Ancient Greek · ~15 min
Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-11
Not analysed yet
Ἐννόησον γοῦν τίνας εἰκὸς ἦν γενέσθαι τοὺς ἀκούοντας, λογιζομένους ὅτι κατὰ τοὺς προφήτας ἀθρόον ἔσονται, καὶ κατὰ τοὺς μεγάλους ἐκείνους. Διὰ γάρ τοι τοῦτο καὶ πυρὸς ἐμνημόνευσεν, ἵνα εἰς ἔννοιαν αὐτοὺς τῆς μνήμης ἐκείνων ἀγάγῃ. Καὶ γὰρ ὅσαι σχεδὸν αὐτοῖς ὄψεις ἐφάνησαν, αἱ πλείους διὰ πυρὸς ἐφάνησαν· οὕτω τῷ Μωϋσῇ διελέχθη ἐν τῇ βάτῳ ὁ Θεός· οὕτω τῷ δήμῳ παντὶ ἐν τῷ ὄρει Σινᾶ· οὕτω τῷ Ἰεζεκιὴλ ἐπὶ τῶν Χερουβίμ. Σκόπει δὲ πῶς καὶ διεγείρει τὸν ἀκροατὴν, πρότερον μὲν θεὶς ὃ μετὰ πάντα ἔμελλε γίνεσθαι. Ἔδει γὰρ σφαγῆναι τὸν Ἀμνὸν, καὶ τὴν ἁμαρτίαν ἀφανισθῆναι, καὶ καταλυθῆναι τὴν ἔχθραν, καὶ τὴν ταφὴν γενέσθαι καὶ τὴν ἀνάστασιν, καὶ τότε τὸ Πνεῦμα παραγενέσθαι. Ἀλλὰ τούτων οὐδὲν λέγει τέως· ἀλλὰ πρῶτον τὸ τελευταῖον, καὶ δι' ὃ πάντα ἐκεῖνα ἐγίνετο, καὶ ὃ μάλιστα ἱκανὸν ἦν αὐτοῦ τὴν ἀξίαν κηρῦξαι· ἵν' ὅταν ἀκούσῃ ὁ ἀκροατὴς, ὅτι Πνεῦμα λήψεται τοσοῦτον, ζητῇ πρὸς ἑαυτὸν, πῶς καὶ τίνι τρόπῳ τοῦτο ἔσται, τῆς ἁμαρτίας οὕτω κρατούσης· ἵνα λαβὼν αὐτὸν μεμεριμνημένον, καὶ ἐμπαράσκευον πρὸς τὴν ἀκρόασιν, οὕτω τὸν περὶ τοῦ πάθους εἰσαγάγῃ λόγον, μηδενὸς λοιπὸν σκανδαλιζομένου τῇ προσδοκίᾳ τῆς τοιαύτης δωρεᾶς. Διὸ πάλιν ἐβόα λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐκ εἶπεν, Ὁ ἀφεὶς, ἀλλ' ὃ μείζονος ἦν κηδεμονίας, Ὁ αἴρων. Οὐ γάρ ἐστιν ἶσον ἀφεῖναι ἁπλῶς, καὶ αὐτὸν ἀναλαβεῖν. Τὸ μὲν γὰρ ἐξ ἀκινδύνου ἐγίνετο, τὸ δὲ μετὰ θανάτου. Καὶ πάλιν ἔλεγεν, ὅτι Υἱὸς τοῦ Θεοῦ ἐστιν. Ἀλλ' οὐδὲ τοῦτο τρανὴν τοῖς ἀκούουσι τὴν ἀξίαν ἐδήλου. Οὐδὲ γὰρ ᾔδεσαν οὐδέπω γνήσιον αὐτὸν ἐννοεῖν Υἱόν· ἀπὸ δὲ τῆς τοσαύτης τοῦ Πνεύματος δόσεως κἀκεῖνο συνίστατο. Διὰ δὴ τοῦτο καὶ ὁ Πατὴρ πέμπων τὸν Ἰωάννην, τοῦτο αὐτῷ δεῖγμα πρῶτον τῆς τοῦ παραγενομένου δέδωκεν ἀξίας, εἰπών· Ἐφ' ὂν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Διὸ καὶ αὐτός φησιν· Ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ὡς ἀπὸ τούτου κἀκείνου