Ancient Greek · ~15 min
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-36
Not analysed yet
Τί γὰρ δέδοικας; φησί· μὴ ἐλαττωθῇς ταπεινὸς ὤν; Ἐμὲ σκόπει, καὶ τὰ ἐμὰ πάντα· ἀπ' ἐμοῦ μάνθανε, καὶ τότε εἴσῃ σαφῶς, ἡλίκον τὸ ἀγαθόν. Ὁρᾷς πῶς διὰ πάντων αὐτοὺς ἐνάγει εἰς τὴν ταπεινοφροσύνην; Ἀφ' ὧν αὐτὸς ἐποίησε· Μάθετε γὰρ ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι· ἀφ' ὧν αὐτοὶ κερδαίνειν μέλλουσιν· Εὑρήσετε γὰρ, φησὶν, ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ἀφ' ὧν αὐτοῖς χαρίζεται· Ἀναπαύσω γὰρ ὑμᾶς κἀγὼ, φησίν· ἀφ' ὧν κοῦφον αὐτὸ κατεσκεύασεν· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Οὕτω καὶ Παῦλος ποιεῖ λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Καὶ πῶς ἐλαφρὸν, φησὶ, τὸ φορτίον, ὅταν λέγῃ· Ἐὰν μή τις μισήσῃ πατέρα καὶ μητέρα· καὶ, Ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος· καὶ, Ὃς οὐκ ἀποτάσσεται πᾶσιν αὐτοῦ τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ὅταν κελεύῃ καὶ αὐτὴν ἐκδιδόναι τὴν ψυχήν; Διδασκέτω σε Παῦλος λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καὶ ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Διδασκέτωσάν σε οἱ ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων μετὰ μυρίας μάστιγας ὑποστρέφοντες, καὶ χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Εἰ δὲ ἔτι δέδοικας καὶ φρίττεις, τὸν ζυγὸν καὶ τὸ φορτίον ἀκούων, οὐ τῆς φύσεως τοῦ πράγματος ὁ φόβος, ἀλλὰ τῆς σῆς ῥᾳθυμίας· ὡς ἐὰν ᾖς παρεσκευασμένος καὶ προθυμίαν ἔχων, πάντα σοι ῥᾴδια ἔσται καὶ κοῦφα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς δεικνὺς ὅτι δεῖ καὶ ἡμᾶς αὐτοὺς πονεῖν, οὐ τὰ χρηστὰ μόνον εἶπε, καὶ ἐσίγησεν, οὐδὲ τὰ φορτικὰ μόνον, ἀλλ' ἑκάτερα τέθεικε. Καὶ γὰρ ζυγὸν εἶπε, καὶ χρηστὸν ἐκάλεσε· καὶ φορτίον ὠνόμασε, καὶ ἐλαφρὸν προσέθηκεν· ἵνα μήτε ὡς ἐπίπονα φύγῃς, μήτε ὡς σφόδρα εὐκόλων καταφρονήσῃς. Εἰ δὲ καὶ μετὰ ταῦτα πάντα δύσκολον ἡ ἀρετὴ εἶναί σοι δοκεῖ, ἐννόησον ὅτι δυσκολώτερον ἡ κακία· ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόμενος, οὐ πρότερον εἶπε, Λάβετε τὸν ζυγόν μου, ἀλλὰ πρῶτον, Δεῦτε, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, δεικνὺς ὅτι καὶ ἡ ἁμαρτία κόπον ἔχει, καὶ φορτίον βαρὺ καὶ δυσβάστακτον. Οὐδὲ γὰρ, Κοπιῶντες, εἶπε μόνον, ἀλλὰ καὶ, Πεφορτισμένοι. Τοῦτο καὶ ὁ Προφήτης ἔλεγε, τὴν φύσιν αὐτῆς ὑπογράφων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Καὶ ὁ Ζαχαρίας δὲ ὑπογράφων αὐτὴν, μολίβδου τάλαντον αὐτὴν εἶναί φησι. Καὶ τοῦτο καὶ ἡ πεῖρα αὐτὴ δείκνυσιν. Οὐδὲν γὰρ οὕτω βαρεῖ ψυχὴν, [οὐδὲν οὕτω πηροῖ διάνοιαν] καὶ πιέζει κάτω, ὡς ἁμαρτίας συνειδός· οὐδὲν οὕτω πτεροῖ καὶ μετέωρον ποιεῖ ὡς δικαιοσύνης κτῆσις καὶ ἀρετῆς. Σκόπει δέ. Τί φορτικώτερον, εἰπέ μοι, τοῦ μηδὲν κεκτῆσθαι; τοῦ στρέψαι τὴν σιαγόνα, καὶ τυπτόμενον μὴ ἀντιτύπτειν; τοῦ ἀποθανεῖν βιαίῳ θανάτῳ; Ἀλλ' ὅμως ἐὰν φιλοσοφῶμεν, ταῦτα πάντα κοῦφα καὶ ῥᾴδια καὶ ἡδονῆς ποιητικά. Ἀλλὰ μὴ θορυβηθῆτε, ἀλλ' ἕκαστον αὐτῶν μετὰ ἀκριβείας ἐξετάσωμεν μεταχειρίσαντες· καὶ, εἰ βούλεσθε, τὸ πρῶτον τὸ καὶ πολλοῖς ἐπίπονον εἶναι δοκοῦν. Πότερον οὖν, εἰπέ μοι, βαρὺ καὶ ἐπαχθὲς, τὸ μίαν γαστέρα μεριμνᾷν, ἢ τὸ μυρίων φροντίζειν; τὸ ἓν περιβεβλῆσθαι ἱμάτιον καὶ μηδὲν πλέον ἐπιζητεῖν, ἢ τὸ πολλὰ ἔνδον ἔχοντα καθ' ἑκάστην ἡμέραν καὶ νύκτα κόπτεσθαι, δεδοικότα, τρέμοντα ὑπὲρ τῆς φυλακῆς, ἀλγοῦντα καὶ ἀγχόμενον ὑπὲρ τῆς ζημίας, μὴ σητόβρωτον γένηται, μὴ οἰκέτης ἀφελόμενος ἀπέλθῃ; Πλὴν ἀλλ' ὅσα ἂν εἴπω, οὐδὲν παραστήσει τοιοῦτον ὁ λόγος, οἷον ἡ τῶν πραγμάτων πεῖρα. Διὸ ἐβουλόμην τινὰ τῶν εἰς ἐκείνην φθασάντων τὴν κορυφὴν τῆς φιλοσοφίας ἡμῖν παρεῖναι, καὶ τότε σαφῶς ἂν εἶδες τοῦ πράγματος τὴν ἡδονήν· καὶ ὡς οὐκ ἄν τις ἂν ἐδέξατο ἐκείνων τῶν ἐρώντων ἀκτημοσύνης, μυρίων παρεχόντων πλουτεῖν. Οὗτοι δὲ κατεδέξαντο ἄν ποτε γενέσθαι πένητες, φησὶ, καὶ ῥῖψαι τὰς φροντίδας ἃς ἔχουσι; Καὶ τί τοῦτο; Τῆς γὰρ ἀνοίας αὐτῶν καὶ τοῦ χαλεποῦ νοσήματος τοῦτο δεῖγμα, οὐ τοῦ τὸ πρᾶγμα ἥδιστον εἶναι.