Ancient Greek
Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-46
Not analysed yet
Καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τοῦ μηδὲν πλέον ἄρτων δοῦναι καὶ ἰχθύων, καὶ ἀπὸ τοῦ πᾶσι τὰ αὐτὰ προθεῖναι καὶ ποιῆσαι κοινὰ, καὶ μηδὲν θατέρῳ θατέρου πλέον παρασχεῖν, καὶ ταπεινοφροσύνην, καὶ ἐγκράτειαν, καὶ ἀγάπην, καὶ τὸ ὁμοίως πρὸς ἀλλήλους διακεῖσθαι, καὶ τὸ κοινὰ πάντα νομίζειν εἶναι ἐπαίδευε. Καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Τοὺς πέντε ἄρτους κλάσας ἔδωκε, καὶ οἱ πέντε ἐν ταῖς χερσὶ τῶν μαθητῶν ἐπήγαζον. Καὶ οὐδὲ μέχρι τούτου τὸ θαῦμα ἱστᾷ, ἀλλὰ καὶ περισσεῦσαι ἐποίησε· καὶ περισσεῦσαι οὐχὶ ἄρτους ὁλοκλήρους, ἀλλὰ κλάσματα· ἵνα δείξῃ ὅτι ἐκείνων τῶν ἄρτων ταῦτα λείψανα ἦν, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον. Διὰ τοῦτο καὶ πεινᾶσαι ἀφῆκε τοὺς ὄχλους, ἵνα μή τις φαντασίαν εἶναι νομίσῃ τὸ γεγενημένον. Διὰ τοῦτο καὶ δώδεκα κοφίνους περισσεῦσαι ἐποίησεν, ἵνα καὶ Ἰούδας βαστάσῃ. Ἠδύνατο μὲν γὰρ καὶ σβέσαι τὴν πεῖναν, ἀλλ' οὐκ ἂν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν, ἐπεὶ καὶ ἐπὶ Ἠλίου τοῦτο γέγονεν. Οὕτω γοῦν αὐτὸν ἐξεπλάγησαν ἐντεῦθεν οἱ Ἰουδαῖοι, ὅτι καὶ βασιλέα ἠθέλησαν ποιῆσαι, καίτοιγε ἐπὶ τῶν ἄλλων σημείων οὐδαμοῦ τοῦτο ποιήσαντες. Τίς τοίνυν παραστήσειε λόγος, πῶς ἐπήγαζον οἱ ἄρτοι; πῶς ἐπέῤῥεον ἐν τῇ ἐρήμῳ; πῶς τοσούτοις ἤρκεσαν; (καὶ γὰρ πεντακισχίλιοι ἦσαν, χωρὶς γυναικῶν καὶ παιδίων· ὃ μέγιστον ἦν τοῦ δήμου ἐγκώμιον, ὅτι καὶ γυναῖκες καὶ ἄνδρες προσήδρευον·) πῶς τὰ λείψανα γέγονε; (καὶ γὰρ καὶ τοῦτο τοῦ προτέρου οὐκ ἔλαττον·) καὶ τοσαῦτα γέγονεν, ὥστε ἰσαρίθμους γενέσθαι τοῖς μαθηταῖς κοφίνους, καὶ μήτε πλείω μήτε ἐλάττω; Λαβὼν τοίνυν τὰ κλάσματα, οὐχὶ τοῖς ὄχλοις ἔδωκεν, ἀλλὰ τοῖς μαθηταῖς· καὶ γὰρ τῶν μαθητῶν οἱ ὄχλοι ἀτελέστερον διέκειντο. Ποιήσας δὲ τὸ σημεῖον, Εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Εἰ γὰρ καὶ παρὼν ἐδόκει φαντάζειν, ἀλλ' οὐκ ἀλήθειαν πεποιηκέναι, οὐ δήπου καὶ ἀπών. Διὰ δὴ τοῦτο ἀκριβεῖ βασάνῳ ἐπιτρέπων τὰ γεγενημένα, τοὺς τὰ ὑπομνήματα λαβόντας καὶ τὸν ἔλεγχον τῶν σημείων ἐκέλευσεν αὐτοῦ χωρίζεσθαι. Καὶ ἄλλως δὲ, ὅταν μεγάλα ἐργάζηται, ἀποσκευάζεται τοὺς ὄχλους καὶ τοὺς μαθητὰς, παιδεύων ἡμᾶς