Ancient Greek · ~17 min
Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-17
Not analysed yet
Οὐ πρότερον ἐπὶ τὰ ἔμπροσθεν πρόεισιν, ἕως τὰ πρότερα ἐκκαθάρῃ καλῶς. Ἰδοὺ γὰρ καὶ ἕτερον δείκνυσιν ἡμῖν μοιχείας εἶδος. Τί δὲ τοῦτό ἐστι; Νόμος ἦν κείμενος παλαιὸς, τὸν μισοῦντα τὴν γυναῖκα τὴν ἑαυτοῦ ἐξ οἱασδήποτε αἰτίας, μὴ κωλύεσθαι ἐκβάλλειν, καὶ ἑτέραν ἀντ' ἐκείνης εἰσάγειν. Οὐ μὴν τοῦτο ἁπλῶς ποιεῖν ὁ νόμος ἐκέλευσεν, ἀλλὰ δόντα βιβλίον ἀποστασίου τῇ γυναικὶ, ὥστε μὴ εἶναι κυρίαν πάλιν ἐπ' αὐτὸν ἐπανελθεῖν, ἵνα κἂν τὸ σχῆμα μένῃ τοῦ γάμου. Εἰ γὰρ μὴ τοῦτο ἐπέταξεν, ἀλλ' ἐξῆν ἐκβάλλειν τε αὐτὴν καὶ ἑτέραν λαμβάνειν, εἶτα τὴν προτέραν ἐπανάγειν, πολλὴ ἡ σύγχυσις ἔμελλεν εἶναι, συνεχῶς τὰς ἀλλήλων λαμβανόντων ἁπάντων, καὶ μοιχεία τὸ πρᾶγμα λοιπὸν ἦν σαφής. Διόπερ οὐ μικρὰν ἐπενόησε παραμυθίαν τὸ βιβλίον τοῦ ἀποστασίου. Ἐγένετο δὲ ταῦτα δι' ἑτέραν πολλῷ μείζονα κακίαν. Εἰ γὰρ ἠνάγκασε καὶ μισουμένην κατέχειν ἔνδον, ἔσφαξεν ἂν ὁ μισῶν· τοιοῦτον γὰρ τῶν Ἰουδαίων τὸ ἔθνος. Οἱ γὰρ παίδων μὴ φειδόμενοι, καὶ προφήτας ἀναιροῦντες, καὶ ὡς ὕδωρ αἷμα ἐκχέοντες, πολλῷ μᾶλλον γυναικῶν οὐκ ἂν ἐφείσαντο. Διὰ τοῦτο τὸ ἔλαττον συνεχώρησε, τὸ μεῖζον ἐκκόπτων. Ἐπεὶ ὅτι οὐ προηγούμενος οὗτος ὁ νόμος ἦν, ἄκουσον αὐτοῦ λέγοντος· Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ταῦτα ἔγραψεν, ἵνα μὴ ἔνδον σφάττητε, ἀλλ' ἔξω ἐκβάλλητε. Ἐπειδὴ δὲ αὐτὸς τὴν ὀργὴν πᾶσαν ἀνεῖλεν, οὐχὶ τὸν φόνον μόνον, ἀλλὰ καὶ τὸ ἁπλῶς θυμοῦσθαι κωλύσας, μετ' εὐκολίας καὶ τοῦτον εἰσάγει τὸν νόμον. Διὰ τοῦτο καὶ τῶν προτέρων ἀεὶ ῥημάτων ἀναμιμνήσκει, ἵνα δείξῃ ὅτι οὐκ ἐναντία ἐκείνοις, ἀλλὰ συμβαίνοντα λέγει· ἐπιτείνων αὐτὰ, οὐκ ἀνατρέπων· καὶ διορθούμενος, οὐ λύων. Ὅρα δὲ αὐτὸν πανταχοῦ τῷ ἀνδρὶ διαλεγόμενον. Ὁ γὰρ ἀπολύων, φησὶ, τὴν γυναῖκα αὐτοῦ, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ γαμῶν ἀπολελυμένην, μοιχᾶται. Ὁ μὲν γὰρ, κἂν ἑτέραν μὴ λάβῃ, τούτῳ αὐτῷ κατέστησεν ἑαυτὸν ἐγκλήματος ὑπεύθυνον, μοιχαλίδα ποιήσας ἐκείνην· ὁ δὲ, τῷ τὴν ἀλλοτρίαν λαβεῖν, μοιχὸς γέγονε πάλιν. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἐξέβαλεν ἐκεῖνος· καὶ γὰρ ἐκβληθεῖσα μένει τοῦ ἐκβάλλοντος οὖσα γυνή. Εἶτα, ἵνα μὴ τὸ ὅλον ἐπὶ τὸν ἐκβάλλοντα ῥίψας, αὐθαδεστέραν ἐργάσηται τὴν γυναῖκα, καὶ τὰς τοῦ δεχομένου μετὰ ταῦτα ἀπέκλεισεν αὐτῇ θύρας, τῷ μὲν εἰπεῖν, Ὃς ἂν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται, τὴν γυναῖκα καὶ ἄκουσαν σωφρονίζων, καὶ τὴν πρὸς πάντας ἀποτειχίζων εἴσοδον αὐτῇ, καὶ οὐκ ἐπιτρέπων ἀφορμὰς παρέχειν μικροψυχίας. Ἡ γὰρ μαθοῦσα ὅτι πᾶσα ἀνάγκη, ἢ τὸν ἐξ ἀρχῆς κληρωθέντα ἔχειν, ἢ τῆς οἰκίας ἐκπεσοῦσαν ἐκείνης, μηδεμίαν ἑτέραν ἔχειν καταφυγὴν, καὶ ἄκουσα ἠναγκάζετο στέργειν τὸν σύνοικον. Εἰ δὲ μηδὲν αὐτῇ περὶ τούτων διαλέγεται, μὴ θαυμάσῃς· ἀσθενέστερον γὰρ ἡ γυνή. Διὰ τοῦτο αὐτὴν ἀφεὶς, ἐν τῇ κατὰ τῶν ἀνδρῶν ἀπειλῇ τὴν αὐτῆς διορθοῦται ῥᾳθυμίαν. Ὥσπερ ἂν εἴ τις παῖδα ἄσωτον ἔχων, ἐκεῖνον ἀφεὶς, τοῖς ποιοῦσιν αὐτὸν τοιοῦτον ἐπιπλήττοι, κἀκείνοις ἀπαγορεύοι μὴ συγγίνεσθαι, μηδὲ πλησιάζειν αὐτῷ. Εἰ δὲ φορτικὸν τοῦτο, ἀναμνήσθητί μοι τῶν ἔμπροσθεν εἰρημένων, ἐφ' οἷς ἐμακάρισε τοὺς ἀκούοντας, καὶ ὄψει πολὺ δυνατὸν καὶ εὔκολον ὄν. Ὁ γὰρ πρᾶος, καὶ εἰρηνοποιὸς, καὶ πτωχὸς τῷ πνεύματι, καὶ ἐλεήμων, πῶς ἐκβαλεῖ τὴν γυναῖκα; ὁ ἑτέρους καταλλάττων, πῶς αὐτὸς διαστασιάσει πρὸς τὴν ἑαυτοῦ; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ κοῦφον ἐποίησε τὸν νόμον. Καὶ γὰρ καὶ τούτῳ καταλιμπάνει τρόπον ἕνα ἀφέσεως, εἰπὼν, Παρεκτὸς λόγου πορνείας· ἐπεὶ πάλιν εἰς τὸ αὐτὸ περιίστατο. Εἰ γὰρ ἐκέλευσε καὶ πολλοῖς συγγινομένην κατέχειν ἔνδον, πάλιν εἰς μοιχείαν τὸ πρᾶγμα κατέστρεφεν. Ὁρᾷς πῶς συμβαίνοντα ταῦτα τοῖς ἔμπροσθεν; Ὁ γὰρ μὴ βλέπων ἑτέραν γυναῖκα ἀκολάστοις ὀφθαλμοῖς, οὐ πορνεύσει· μὴ πορνεύων δὲ, οὐ παρέξει τῷ ἀνδρὶ ἀφορμὴν ἐκβαλεῖν τὴν ἑαυτοῦ γυναῖκα. Διὰ δὴ τοῦτο λοιπὸν μετὰ ἀδείας ἐπισφίγγει, καὶ τὸν φόβον ἐπιτειχίζει, μέγαν ἐπισείων τῷ ἀνδρὶ τὸν κίνδυνον, εἴγε ἐκβάλοι· τῆς γὰρ μοιχείας τῆς ἐκείνης ὑπεύθυνον ἑαυτὸν ποιεῖ. Ἵνα γὰρ μὴ ἀκούσας, Ἔξελε τὸν ὀφθαλμὸν, νομίσῃς καὶ περὶ γυναικὸς ταῦτα λέγεσθαι, εὐκαίρως ἐπήγαγε τὴν ἐπιδιόρθωσιν ταύτην, ἑνὶ τρόπῳ μόνῳ συγχωρῶν ἐκβάλλειν αὐτὴν, ἑτέρῳ δὲ οὐδενί. Πάλιν ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις· ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθεν ἐπὶ τὴν κλοπὴν, ἀλλ' ἐπὶ τὴν ψευδομαρτυρίαν, ὑπερβὰς ἐκείνην τὴν ἐντολήν; Ὅτι ὁ μὲν κλέπτων, ἔστιν ὅτε καὶ ὀμνύει· ὁ δὲ μήτε ὀμνύναι, μήτε ψεύδεσθαι εἰδὼς, πολλῷ μᾶλλον οὐχ αἱρήσεται κλέπτειν. Ὥστε διὰ ταύτης κἀκείνην ἀνέτρεψε τὴν ἁμαρτίαν· τὸ γὰρ ψεῦδος ἀπὸ τοῦ κλέπτειν. Τί δέ ἐστιν, Ἀποδώσεις τῷ Κυρίῳ τοὺς ὅρκους σου; Τουτέστιν, Ἀληθεύσεις ὀμνύς. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως.