Ancient Greek
Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-57
Not analysed yet
Ἀλλὰ βούλεσθε καὶ τούτους ἀφέντες, ἐφ' ἑτέρους ἔλθωμεν, τοὺς δὴ δοκοῦντας εἶναι δικαιοτέρους; Τίνες οὖν εἰσιν οὗτοι; Οἱ τοὺς ἀγροὺς κεκτημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς δρεπόμενοι πλοῦτον. Καὶ τί τούτων γένοιτ' ἂν ἀδικώτερον; Εἰ γάρ τις ἐξετάσειε πῶς τοῖς ἀθλίοις καὶ ταλαιπώροις κέχρηνται γεωργοῖς, βαρβάρων αὐτοὺς ὠμοτέρους ὄψεται. Τοῖς γὰρ ἐν λιμῷ τηκομένοις, καὶ δι' ὅλης πονουμένοις τῆς ζωῆς, καὶ τελέσματα διηνεκῆ καὶ ἀφόρητα ἐπιτιθέασι, καὶ διακονίας ἐπιπόνους ἐπιτάττουσι, καὶ ὡς ὄνοις καὶ ἡμιόνοις, μᾶλλον δὲ ὡς λίθοις τοῖς ἐκείνων κέχρηνται σώμασιν, οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦντες, καὶ παρεχούσης τῆς γῆς, καὶ μὴ παρεχούσης, ὁμοίως αὐτοὺς κατατείνουσι, καὶ οὐδεμιᾶς αὐτοῖς συγγνώμης μεταδιδόασιν· οὗ τί γένοιτ' ἂν ἐλεεινότερον, ὅταν δι' ὁλοκλήρου τοῦ χειμῶνος πονέσαντες, καὶ κρυμῷ καὶ ὄμβρῳ καὶ ἀγρυπνίαις δαπανηθέντες, κεναῖς ἀναχωρήσωσι ταῖς χερσὶν, ἔτι καὶ προσοφείλοντες, καὶ τοῦ λιμοῦ τούτου καὶ τοῦ ναυαγίου τὰς τῶν ἐπιτρόπων βασάνους καὶ τοὺς ἑλκυσμοὺς καὶ τὰς ἀπαιτήσεις καὶ τὰς ἀπαγωγὰς καὶ τὰς ἀπαραιτήτους λειτουργίας μᾶλλον δεδοικότες καὶ φρίττοντες; Τί ἄν τις εἴποι τὰς ἐμπορίας, ἃς αὐτοὺς ἐμπορεύονται, τὰς καπηλείας, ἃς αὐτοὺς καπηλεύουσιν, ἀπὸ μὲν τῶν πόνων αὐτῶν καὶ τῶν ἱδρώτων ληνοὺς καὶ ὑπολήνια πληροῦντες, αὐτοῖς δὲ οἴκαδε οὐδὲ ὀλίγον εἰσαγαγεῖν ἐπιτρέποντες μέτρον, ἀλλ' ὁλόκληρον τὸν καρπὸν εἰς τοὺς τῆς παρανομίας αὐτῶν ἀντλοῦντες πίθους, καὶ ὀλίγον αὐτοῖς ὑπὲρ τούτου προσριπτοῦντες ἀργύριον; Καινὰ δὲ καὶ γένη τόκων ἐπινοοῦσι, καὶ οὐδὲ τοῖς Ἑλλήνων νόμοις νενομισμένα, καὶ δανεισμάτων γραμματεῖα πολλῆς γέμοντα τῆς ἀρᾶς συντιθέασιν. Οὐδὲ γὰρ ἑκατοστὴν τοῦ παντὸς, ἀλλὰ τὸ ἥμισυ τοῦ παντὸς ἀπαιτεῖν βιάζονται· καὶ ταῦτα τοῦ ἀπαιτουμένου καὶ γυναῖκα ἔχοντος, καὶ παιδία τρέφοντος, καὶ ἀνθρώπου ὄντος, καὶ τοῖς οἰκείοις πόνοις καὶ τὴν ἄλω καὶ τὴν ληνὸν πληροῦντος. Ἀλλ' οὐδὲν τούτων ἐννοοῦσι. Διὸ δὴ τὸν προφήτην εὔκαιρον παραστησάμενον εἰπεῖν· Ἔκστηθι, οὐρανὲ, καὶ φρῖξον, γῆ· εἰς ὅσην θηριωδίαν τὸ τῶν ἀνθρώπων γένος ἐξεβακχεύθη. Ταῦτα δὲ λέγω, οὐ τέχνας, οὐδὲ γεωργίαν, οὐδὲ στρατείαν, οὐδὲ ἀγροὺς διαβάλλων, ἀλλ' ἡμᾶς αὐτούς. Ἐπεὶ καὶ ὁ Κορνήλιος ἑκατοντάρχης ἦν, καὶ ὁ Παῦλος σκυτοτόμος, καὶ μετὰ τὸ κήρυγμα τῇ τέχνῃ ἐκέχρητο· καὶ ὁ Δαυῒδ βασιλεὺς ἦν· καὶ ὁ Ἰὼβ χωρίων ἀπήλαυε καὶ πολλῶν προσόδων· καὶ οὐδὲν ἦν ἐντεῦθεν κώλυμα οὐδενὶ τούτων πρὸς ἀρετήν. