Ancient Greek · ~17 min
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἰσελθὼν προσεκύνει αὐτὸν λέγων· Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτὴν, καὶ ζήσεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-29
Not analysed yet
Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ μετὰ τὸ γενέσθαι τὰ θαύματα ἀπιστοῦσιν ἄνθρωποι, προκαταλαμβάνει ταῖς οἰκείαις ἀποκρίσεσιν αὐτούς· ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου γέγονε, καὶ ἐπὶ τοῦ Μωϋσέως. Καὶ γὰρ Μωϋσῇ φησι· Τί τοῦτο τὸ ἐν τῇ χειρί σου; ἵν' ὅταν ἴδῃ ὄφιν γεγενημένον, μὴ ἐπιλάθηται ὅτι ῥάβδος ἦν πρὸ τούτου, ἀλλὰ τῆς οἰκείας ἀναμνησθεὶς φωνῆς ἐκπλαγῇ τὸ γινόμενον. Καὶ ἐπὶ τοῦ Λαζάρου φησί· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ὅτι Ὄζει, τεταρταῖος γάρ ἐστι, μηκέτι ἀπιστεῖν ἔχωσιν, ὅτι νεκρὸν ἀνέστησεν. Ἰδὼν τοίνυν τὰ κύμβαλα καὶ τοὺς ὄχλους, ἐξήγαγεν ἅπαντας, καὶ παρόντων τῶν γονέων θαυματουργεῖ, οὐχ ἑτέραν ἐπεισάγων ψυχὴν, ἀλλ' αὐτὴν τὴν ἐξελθοῦσαν ἐπανάγων, καὶ ὥσπερ ἐξ ὕπνου διεγείρων. Κατέχει δὲ τῆς χειρὸς, πληροφορῶν τοὺς ὁρῶντας, ὥστε προοδοποιῆσαι διὰ τῆς ὄψεως τῇ πίστει τῆς ἀναστάσεως. Ὁ μὲν γὰρ πατὴρ ἔλεγεν, Ἐπίθες τὴν χεῖρα· αὐτὸς δέ τι πλέον ποιεῖ· οὐ γὰρ ἐπιτίθησιν, ἀλλὰ καὶ κατασχὼν ἀνίστησι, δεικνὺς ὅτι πάντα αὐτῷ ἕτοιμα. Καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τροφὴν κελεύει δοῦναι, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ γεγενημένον. Καὶ οὐκ αὐτὸς δίδωσιν, ἀλλ' ἐκείνοις κελεύει· ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, καὶ μετὰ ταῦτα κοινωνὸν ποιεῖ τῆς τραπέζης. Καὶ γὰρ ἀμφότερα ἀεὶ κατασκευάζειν εἴωθε, καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας ἁπάσης τὴν ἀπόδειξιν ποιούμενος. Σὺ δέ μοι μὴ τὴν ἀνάστασιν σκόπει μόνον, ἀλλ' ὅτι καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· καὶ τοῦτο μάλιστα διὰ πάντων παιδεύου, τὸ ἄτυφον καὶ ἀκενόδοξον· καὶ μετὰ τούτου κἀκεῖνο μάνθανε, ὅτι τοὺς κοπτομένους ἔξω τῆς οἰκίας ἐξέβαλε, καὶ ἀναξίους τῆς τοιαύτης θεωρίας ἀπέφηνε· καὶ μὴ ἐξέλθῃς μετὰ τῶν αὐλούντων, ἀλλὰ μένε μετὰ Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου. Εἰ γὰρ τότε ἐξέβαλεν ἐκείνους ἔξω, πολλῷ μᾶλλον νῦν. Τότε μὲν γὰρ οὔπω δῆλος ὁ θάνατος ἦν ὕπνος γεγενημένος· νῦν δὲ καὶ αὐτοῦ τοῦ ἡλίου τοῦτο φανερώτερον. Ἀλλ' οὐκ ἤγειρέ σου τὸ θυγάτριον νῦν; Ἀλλὰ πάντως ἐγερεῖ, καὶ μετὰ πλείονος τῆς δόξης. Ἐκεῖνο μὲν