Ancient Greek · ~16 min
Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-58
Not analysed yet
Μέχρι μὲν οὖν τούτου καλὸς οὗτος καὶ εὐάρεστος· καὶ γὰρ ὡμολόγησε, καὶ ἐπηγγείλατο ἀποδώσειν τὸ ὄφλημα, καὶ προσέπεσε, καὶ παρεκάλεσε, καὶ κατέγνω τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἔγνω τὸ μέγεθος τοῦ ὀφλήματος. Ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων. Ἐξελθὼν γὰρ εὐθέως, οὐδὲ μετὰ χρόνον πολὺν, ἀλλ' εὐθέως, ἔναυλον ἔχων τὴν εὐεργεσίαν, εἰς κακίαν ἀπεχρήσατο τῇ δωρεᾷ, καὶ τῇ ἐλευθερίᾳ τῇ παρὰ τοῦ δεσπότου αὐτῷ παρασχεθείσῃ. Εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὀφείλοντα αὐτῷ ἑκατὸν δηνάρια, ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Εἶδες δεσπότου φιλανθρωπίαν; εἶδες δούλου ὠμότητα; Ἀκούσατε, οἱ ὑπὲρ χρημάτων ταῦτα ποιοῦντες. Εἰ γὰρ ὑπὲρ ἁμαρτημάτων οὐ χρὴ, πολλῷ μᾶλλον ὑπὲρ χρημάτων. Τί οὖν ἐκεῖνος; Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐδὲ τὰ ῥήματα ᾐδέσθη, δι' ὧν ἐσώθη (καὶ γὰρ αὐτὸς ταῦτα εἰπὼν, ἀπηλλάγη τῶν μυρίων ταλάντων)· καὶ οὐδὲ τὸν λιμένα ἐπέγνω, δι' οὗ τὸ ναυάγιον διέφυγεν· οὐ τὸ σχῆμα τῆς ἱκετηρίας ἀνέμνησεν αὐτὸν τῆς τοῦ δεσπότου φιλανθρωπίας· ἀλλὰ πάντα ἐκεῖνα ὑπὸ τῆς πλεονεξίας καὶ τῆς ὠμότητος καὶ τῆς μνησικακίας ἐκβαλὼν, θηρίου παντὸς χαλεπώτερος ἦν, ἄγχων τὸν σύνδουλον. Τί ποιεῖς, ἄνθρωπε; σεαυτὸν ἀπαιτῶν· οὐκ αἰσθάνῃ κατὰ σεαυτοῦ τὸ ξίφος ὠθῶν, καὶ τὴν ἀπόφασιν καὶ τὴν δωρεὰν ἀνακαλούμενος; Ἀλλ' οὐδὲν τούτων ἐνενόησεν, οὐδὲ ἐμνήσθη τῶν αὐτοῦ, οὐδὲ ἐνέδωκε· καίτοιγε οὐχ ὑπὲρ τῶν ἴσων ἡ ἱκετηρία. Ὁ μὲν γὰρ ὑπὲρ μυρίων ταλάντων, ὁ δὲ ὑπὲρ ἑκατὸν δηναρίων παρεκάλει· καὶ ὁ μὲν τὸν σύνδουλον, ὁ δὲ τὸν δεσπότην· καὶ ὁ μὲν τελείαν συγχώρησιν ἔλαβεν, ὁ δὲ ἀναβολὴν ᾔτει. Καὶ οὐδὲ ταύτην αὐτὸς ἐδίδου· Ἔβαλε γὰρ αὐτὸν εἰς φυλακήν. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ, κατηγόρησαν αὐτοῦ πρὸς τὸν δεσπότην. Οὐδὲ ἀνθρώποις τοῦτο ἀρεστὸν ἦν, μήτιγε Θεῷ. Συνήλγησαν οὖν οἱ μὴ ὀφείλοντες. Τί οὖν ὁ δεσπότης; Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ὅρα πάλιν τὴν ἡμερότητα τοῦ δεσπότου. Κρίνεται πρὸς αὐτὸν καὶ ἀπολογεῖται, μέλλων ἀνατρέπειν αὐτοῦ τὴν δωρεάν· μᾶλλον δὲ οὐκ αὐτὸς ἀνέτρεψεν, ἀλλ' ὁ λαβών. Διό φησι· Πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου; Εἰ γὰρ καὶ βαρύ σοι τὸ πρᾶγμα εἶναι δοκεῖ, ἀλλ' ἔδει καὶ πρὸς τὸ κέρδος ἰδεῖν, τὸ γεγενημένον, τὸ ἐσόμενον. Εἰ καὶ ἐπαχθὲς τὸ ἐπίταγμα, τὸ ἔπαθλον ἐννοῆσαι ἔδει· μηδὲ ὅτι λελύπηκεν ἐκεῖνος, ἀλλ' ὅτι σὺ Θεὸν παρώξυνας, ὃν ἀπὸ ψιλῆς ἱκετηρίας κατήλλαξας. Εἰ δὲ καὶ οὕτω σοι φορτικὸν τὸ φίλον γενέσθαι τῷ λελυπηκότι, πολλῷ βαρύτερον τὸ εἰς γέενναν ἐμπεσεῖν· καὶ εἰ τοῦτο ἀντέθηκας ἐκείνῳ, τότε ἂν ἔγνως, ὅτι πολλῷ τοῦτο κουφότερον. Καὶ ὅτε μὲν μυρία τάλαντα ὤφειλεν, οὐκ ἐκάλεσε πονηρὸν, οὐδὲ ὕβρισεν, ἀλλ' ἠλέησεν· ὅτε δὲ περὶ τὸν σύνδουλον ἀγνώμων ἐγένετο, τότε λέγει, Πονηρὲ δοῦλε. Ἀκούσωμεν, οἱ πλεονέκται· καὶ γὰρ πρὸς ἡμᾶς ὁ λόγος. Ἀκούσωμεν, καὶ οἱ ἀνηλεεῖς καὶ ὠμοί· ὅτι οὐχ ἑτέροις ἐσμὲν ὠμοὶ, ἀλλ' ἑαυτοῖς. Ὅταν οὖν βούλῃ μνησικακεῖν, ἐννόησον ὅτι σαυτῷ μνησικακεῖς, οὐχ ἑτέρῳ, ὅτι τὰ σαυτοῦ καταδεσμεῖς ἁμαρτήματα, οὐ τὰ τοῦ πλησίον. Σὺ μὲν γὰρ, ὅπερ ἂν ἐργάσῃ τούτῳ, ὡς ἅνθρωπος ἐργάζῃ καὶ ἐν τῷ παρόντι βίῳ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μειζόνως σε τιμωρήσεται, καὶ τιμωρίαν τὴν ἐκεῖ. Παρέδωκε γὰρ αὐτὸν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον· τουτέστι, διηνεκῶς· οὔτε γὰρ ἀποδώσει ποτέ. Ἐπειδὴ γὰρ οὐκ ἐγένου τῇ εὐεργεσίᾳ βελτίων, λείπεται τῇ τιμωρίᾳ σε διορθοῦσθαι. Καίτοιγε ἀμεταμέλητα τὰ χαρίσματα καὶ αἱ δωρεαί· ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία, ὡς καὶ τοῦτον λῦσαι τὸν νόμον. Τί τοίνυν τοῦ μνησικακεῖν χαλεπώτερον, ὅταν δωρεὰν θείαν τοσαύτην καὶ τηλικαύτην ἀνατρέπον φαίνηται; Καὶ οὐδὲ ἁπλῶς αὐτὸν παρέδωκεν, ἀλλὰ ὀργισθείς. Ὅτε μὲν γὰρ ἐκέλευσε πραθῆναι, οὐκ ἦν ὀργῆς τὰ ῥήματα· οὐκοῦν οὐδὲ ἐποίησεν· ἀλλ' ἀφορμὴ φιλανθρωπίας μεγίστη· νυνὶ δὲ ἀγανακτήσεως πολλῆς ἡ ψῆφος, καὶ τιμωρίας, καὶ κολάσεως. Τί οὖν ἡ παραβολὴ βούλεται; Οὕτω ποιήσει καὶ ὑμῖν, φησὶν, ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῆς καρδίας ὑμῶν τὰ παραπτώματα αὐτῶν. Οὐ λέγει, Ὁ Πατὴρ ὑμῶν· ἀλλ', Ὁ Πατήρ μου. Οὐ γὰρ ἄξιον τοῦ τοιούτου καλεῖσθαι Πατέρα τὸν Θεὸν, τοῦ οὕτω πονηροῦ καὶ μισανθρώπου.