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὰ μυρία τάλαντα ἀναλογιζόμενοι, κἂν ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφιέναι τοῖς πλησίον τὰ ὀλίγα ἐκεῖνα καὶ εὐτελῆ. Καὶ γὰρ λόγος ἡμῖν γίνεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐκ ἔχομεν πάντα καταβαλεῖν, οὐδ' ἂν ὁτιοῦν ποιήσωμεν. Διὰ τοῦτο ἔδωκεν ἡμῖν ὁ Θεὸς πρὸς ἔκτισιν εὔκολόν τε καὶ ῥᾳδίαν ὁδὸν, καὶ πάντα δυναμένην διαλύσασθαι ἐκεῖνα, τὸ μὴ μνησικακεῖν λέγω. Ἵν' οὖν τοῦτο μάθωμεν καλῶς, ἀκούσωμεν ὁδῷ προϊόντες τῆς παραβολῆς ἁπάσης. Προσηνέχθη γὰρ αὐτῷ, φησὶν, εἷς ὀφειλέτης μυρίων ταλάντων. Οὐκ ἔχοντος δὲ αὐτοῦ ἀποτῖσαι, ἐκέλευσεν αὐτὸν πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ παιδία. Τίνος ἕνεκεν; εἰπέ μοι. Οὐκ ἐξ ὠμότητος, οὐδὲ ἀπανθρωπίας· καὶ γὰρ εἰς αὐτὸν ἡ ζημία περιίστατο πάλιν· δούλη γὰρ ἦν κἀκείνη· ἀλλ' ἐξ ἀφάτου κηδεμονίας. Βούλεται γὰρ αὐτὸν πτοῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ. Εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἂν ἐπένευσεν αὐτοῦ τῇ αἰτήσει, οὐδ' ἂν τὴν χάριν ἔδωκε. Διατί οὖν πρὸ τοῦ λογοθεσίου τοῦτο οὐκ ἐποίησεν, οὐδὲ ἀφῆκε τὸ ὄφλημα; Διδάξαι βουλόμενος πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῖ, ἵνα κἂν ταύτῃ ἡμερώτερος περὶ τὸν σύνδουλον γένηται. Εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφλήματος τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδουλον· εἰ μὴ τοσούτοις αὐτὸν προεπαίδευσε φαρμάκοις, ποῦ οὐκ ἂν ἐξῆλθεν ὠμότητος; Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω, φησίν· Ὁ δὲ κύριος αὐτοῦ σπλαγχνισθεὶς, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες πάλιν φιλανθρωπίας ὑπερβολήν; Ἀναβολὴν ἐζήτησε μόνον καιροῦ καὶ ὑπέρθεσιν ὁ οἰκέτης· ὁ δὲ μεῖζον ἢ ᾔτησεν ἔδωκεν, ἄφεσιν ὁλοκλήρου τοῦ δανείσματος καὶ συγχώρησιν. Ἐβούλετο μὲν γὰρ καὶ ἐξ ἀρχῆς δοῦναι, ἀλλ' οὐκ ἐβούλετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς τούτου ἱκετηρίας, ἵνα μὴ ἀστεφάνωτος ἀπέλθῃ. Ὅτι γὰρ αὐτοῦ τὸ πᾶν ἦν, εἰ καὶ προσέπεσεν οὗτος καὶ ἐδεήθη, ἡ αἰτία τῆς συγχωρήσεως ἐδήλωσε· Σπλαγχνισθεὶς γὰρ ἀφ ῆκεν αὐτῷ. Ἀλλ' ὅμως καὶ οὕτως ἐβούλετο κἀκεῖνόν τι δοκεῖν συνεισφέρειν, ἵνα μὴ σφόδρα ᾖ κατῃσχυμμένος· καὶ ἵνα παιδευθεὶς ἐν ταῖς οἰκείαις συμφοραῖς συγγνωμονικὸς γένηται τῷ συνδούλῳ.