γὰρ ἀναστὰν πάλιν ἀπέθανε· τὸ δὲ σὸν ἐὰν ἀναστῇ, μένει λοιπὸν ἀθάνατον ὄν. Μηδεὶς τοίνυν κοπτέσθω λοιπὸν, μηδὲ θρηνείτω, μηδὲ τὸ κατόρθωμα τοῦ Χριστοῦ διαβαλλέτω. Καὶ γὰρ ἐνίκησε τὸν θάνατον. Τί τοίνυν περιττὰ θρηνεῖς; Ὕπνος τὸ πρᾶγμα γέγονε. Τί ὀδύρῃ καὶ κλαίεις; Τοῦτο γὰρ εἰ καὶ Ἕλληνες ἐποίουν, καταγελᾷν ἔδει· ὅταν δὲ ὁ πιστὸς ἐν τούτοις ἀσχημονῇ, ποία ἀπολογία; τίς ἔσται συγγνώμη τοιαῦτα ἀνοηταίνουσι, καὶ ταῦτα μετὰ χρόνον τοσοῦτον καὶ σαφῆ τῆς ἀναστάσεως ἀπόδειξιν; Σὺ δὲ ὥσπερ αὐξῆσαι τὸ ἔγκλημα σπεύδων, καὶ θρηνῳδοὺς ἡμῖν ἄγεις Ἑλληνίδας γυναῖκας, ἐξάπτων τὸ πάθος, καὶ τὴν κάμινον διεγείρων, καὶ οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος· Τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ παῖδες μὲν Ἑλλήνων οἱ μηδὲν περὶ ἀναστάσεως εἰδότες, ὅμως εὑρίσκουσι λόγους παραμυθίας, λέγοντες· Φέρε γενναίως· καὶ γὰρ ἀναλῦσαι τὸ γεγενημένον οὐκ ἔνι, οὐδὲ διορθῶσαι τοῖς θρήνοις· σὺ δὲ ὁ φιλοσοφώτερα καὶ χρηστότερα τούτων ἀκούων, οὐκ αἰσχύνῃ μείζονα ἐκείνων ἀσχημονῶν; Οὐδὲ γὰρ λέγομεν· Φέρε γενναίως, ἐπειδὴ τὸ γεγενημένον ἀναλῦσαι οὐκ ἔνι· ἀλλὰ, Φέρε γενναίως· καὶ γὰρ ἀναστήσεται πάντως· καθεύδει τὸ παιδίον, καὶ οὐ τέθνηκεν· ἡσυχάζει, καὶ οὐκ ἀπόλωλεν. Ἀνάστασις γὰρ αὐτὸ διαδέξεται, καὶ ζωὴ αἰώνιος, καὶ ἀθανασία, καὶ λῆξις ἀγγελική. Οὐκ ἀκούεις τοῦ ψαλμοῦ λέγοντος, Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε; Εὐεργεσίαν ὁ Θεὸς τὸ πρᾶγμα καλεῖ, καὶ σὺ θρηνεῖς; Καὶ τί πλέον ἂν ἐποίησας, εἰ πολέμιος καὶ ἐχθρὸς τοῦ τετελευτηκότος ἦς; Εἰ γὰρ δεῖ θρηνεῖν, τὸν διάβολον δεῖ θρηνεῖν. Ἐκεῖνος κοπτέσθω, ἐκεῖνος ὀδυρέσθω, ὅτι πρὸς τὰ μείζονα ὁδεύομεν ἀγαθά. Τῆς ἐκείνου πονηρίας ἀξία αὕτη ἡ οἰμωγὴ, οὐχὶ σοῦ τοῦ στεφανοῦσθαι μέλλοντος καὶ ἀναπαύεσθαι. Καὶ γὰρ λιμὴν εὔδιος ὁ θάνατος. Σκόπει γοῦν πόσων γέμει κακῶν ὁ παρὼν βίος· ἐννόησον ποσάκις αὐτὸς κατηράσω τὴν παροῦσαν ζωήν. Καὶ γὰρ ἐπὶ τὸ χεῖρον τὰ πράγματα πρόεισι, καὶ ἐξ ἀρχῆς δὲ οὐ μικρᾷ συνεκληρώθης καταδίκῃ. Ἐν γὰρ λύπαις τέξῃ τέκνα, φησί· καὶ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· καὶ, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Ἀλλ' οὐ περὶ τῶν ἐκεῖ τοιοῦτον οὐδὲν εἴρηται, ἀλλὰ τοὐναντίον ἅπαν, ὅτι Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· καὶ ὅτι Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· καὶ ὅτι νυμφὼν τὰ ἐκεῖ πνευματικὸς, καὶ φαιδραὶ λαμπάδες, καὶ μετάστασις πρὸς τὸν οὐρανόν.