λοιπὸν σαφῶς συνισταμένου. Εἶτα, ἐπειδὴ τὰ χρηστὰ εἶπε, καὶ ἀνῆκε τὸν ἀκροατὴν καὶ ἐχάλασε, πάλιν ἐπισφίγγει, ὥστε μὴ γενέσθαι ῥᾴθυμον. Τοιοῦτον γὰρ τὸ γένος τὸ Ἰουδαϊκόν· ὑπὸ τῶν χρηστῶν ἐχαυνοῦντο ῥᾳδίως, καὶ χείρους ἐγίνοντο. Διόπερ πάλιν ἐπάγει τὰ φοβερὰ, λέγων· Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ. Ἀνωτέρω μὲν γὰρ τὴν κόλασιν εἶπεν· ἐνταῦθα δὲ καὶ τὸν κριτὴν δείκνυσι, καὶ τὴν τιμωρίαν ἀθάνατον εἰσάγει· Κατακαύσει γὰρ, φησὶ, τὸ ἄχυρον πυρὶ ἀσβέστῳ. Ὁρᾷς αὐτὸν τὸν τῶν πραγμάτων Κύριον, καὶ αὐτὸν ὄντα τὸν γεωργὸν, κἂν τὸν Πατέρα ἀλλαχοῦ ταὐτὸ λέγῃ· Ὁ Πατήρ μου γὰρ, φησὶν, ὁ γεωργός ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, Ἀξίνη, ἵνα μὴ νομίσῃς πόνου δεῖσθαι τὸ πρᾶγμα, καὶ δυσδιάκριτον εἶναι, ἐξ ἑτέρου παραδείγματος καὶ τὴν εὐκολίαν εἰσάγει, δεικνὺς πάντα αὐτοῦ τὸν κόσμον ὄντα· οὐ γὰρ ἂν τοὺς μὴ ἑαυτοῦ ἐκόλασε. Νῦν μὲν οὖν πάντα ἀναμέμικται· κἂν γὰρ φαίνηται διαλάμπων ὁ σῖτος, ἀλλ' ὅμως μετὰ τῶν ἀχύρων κεῖται, ὡς ἐν ἅλωνι, οὐχ ὡς ἐν ἀποθήκῃ· τότε δὲ πολλὴ ἔσται ἡ διάκρισις. Ποῦ νῦν εἰσιν οἱ τῇ γεέννῃ διαπιστοῦντες; Καὶ γὰρ δύο τέθεικε, καὶ ὅτι βαπτίσει Πνεύματι ἁγίῳ, καὶ ὅτι κατακαύσει τοὺς ἀπειθοῦντας. Εἰ τοίνυν ἐκεῖνο πιστὸν, καὶ τοῦτο πάντως. Διὰ γὰρ τοῦτο ἐφεξῆς τὰς δύο προῤῥήσεις τέθεικεν, ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τὴν μηδέπω συμβᾶσαν πιστώσηται. Καὶ γὰρ καὶ ὁ Χριστὸς πολλαχοῦ τοῦτο ποιεῖ, πολλάκις μὲν ἐπὶ τῶν αὐτῶν πραγμάτων, πολλάκις δὲ ἐπὶ τῶν ἐναντίων, δύο τιθεὶς προφητείας, καὶ τὴν μὲν ἐνταῦθα παρεχόμενος, τὴν δὲ ἐν τῷ μέλλοντι ὑπισχνούμενος· ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τῇ μηδέπω γενομένῃ πιστεύσωσιν οἱ φιλονεικότεροι. Καὶ γὰρ τοῖς δι' αὐτὸν ἀποδυομένοις τὰ ὄντα πάντα ἑκατονταπλασίονα ὑπέσχετο δώσειν ἐν τῷ παρόντι βίῳ, καὶ ζωὴν αἰώνιον ἐν τῷ μέλλοντι, ἀπὸ τῶν ἤδη δοθέντων καὶ τὰ μέλλοντα ἀξιόπιστα καθιστάς. Ὃ δὴ καὶ Ἰωάννης ἐνταῦθα πεποίηκε δύο θεὶς, ὅτι καὶ βαπτίσει Πνεύματι ἁγίῳ, καὶ κατακαύσει πυρὶ ἀσβέστῳ.