μηδαμοῦ τὴν παρὰ τῶν πολλῶν δόξαν διώκειν, καὶ μὴ ἐπισύρεσθαι πλῆθος. Ὅταν δὲ εἴπῃ, Ἠνάγκασε, τὴν πολλὴν τῶν μαθητῶν προσεδρείαν δείκνυσι. Καὶ ἔπεμπεν αὐτοὺς, ἐπὶ προφάσει μὲν τῶν ὄχλων, αὐτὸς δὲ εἰς τὸ ὄρος βουλόμενος ἀναβῆναι· ἐποίει δὲ τοῦτο πάλιν παιδεύων ἡμᾶς, μήτε ὄχλοις ἀναμίγνυσθαι διηνεκῶς, μήτε φεύγειν ἀεὶ τὸ πλῆθος, ἀλλ' ἑκάτερα χρησίμως, καὶ ἕκαστον ἐναλλάττοντας πρὸς τὸ δέον. Μάθωμεν τοίνυν καὶ ἡμεῖς προσεδρεύειν τῷ Ἰησοῦ, ἀλλὰ μὴ διὰ τὴν τῶν αἰσθητῶν δόσιν, ἵνα μὴ ὀνειδισθῶμεν κατὰ τοὺς Ἰουδαίους. Καὶ γὰρ, Ζητεῖτέ με, φησὶν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Διὰ τοῦτο οὐδὲ συνεχῶς ποιεῖ τουτὶ τὸ σημεῖον, ἀλλὰ δεύτερον μόνον, ὥστε παιδεύεσθαι αὐτοὺς μὴ τῇ γαστρὶ δουλεύειν, ἀλλὰ τῶν πνευματικῶν ἔχεσθαι διηνεκῶς. Τούτων οὖν ἐχώμεθα καὶ ἡμεῖς, καὶ ζητῶμεν τὸν ἄρτον τὸν ἐπουράνιον, καὶ λαβόντες πᾶσαν ἐκβάλωμεν φροντίδα βιωτικήν. Εἰ γὰρ ἐκεῖνοι καὶ οἰκίας καὶ πόλεις καὶ συγγενεῖς καὶ πάντα ἀφῆκαν, καὶ ἐν ἐρήμῳ διέτριβον, καὶ τοῦ λιμοῦ καταναγκάζοντος οὐκ ἀνεχώρουν· πολλῷ μᾶλλον ἡμᾶς, τοιαύτῃ προσιόντας τραπέζῃ, πλείονα ἐπιδείκνυσθαι χρὴ φιλοσοφίαν, καὶ τῶν πνευματικῶν ἐρᾷν, καὶ τὰ αἰσθητὰ μετὰ ταῦτα ζητεῖν. Ἐπεὶ κἀκεῖνοι ἐνεκαλοῦντο, οὐχ ὅτι ἐζήτησαν αὐτὸν διὰ τὸν ἄρτον, ἀλλ' ὅτι διὰ τοῦτο μόνον αὐτὸν ἐζήτησαν, καὶ διὰ τοῦτο προηγουμένως. Ἂν γάρ τις τῶν μεγάλων μὲν δώρων καταφρονῇ, τῶν δὲ μικρῶν ἔχηται, καὶ ὧν βούλεται καταφρονεῖν αὐτὸν ὁ διδοὺς, καὶ ἐκείνων ἐκπίπτει· ὥσπερ οὖν, ἂν ἐκείνων ἐρῶμεν, καὶ ταῦτα προστίθησι. Καὶ γὰρ προσθήκη ταῦτα ἐκείνων· οὕτως εὐτελῆ ταῦτα καὶ μικρὰ πρὸς ἐκεῖνα ἐξεταζόμενα, κἂν μεγάλα ᾖ. Μὴ τοίνυν περὶ ταῦτα σπουδάζωμεν, ἀλλ' ἀδιάφορον αὐτῶν εἶναι νομίζωμεν καὶ τὴν κτῆσιν καὶ τὴν ἀφαίρεσιν· ὥσπερ οὖν καὶ ὁ Ἰὼβ οὔτε παρόντων ἀντείχετο, οὔτε ἀπόντα ἐζήτει. Καὶ γὰρ χρήματα διὰ τοῦτο λέγεται, οὐχ ἵνα κατορύξωμεν, ἀλλ' ἵνα εἰς δέον αὐτοῖς χρησώμεθα. Καὶ καθάπερ τῶν τεχνιτῶν ἕκαστος ἰδίαν ἐπιστήμην ἔχει, οὕτω καὶ ὁ πλουτῶν οὐκ οἶδε χαλκεύειν, οὐδὲ ναυπηγεῖν, οὐδὲ ὑφαίνειν, οὐδὲ οἰκοδομεῖν, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· μανθανέτω τοίνυν τῷ πλούτῳ κεχρῆσθαι εἰς δέον, καὶ ἐλεεῖν τοὺς δεομένους, καὶ πάντων ἐκείνων βελτίονα εἴσεται τέχνην.