν, ἀλλὰ καὶ εὔχεσθαι. Εἶδες ὅσους ἀνέβη βαθμοὺς, καὶ πῶς εἰς αὐτὴν ἡμᾶς τὴν κορυφὴν ἔστησε τῆς ἀρετῆς; Σκόπει δὲ ἄνωθεν ἀριθμῶν. Πρῶτός ἐστι βαθμὸς, μὴ ἄρχειν ἀδικίας· δεύτερος, μετὰ τὸ ἄρξασθαι, τοῖς ἴσοις ἀμύνασθαι· τρίτος, μὴ δρᾶσαι τὸν ἐπηρεάζοντα ταῦτα ἃ ἔπαθεν, ἀλλ' ἡσυχάσαι· τέταρτος, τὸ καὶ παρασχεῖν ἑαυτὸν εἰς τὸ παθεῖν κακῶς· πέμπτος, τὸ καὶ πλέον παρασχεῖν ἢ ἐκεῖνος βούλεται ὁ ποιήσας· ἕκτος, τὸ μὴ μισῆσαι τὸν ταῦτα ἐργασάμενον· ἕβδομος, τὸ καὶ ἀγαπῆσαι· ὄγδοος, τὸ καὶ εὐεργετῆσαι· ἔννατος, τὸ καὶ τὸν Θεὸν ὑπὲρ αὐτοῦ παρακαλεῖν. Εἶδες ὕψος φιλοσοφίας; Διά τοι τοῦτο καὶ λαμπρὸν τὸ ἔπαθλον ἔχει. Ἐπειδὴ γὰρ μέγα ἦν τὸ ἐπίταγμα, καὶ νεανικῆς δεόμενον ψυχῆς καὶ πολλῆς τῆς σπουδῆς, καὶ μισθὸν αὐτῷ τίθησι τοιοῦτον, οἷον οὐδενὶ τῶν προτέρων. Οὐ γὰρ γῆς ἐνταῦθα μέμνηται, καθάπερ ἐπὶ τῶν πράων· οὔτε παρακλήσεως καὶ ἐλέου, καθάπερ ἐπὶ τῶν πενθούντων καὶ ἐλεημόνων· οὔτε βασιλείας οὐρανῶν· ἀλλ' ὃ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους τῷ Θεῷ, ὡς ἀνθρώπους γενέσθαι εἰκός. Ὅπως γὰρ γένησθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Σὺ δέ μοι παρατήρει, πῶς οὐδὲ ἐνταῦθα, οὐδὲ ἐν τοῖς ἔμπροσθεν Πατέρα ἑαυτοῦ καλεῖ· ἀλλ' ἐκεῖ μὲν Θεὸν καὶ βασιλέα μέγαν, ὅτε περὶ τῶν ὅρκων διελέγετο· ἐνταῦθα δὲ Πατέρα αὐτῶν. Ποιεῖ δὲ τοῦτο, τῷ προσήκοντι καιρῷ τοὺς περὶ τούτων τηρῶν λόγους. Εἶτα καὶ προσάγων τὴν ὁμοιότητα, φησὶν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ γὰρ αὐτὸς οὐ μόνον οὐ μισεῖ, φησὶν, ἀλλὰ καὶ εὐεργετεῖ τοὺς ὑβρίζοντας. Καίτοιγε οὐδαμοῦ τὸ γινόμενον ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν. Σὺ μὲν γὰρ παρὰ τοῦ ὁμοδούλου καταφρονῇ, ἐκεῖνος δὲ παρὰ τοῦ δούλου καὶ μυρία εὐεργετηθέντος· καὶ σὺ μὲν ῥήματα χαρίζῃ εὐχόμενος ὑπὲρ αὐτοῦ, αὐτὸς δὲ πράγματα πολὺ μεγάλα καὶ θαυμαστὰ, τὸν ἥλιον ἀνάπτων, καὶ τοὺς ἐτησίους ὄμβρους διδούς. Ἀλλ' ὅμως καὶ οὕτω δίδωμι ἴσον εἶναι, ὡς ἄνθρωπον ἐγχωρεῖ εἶναι. Μὴ τοίνυν μίσει τὸν ποιοῦντα κακῶς, τοιούτων ὄντα σοι πρόξενον ἀγαθῶν, καὶ εἰς τοσαύτην ἄγοντά σε τιμήν· μὴ καταρῶ τῷ ἐπηρεάζοντι· ἐπεὶ τὸν μὲν πόνον ὑπέστης, τοῦ δὲ καρποῦ ἀπεστερήθης· καὶ τὴν μὲν ζημίαν οἴσεις, τὸν δὲ μισθὸν ἀπολεῖς· ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, τὸ χαλεπώτερον ὑπομείναντας, τὸ ἔλαττον τούτου μὴ φέρειν. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησί. Θεὸν ἰδὼν ἄνθρωπον γενόμενον, καὶ τοσοῦτον καταβάντα, καὶ τοσαῦτα παθόντα διὰ σὲ, ἐρωτᾷς ἔτι καὶ ἀμφιβάλλεις, πῶς δυνατὸν τοῖς ὁμοδούλοις ἀφεῖναι τὰς ἀδικίας; Οὐκ ἀκούεις αὐτοῦ ἐν τῷ σταυρῷ λέγοντος· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ὁ ἀναβὰς ἄνω καὶ καθήμενος ἐν δεξιᾷ ἐντυγχάνει ὑπὲρ ἡμῶν, Οὐχ ὁρᾷς ὅτι καὶ μετὰ τὸν σταυρὸν καὶ μετὰ τὴν ἀνάληψιν, τοῖς ἀνῃρηκόσιν Ἰουδαίοις ἔπεμπε τοὺς ἀποστόλους τὰ μυρία οἴσοντας ἀγαθὰ, καὶ ταῦτα μυρία μέλλοντας παρ' αὐτῶν πάσχειν δεινά; Ἀλλὰ σὺ μεγάλα ἠδίκησαι; Καὶ τί τοιοῦτον πέπονθας, οἷον ὁ σὸς Δεσπότης, δεσμούμενος, μαστιζόμενος, ῥαπιζόμενος, παρὰ οἰκετῶν ἐμπτυόμενος, θάνατον ὑπομένων, καὶ θάνατον τὸν θανάτων ἁπάντων αἴσχιστον, μετὰ μυρίας εὐεργεσίας; Εἰ δὲ καὶ μεγάλα ἠδίκησαι, καὶ διὰ τοῦτο μάλιστα εὐεργέτησον, ἵνα καὶ σαυτῷ λαμπρότερον ποιήσῃς τὸν στέφανον, καὶ τὸν ἀδελφὸν τῆς ἐσχάτης ἀπαλλάξῃς ἀῤῥωστίας. Ἐπεὶ καὶ οἱ ἰατροὶ, ὅταν λακτίζωνται καὶ ὑβρίζωνται παρὰ τῶν μαινομένων, τότε μάλιστα αὐτοὺς ἐλεοῦσι, καὶ παρασκευάζονται πρὸς τὴν ἐκείνων διόρθωσιν, εἰδότες ὅτι τῆς ὑπερβολῆς τοῦ νοσήματος ἡ ὕβρις ἐστί. Καὶ σὺ τοίνυν ταύτην περὶ τῶν ἐπιβουλευόντων ἔχε τὴν γνώμην, καὶ οὕτω κέχρησο τοῖς ἀδικοῦσιν· ἐκεῖνοι γάρ εἰσι μάλιστα οἱ νοσοῦντες καὶ τὴν βίαν ὑπομένοντες ἅπασαν. Ἀπάλλαξον τοίνυν αὐτὸν τῆς χαλεπῆς ταύτης ἐπηρείας, καὶ δὸς ἀφεῖναι τὴν ὀργὴν, καὶ δαίμονος ἐλευθέρωσον χαλεποῦ, τοῦ θυμοῦ. Καὶ γὰρ δαιμονῶντας ἐὰν ἴδωμεν, δακρύομεν, οὐχὶ καὶ αὐτοὶ σπουδάζομεν δαιμονᾷν. Τοῦτο καὶ νῦν ποιῶμεν ἐπὶ τῶν ὀργιζομένων· καὶ γὰρ ἐκείνοις ἐοίκασιν οἱ θυμούμενοι· μᾶλλον δὲ κἀκείνων εἰσὶν ἀθλιώτεροι, μετὰ αἰσθήσεως μαινόμενοι. Διὸ καὶ ἀσύγγνωστος αὐτῶν ἡ παραπληξία.