Ancient Greek
Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς ἔφη· Σὺ λέγεις. Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 3.1-82
Not analysed yet
Ὅταν γὰρ ἅπαξ, καθάπερ ὑπὸ μέθης ἢ μανίας τινὸς ἀτόπου κατασχεθῶσιν οἱ λογισμοὶ, δύσκολον ἀνενεγκεῖν μὴ σφόδρα γενναίαν οὖσαν τὴν καταπίπτουσαν ψυχήν. Δεινὸν γὰρ, δεινὸν τοῖς πονηροῖς πάθεσι τούτοις δοῦναι χώραν· διὸ χρὴ παντὶ τρόπῳ διακρούεσθαι καὶ ἐξωθεῖν αὐτῶν τὴν εἴσοδον. Ὅταν γὰρ ἐπιλάβωνται τῆς ψυχῆς, καὶ κρατήσωσι, καθάπερ πῦρ εἰς ὕλην ἐμπεσὸν, οὕτω λαμπρὰν τὴν φλόγα ἀνάπτουσι. Διὸ παρακαλῶ πάντα ποιεῖν, ὥστε ἀποτειχίζειν αὐτοῖς τὴν εἴσοδον· μηδὲ τούτῳ τῷ λογισμῷ τῷ ψυχρῷ παραμυθουμένους ἑαυτοὺς, πᾶσαν ἐπεισάγειν πονηρίαν, λέγοντας· Τί παρὰ τοῦτο, καὶ τί παρ' ἐκεῖνο; τὰ γὰρ μυρία κακὰ ἐντεῦθεν τίκτεται. Ὁ γὰρ διάβολος μιαρὸς ὢν, πολλῇ κέχρηται τῇ [κακουργίᾳ καὶ εὐτονίᾳ καὶ] συγκαταβάσει πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, καὶ ἀπὸ τῶν μικροτέρων προσβάλλει. Σκόπει δέ. Ἠβούλετο τὸν Σαοὺλ εἰς ἐγγαστριμύθου ληρωδίαν ἐμβαλεῖν. Ἀλλὰ τοῦτο εἰ παρὰ τὴν ἀρχὴν συνεβούλευσεν, οὐκ ἂν προσέσχεν ἐκεῖνος· πῶς γὰρ, ὁ καὶ ἐλαύνων αὐτάς; Διὰ τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτὸν εἰσάγει. Ἐπειδὴ γὰρ παρήκουσε τοῦ Σαμουὴλ, καὶ παρεσκεύασε μὴ παραγενομένου ἀνενεχθῆναι τὴν ὁλοκαύτωσιν, ἐγκαλούμενός φησιν, Ἡ ἀνάγκη τῶν πολεμίων ἐγένετο μείζων· καὶ δέον θρηνῆσαι, ὡς οὐδὲν ἐργασάμενος διετέθη. Πάλιν ἐκέλευσε τὰ κατὰ τοὺς Ἀμαληκίτας ὁ Θεός· ὁ δὲ καὶ ταῦτα παρέβη. Ἐντεῦθεν εἰς τὰ κατὰ τὸν Δαυῒδ ἐξέβη τολμήματα, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ὀλισθαίνων οὐκ ἔστη, ἕως εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον ἐλθὼν ἐνέβαλεν ἑαυτόν. Οὕτω καὶ ἐπὶ τοῦ Κάϊν· οὐκ εὐθέως παρώρμησεν ἀνελεῖν τὸν ἀδελφὸν, ἐπεὶ οὐκ ἂν ἔπεισεν· ἀλλὰ πρῶτον αὐτὸν παρασκευάζει τὰ φαυλότερα προσενεγκεῖν, λέγων· Οὐδὲν τοῦτό ἐστιν ἁμάρτημα· δεύτερον, φθόνον καὶ βασκανίαν ἀνῆψεν, Οὐδὲν οὐδὲ παρὰ τοῦτο, λέγων· τρίτον, ἀνελεῖν ἔπεισε καὶ ἀρνήσασθαι τὴν μιαιφονίαν· καὶ οὐ πρότερον ἀπέστη, ἕως τὸν κολοφῶνα ἐπέθηκε τῶν κακῶν. Διὸ χρὴ τὰς ἀρχὰς ἀνακρούεσθαι. Μάλιστα μὲν γὰρ εἰ καὶ ἐφ' ἑαυτῶν τὰ πρῶτα ἁμαρτήματα εἱστήκει, οὐδὲ οὕτω καταφρονεῖν ἐχρῆν τῶν πρώτων πλημμελημάτων· νυνὶ δὲ καὶ ἐπὶ μεῖζον ἄνεισιν, ὅταν ἀμελῇ ἡ διάνοια. Διὸ χρὴ πάντα ποιεῖν, ὥστε τὰς ἀρχὰς αὐτῶν ἀναιρεῖν. Μὴ γὰρ δὴ πρὸς τὴν φύσιν ἴδῃς τοῦ ἁμαρτήματος, ὅτι μικρὰ, ἀλλ' ὅτι μεγάλου γίνεται ῥίζα ἀμελουμένη. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσαύτης δεῖται σπουδῆς τὰ μεγάλα ἁμαρτήματα, ὡς τὰ μικρὰ καὶ εὐτελῆ. Ἐκεῖνα μὲν γὰρ αὐτὴ ἡ φύσις τῆς ἁμαρτίας ἀποστρέφεσθαι παρασκευάζει· τὰ δὲ μικρὰ αὐτῷ τούτῳ εἰς ῥᾳθυμίαν ἐμβάλλει, καὶ οὐκ ἀφίησι γενναίως διαναστῆναι πρὸς τὴν αὐτῶν ἀναίρεσιν. Διὸ καὶ ταχέως γίνεται μεγάλα, καθευδόντων ἡμῶν. Τοῦτο καὶ ἐν τοῖς σώμασι συμβαῖνον ἴδοι τις ἄν. Οὕτω καὶ ἐπὶ τοῦ Ἰούδα τὸ μέγα τοῦτο ἐτέχθη κακόν. Εἰ γὰρ μὴ ἔδοξεν αὐτῷ μικρὸν εἶναι τὸ κλέπτειν τῶν πενήτων τὰ χρήματα, οὐκ ἂν εἰς ταύτην ἐξηνέχθη τὴν προδοσίαν. Εἰ μὴ μικρὸν ἔδοξεν εἶναι τοῖς Ἰουδαίοις τὸ ὑπὸ κενοδοξίας ἁλίσκεσθαι, οὐκ ἂν ἐξώλισθον εἰς τὸ Χριστοκτόνοι γενέσθαι. Καὶ πάντα δὲ τὰ κακὰ ἐκ τούτου ἴδοι τις ἂν γινόμενα. Οὐδεὶς γὰρ ταχέως καὶ ἀθρόον ἐπὶ τὴν κακίαν ἐκπηδᾷ. Ἔχει γὰρ, ἔχει τινὰ αἰσχύνην ἐγκειμένην ἡμῖν ἡ ψυχὴ, καὶ τὴν πρὸς τὰ καλὰ αἰδῶ, καὶ ἀθρόον οὐκ ἂν τοσοῦτον ἀναισχυντήσειεν, ὡς ὑφ' ἓν ἅπαντα ῥῖψαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἀπόλλυται, ὅταν ἀμελῇ. Οὕτω καὶ εἰδωλολατρεία εἰσῆλθεν, τῶν ἀνθρώπων ὑπὲρ μέτρον τιμωμένων, καὶ τῶν ζώντων καὶ τῶν παρελθόντων οὕτω καὶ ξόανα προσεκυνήθη· οὕτω καὶ πορνεία ἐκράτησε, καὶ τὰ ἄλλα κακά. Σκόπει δέ. Ἐγέλασέ τις ἀκαίρως· ἐνεκάλεσεν ἕτερος· ἄλλος ἐξέλυσε τὸν φόβον εἰπὼν, Οὐδὲν παρὰ τοῦτο. Τί γάρ ἐστι τὸ γελᾷν; τί γὰρ παρὰ τοῦτο γένοιτ' ἄν; Ἀπὸ τούτου εὐτραπελία ἐτέχθη, ἐντεῦθεν αἰσχρολογία, εἶτα πρᾶξις αἰσχρά. Πάλιν ἕτερος ἐγκαλούμενος ἐπὶ τῷ διαβάλλειν τὸν πλησίον καὶ λοιδορεῖσθαι καὶ κακηγορεῖν, κατεφρόνησεν εἰπών· Οὐδέν ἐστι τὸ κακῶς λέγειν. Ἀπὸ τούτου μῖσος ἔτεκεν ἄφατον, ἔχθραν ἄσπονδον, λοιδορίας ἀπείρους· ἀπὸ τῶν λοιδοριῶν πληγάς· ἀπὸ τῶν πληγῶν φόνον πολλάκις.