Ancient Greek · ~13 min
Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-11
Not analysed yet
Καὶ πῶς δυνησόμεθα, φησὶ, ποιῆσαι καρπὸν, τῆς τομῆς ἐπικειμένης, καὶ τοῦ χρόνου οὕτως στενοῦ ὄντος, καὶ τῆς προθεσμίας συντετμημένης; Δυνήσῃ, φησίν· οὐ γὰρ τοιοῦτος οὗτος ὁ καρπὸς, οἷος ὁ τῶν δένδρων, χρόνον ἀναμένων πολὺν, καὶ ὡρῶν ἀνάγκαις δουλεύων, καὶ πολλῆς ἑτέρας δεόμενος πραγματείας· ἀλλ' ἀρκεῖ θελῆσαι, καὶ τὸ δένδρον εὐθέως ἐβλάστησεν. Οὐ γὰρ ἡ φύσις τῆς ῥίζης μόνον, ἀλλὰ καὶ ἡ τέχνη τοῦ γεωργοῦ πρὸς τὴν τοιαύτην τὰ μέγιστα συντελεῖ καρποφορίαν. Διὰ γάρ τοι τοῦτο, ἵνα μὴ ταῦτα λέγωσιν, ὅτι Θορυβεῖς ἡμᾶς, καὶ κατεπείγεις, καὶ ἄγχεις, ἀξίνην τε ἐπιτιθεὶς, καὶ τομὴν ἀπειλῶν, καὶ προσόδους ἐν καιρῷ τιμωρίας αἰτῶν, ἐπήγαγε, δεικνὺς τὴν εὐκολίαν τῆς καρποφορίας· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· διὰ τούτων δεικνὺς, ὅτι γνώμης μόνον δεῖται καὶ πίστεως, οὐ πόνων καὶ ἱδρώτων· καὶ ὥσπερ εὔκολον βαπτισθῆναι, οὕτως εὔκολον μεταβληθῆναι καὶ γενέσθαι ἀμείνους. Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν τῷ φόβῳ τῆς κρίσεως, καὶ τῇ προσδοκίᾳ τῆς κολάσεως, καὶ τῷ ὀνόματι τῆς ἀξίνης, καὶ τῇ ἀποβολῇ τῶν προγόνων, καὶ τῇ εἰσαγωγῇ τῶν ἑτέρων τέκνων, καὶ τῇ διπλῇ τιμωρίᾳ τῆς ἐκτομῆς καὶ τοῦ ἐμπρησμοῦ, καὶ πάντοθεν αὐτῶν καταμαλάξας τὸ σκληρὸν, καὶ καταστήσας εἰς ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν τοσούτων κακῶν, τότε εἰσάγει τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπεροχῆς. Εἶτα τὸ μέσον αὐτοῦ καὶ ἐκείνου τιθεὶς, ἵνα μὴ δόξῃ χαριζόμενος τοῦτο λέγειν, ἀπὸ τῆς συγκρίσεως τῶν παρ' ἑκατέρου διδομένων τοῦτο κατασκευάζει. Οὐ γὰρ εὐθέως εἶπεν, Οὐκ εἰμὶ ἄξιος αὐτοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος, ἀλλὰ πρότερον τὸ εὐτελὲς τοῦ βαπτίσματος τοῦ ἑαυτοῦ θεὶς, καὶ δείξας ὡς οὐδὲν πλέον ἔχει τοῦ πρὸς μετάνοιαν αὐτοὺς ἀγαγεῖν (οὐ γὰρ εἶπεν, ὅτι Ὕδατι ἀφέσεως, ἀλλὰ Μετανοίας), τίθησι καὶ τὸ αὐτοῦ τὸ τῆς ἀφάτου δωρεᾶς γέμον. Ἵνα γὰρ μὴ ἀκούσας, φησὶν, ὅτι μετ' ἐμὲ ἔρχεται, καταφρονήσῃς αὐτοῦ ὡς ὑστέρου παραγενομένου, μάθε αὐτοῦ τῆς δωρεᾶς τὴν δύναμιν, καὶ εἴσῃ σαφῶς, ὅτι οὐδὲν ἄξιον εἴρηκα, οὐδὲ μέγα, εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Ἰσχυρότερός μου ἐστὶ, μὴ νομίσῃς κατὰ σύγκρισίν με τοῦτο εἰρηκέναι. Οὐδὲ γὰρ εἰς δούλους ἄξιός εἰμι τάττεσθαι ἐκείνου, οὐδὲ εἰς δούλους ἐσχάτους, οὐδὲ τὸ εὐτελὲς τῆς διακονίας ἀναδέξασθαι μέρος. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, Τὰ ὑποδήματα, ἀλλ' Οὐδὲ τὸν ἱμάντα· ὅπερ ἔσχατον πάντων ἐδόκει εἶναι. Εἶτα, ἵνα μὴ νομίσῃς ταπεινοφροσύνης εἶναι τὰ εἰρημένα, ἐπάγει καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν· Ἐκεῖνος γὰρ ὑμᾶς, φησὶ, βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Εἶδες πόση τοῦ Βαπτιστοῦ ἡ σοφία; Ὅταν γὰρ αὐτὸς κηρύττῃ, τὰ φοβερὰ πάντα λέγει, καὶ ἀγωνίαν ἐμβάλλοντα· ὅταν δὲ πρὸς ἐκεῖνον πέμπῃ, τὰ χρηστὰ καὶ ἀνακτήσασθαι ἱκανά. Οὐ γὰρ τὴν ἀξίνην, οὐδὲ τὸ δένδρον τὸ ἐκκοπτόμενον καὶ καιόμενον καὶ εἰς πῦρ βαλλόμενον, οὔτε τὴν μέλλουσαν ὀργὴν εἰς μέσον ἄγει, ἀλλ' ἁμαρτημάτων ἄφεσιν, καὶ τιμωρίας ἀναίρεσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ ἀδελφότητα, καὶ κληρονομίας κοινωνίαν, καὶ Πνεύματος ἁγίου δαψιλῆ χορηγίαν. Ταῦτα γὰρ πάντα ᾐνίξατο εἰπών· Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ αὐτῇ τῇ μεταφορᾷ τῆς λέξεως τὸ δαψιλὲς τῆς χάριτος ἐμφαίνων· οὐ γὰρ εἶπε, Δώσει ὑμῖν Πνεῦμα ἅγιον, ἀλλὰ, Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ τῇ ἐπεξηγήσει τοῦ πυρὸς πάλιν τὸ σφοδρὸν καὶ ἀκάθεκτον τῆς χάριτος ἐνδεικνύμενος.